- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:384.25-386.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在50a11处的论述,亚历山大阐明了在分析反驳定义的三段论时,若仅有定义的一部分受到攻击,则只需将受到攻击的那一部分而非整个定义作为三段论的项,并详细解释了此类反驳所适用的三段论格(第二格与第三格)及反驳形态。
" Τούς τε πρὸς ὁρισμὸν τῶν λόγων, ὅσοι πρὸς ἕν τι τυγχάνουσι διειλεγμένοι." Ὅτι τῶν προβλημάτων τῶν τεσσάρων, ὧν ἐν τοῖς Τοπικοῖς ἐξέθετο, ἐν τοῖς ἀπὸ τοῦ ὁρισμοῦ ἐστι, δῆλον.1 καὶ τοῦτο δὴ παραινεῖ δεῖν ἐν ταῖς ἀναλύσεσι τῶν συλλογισμῶν ποιεῖν, ὅσοι συλλογισμοὶ ἀνασκευαστικοί εἰσιν ὅρου τινὸς ἀποδεδομένου, 〈εἰ〉 εἶεν ἑνός τινος τῶν ἐν τῷ ὅρῳ ἀναιρετικοὶ καὶ πρὸς ἕν τῶν ἐν αὐτῷ διειλεγμένοι καὶ οὕτως ἀναιροῦντες τὸν ὅρον. ἀναιρεῖται γὰρ ὁρισμὸς καὶ δείκνυται μὴ ὑγιὴς καὶ ἑνός τινος ἀναιρεθέντος τῶν ἐν αὐτῷ, ὡς εἴ τις ὁρισαμένου τινὸς τὸν ἄνθρωπον ζῷον λογικὸν θνητὸν πτηνὸν δείξαι διὰ συλλογισμοῦ, ὅτι μὴ εὐλόγως τὸ πτηνὸν πρόσκειται (οὐ γάρ ἐστιν οἰκεία διαφορὰ ἀνθρώπου), ὅλον μὲν τὸν ἀποδεδομένον ὅρον 〈ἂν〉 ἀνασκευάσειεν· ψευδὴς γὰρ ὁ πᾶς γίνεται καὶ οὑτινοσοῦν ἀναιρεθέντος τῶν ἐν αὐτῷ. οὐ μὴν πρὸς ὅλον τὸν λόγον καὶ τὸν συλλογισμὸν πεποίηται,2 ὥσπερ ὁ ἀνασκευάζων τὸν ἀποδεδομένον τοῦ θεοῦ λόγον, εἰ εἴη σῶμα πυρινόν τις ὡρισμένος τὸν θεόν· εἰ γὰρ ἀνασκευάζοι λαμβάνων ‘τὸ φθαρτὸν οὐδενὶ μὲν θεῷ παντὶ δὲ σώματι πυρίνῳ’, πρὸς ὅλον ἂν τὸν ὅρον ποιοῖτο τὸν λόγον, ἀλλ’ οὐ πρός τι τῶν ἐν αὐτῷ. ὅταν μὲν οὖν πρὸς ὅλον τὸν ὅρον ὁ λόγος 〈, ὃς〉 ἀνασκευάζει αὐτόν, γίγνηται, δῆλον ὡς καὶ ἐν τῇ τῶν ὅρων ἐκθέσει ὅλον τὸν ὁρισμὸν ὅρον χρὴ τιθέναι τοῦ συλλογισμοῦ, ὥσπερ ἐφ’ οὗ ἐφθάκαμεν εἰρηκέναι. ὅλον γὰρ ἡμῖν τὸ ‘σῶμα πύρινον’ ὅρος τεθήσεται, ὃς ἦν ὁρισμὸς ἀποδεδομένος τοῦ θεοῦ· τὸ γὰρ φθαρτὸν παντὸς αὐτοῦ ἀπεφήσαμεν, οὐ τινὸς τῶν ἐν αὐτῷ. εἰ δὲ ὁ λόγος μὴ πρὸς ὅλον γένοιτο τὸν ὁρισμὸν ἀλλὰ πρός τι τῶν ἐν αὐτῷ, ἀξιοῖ τοῦτο μόνον, πρὸς ὃ 〈ὁ〉 λόγος γίνεται, ὅρον τίθεσθαι ἐν τῷ συλλογισμῷ τῷ ἀναλυομένῳ ἀλλὰ μὴ πάντα τὸν ὁρισμόν· ἧττον γὰρ ἀσαφὴς ὁ λόγος ἔσται τοῦ κατὰ τὸν ὁρισμὸν μήκους περιαιρεθέντος. ἅμα δὲ καὶ γνώριμον ἔσται, τί ποτέ ἐστι τῶν ἐν τῷ ὅρῳ τὸ μὴ δεόντως εἰλημμένον, οἷον εἴ τις ὕδατος ὁρισμὸν ἀποδοίη ὑγρὸν ποτόν, εἰ ἐνίσταιτό τις δεικνὺς ψευδῆ τὸν ὁρισμὸν διὰ τὸ μὴ πᾶν ὕδωρ ποτὸν εἶναι λέγων ‘ἡ θάλαττα ὕδωρ μέν ἐστι, ποτὸν δὲ οὐκ ἔστιν’, ἐν δὴ τῇ τούτου τοῦ συλλογισμοῦ ἀναλύσει δεῖ ὅρους λαμβάνειν μέσον μὲν τὴν θάλατταν ἄκρους δὲ τό τε ὕδωρ καὶ τὸ ποτόν,3 οὐκέτι δὲ ὅλον τὸν ὁρισμὸν τὸ ὑγρὸν ποτόν· οὐ γὰρ πρὸς ὅλον τὸ ὑγρὸν εἶναι ποτὸν τὸ ὕδωρ ὁ λόγος ἠρώτηται ἀλλὰ μόνον πρὸς ποτόν. ἔτι ὁ μὲν τοιοῦτος λόγος ὁ ἕν τι τῶν ἐν τῷ ὁρισμῷ ἀναιρῶν καὶ ἐν τρίτῳ σχήματι ἐρωτᾶται μερικὴν τὴν ἀναίρεσιν ποιούμενος, ὁ δὲ πάντα τὸν ὁρισμὸν ἀναιρῶν ἐν δευτέρῳ, ὡς ἐδείχθη ἐπὶ τοῦ τὸν θεὸν σῶμα πύρινον ὁρισαμένου, οὐχ ὅτι μὴ καὶ ἐν πρώτῳ οἷόν τε ἀμφότερα δεῖξαι, ἀλλὰ κατ’ ἀντιστροφὴν προτάσεων καὶ οὐχ ὁμοίως ἐναργῶς. ἐλέγχεται γὰρ ὁ ὁρισμὸς οὐκ ὢν ὑγιὴς ἤτοι, ὅταν μὴ δύνηται ταὐτὸν ὑπάρχειν τῷ τε ὁρισμῷ καὶ τῷ ὁριστῷ, ὅ ἐστι τοῦ δευτέρου σχήματος, ἢ ὅταν μὴ ὑπάρχειν ταὐτῷ δύνηται ὅ τε ὁρισμὸς καὶ τὸ ὁριστόν, ὡς τῇ θαλάττῃ τὸ μὲν ὁριστὸν τὸ ὕδωρ ὑπῆρχε, τῶν δ’ ἐν τῷ ὁρισμῷ τι οὐχ ὑπῆρχε (τὸ γὰρ ποτόν), ὅ ἐστιν ἐν τρίτῳ σχήματι. οὕτως μὲν οὖν, ἢ εἰ μηδενὶ ἢ εἰ μὴ παντὶ τῷ ὁριστῷ ὑπάρχοι ὁ ἀποδεδομένος ὁρισμός, ἡ ἀνασκευὴ γίνοιτ’ ἄν. γίνεται δὲ ἀνασκευὴ ὅρου καὶ διὰ τοῦ δεῖξαι, ὅτι μὴ μόνῳ ὁ ἀποδοθεὶς ὅρος ὑπάρχει, οἷον εἴ τις τὴν φρόνησιν ὁρίσαιτο ἕξιν ποιητικὴν ἀγαθῶν ἢ τὴν ἐγκράτειαν ἕξιν ἡδονῶν κρείττω· καὶ γὰρ ἡ στρατηγικὴ καὶ ἡ ἰατρικὴ ἕξις ποιητικὴ ἀγαθῶν, καὶ ἡ σωφροσύνη ἕξις ἡδονῶν κρείττων. καὶ ἡ τοιαύτη τῶν ὅρων ἀνασκευὴ καὶ αὐτὴ ἐν τρίτῳ γίνεται σχήματι· τῷ γὰρ αὐτῷ ὅρῳ οἷον τῇ σωφροσύνῃ ὁ μὲν ἀποδοθεὶς ὁρισμὸς τῆς ἐγκρατείας ὑπάρχει,4 ἡ δὲ ἐγκράτεια, ἥτις ἦν τὸ ὁριστόν, οὐχ ὑπάρχει, ὥστε οὐχ ὁρισμὸς τῆς ἐγκρατείας ὁ ἀποδοθεὶς λόγος· οὐ γὰρ πᾶσα ἕξις ἡδονῶν κρείττων ἐγκράτεια.
“而针对定义的论证中,凡是碰巧针对某一单项而被讨论的那些[也应当被分析]。” 显然,在他于《论题篇》中所陈述的四种论题中,[这一论证]属于由定义而来的论题。而他也确实告诫说,在三段论的分析中,凡是旨在反驳某一给定的定义的三段论,如果它们旨在否定该定义中的某一个[要素],并且是针对其中的一个[要素]而进行讨论,并以此方式推翻该定义,那么对于这些三段论应当这样做。因为定义只要其包含的某一个[要素]被否定,也会被推翻并被表明是不健全的,就好像有人在某人将人定义为“有理性的、会死的、有翼的动物”时,通过三段论表明“有翼的”并非合理地附加(因为这不是人的固有种差),他便反驳了整个给定的定义;因为即使其中的任何一个被否定,整个定义也就变假了。然而,他并没有将推论也针对整个定义陈述提出来,这并不像反驳对神的给定定义的人那样(如果有人曾将神定义为“火的物体”);因为他若是设定“可毁灭的属于无神,但属于一切火的物体”来进行反驳,他就是针对整个定义展开论证,而不是针对其中的某一部分。因此,当反驳它的论证针对整个定义产生时,显然在陈述诸项时,也应当如我们在先前说过的例子中那样,把整个定义设定为该三段论的一个项。因为对我们而言,整个“火的物体”(它曾是关于神的给定定义)将被设定为一个项;因为我们是从其整体上否定了“可毁灭的”,而不是从其中的某一部分上否定它。但如果论证不是针对整个定义,而是针对其中的某一部分产生,他则主张在被分析的三段论中,应当仅将论证所针对的这一部分设为项,而不要将整个定义设为项;因为当去除了相应于定义的冗长时,论证便不那么晦涩。同时,定义所包含之物中未被合理摄取的是什么,也将变得清楚;例如,如果有人把水的定义给出为“可饮用的液体”,而有人提出异议,通过并非所有的水都是可饮用的来表明该定义为假,说“海水是水,但不是可饮用的”,那么在对这个三段论的分析中,就应当以海水为中项,以水和“可饮用的”为两极端项,而不再把握整个定义“可饮用的液体”;因为该论证被提出并不是针对水是可饮用的液体这整个一事,而仅是针对“可饮用的”。再者,这种推翻定义中某一单项的论证,是通过进行特称否定而在第三格中被提出的,而推翻整个定义的论证则是在第二格中,正如在将神定义为火的物体那一例中所表明的;这并非意味着二者不能也在第一格中被证明,而是要通过前提的换位,且不是以同样明晰的方式。因为定义被判定为不健全,要么是在同一个东西不能同时属于定义与被定义者之时(这属于第二格),要么是在定义与被定义者不能同时属于同一个东西之时(例如对海水而言,被定义者水属于它,但定义中所包含的某项即“可饮用的”并不属于它,这属于第三格)。因此,如果给定的定义完全不属于被定义者,或者不属于所有的被定义者,反驳便可以这样产生。但是,通过表明给定的定义并非仅仅属于它,也会产生对定义的反驳,例如有人若把明智定义为“产生善的品质”,或者把自制定义为“胜过快乐的品质”;因为将道与医术也是产生善的品质,而节制也是胜过快乐的品质。对定义的这种反驳本身也是在第三格中产生的;因为对于同一个项(例如节制),自制的给定定义属于它,但作为被定义者的自制并不属于它,从而给定的陈述不是自制的定义;因为并非每一个胜过快乐的品质都是自制。
- 2.271Ὅτι τῶν προβλημάτων τῶν τεσσάρων, ὧν ἐν τοῖς Τοπικοῖς ἐξέθετο, ἐν τοῖς ἀπὸ τοῦ ὁρισμοῦ ἐστι, δῆλον.
在依赖于谓词形容词 δῆλον 的 ὅτι 从句中,省略了作主语的指示代词(“这一[论证/推论]”)。全句句构为:“显然,在他于《论题篇》中所陈述的四种论题中,[这一论证]属于由定义而来的论题。”
- 2.271οὐ μὴν πρὸς ὅλον τὸν λόγον καὶ τὸν συλλογισμὸν πεποίηται
完成体中被动态动词 πεποίηται 的逻辑主语是前述的反驳者(“他”)。καὶ τὸν συλλογισμὸν 是 πεποίηται 的直接宾语(宾格):“然而,他并没有将推论也针对整个定义陈述提出来”。
- 2.271ἐν δὴ τῇ τούτου τοῦ συλλογισμοῦ ἀναλύσει δεῖ ὅρους λαμβάνειν μέσον μὲν τὴν θάλατταν ἄκρους δὲ τό τε ὕδωρ καὶ τὸ ποτόν
由 δεῖ ... λαμβάνειν 支配的双重宾格结构。ὅρους 为谓语性宾格,其后由 μέσον μὲν τὴν θάλατταν ἄκρους δὲ τό τε ὕδωρ καὶ τὸ ποτόν 以同位语及对比方式具体说明其内容(“应当把握诸项,即以海水为中项,以水和‘可饮用的’为两极端项”)。
- 2.271τῷ γὰρ αὐτῷ ὅρῳ οἷον τῇ σωφροσύνῃ ὁ μὲν ἀποδοθεὶς ὁρισμὸς τῆς ἐγκρατείας ὑπάρχει
在 τῷ αὐτῷ ὅρῳ 中,名词 ὅρος 指的是三段论的“项”(中项),而非“定义”,紧随其后的同位语 οἷον τῇ σωφροσύνῃ(“例如节制”)明确了这一点。该与格由 ὑπάρχει 支配,意为“属于同一个项”。
