← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§384.1-384.24

根据结论形式判定所属格与还原方法

亚历山大注释了亚里士多德根据论题(结论形式)在各格中的分布来确定三段论分析所属格的方法(50a8),并探讨了从结论确定格与从中项与两端项关系确定格这两种方式的利弊。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.270

" Ἐπεὶ δ’ οὐ πᾶν πρόβλημα ἐν παντὶ σχήματι ἀλλ’ ἐν ἑκάστῳ τεταγμένον." Ὅτι τὰ μὲν τῶν προβλημάτων ἐν πᾶσι δείκνυται τοῖς σχήμασι, ὡς τὰ ἐπὶ μέρους ἀποφατικά, τὰ δὲ ἐν τοῖς δύο, ὡς τό τε ἐπὶ μέρους καταφατικόν (ἐν γὰρ τῷ πρώτῳ καὶ τῷ τρίτῳ) καὶ τὸ καθόλου ἀποφατικόν (ἐν γὰρ πρώτῳ καὶ ἐν δευτέρῳ), τὰ δὲ ἐν ἑνὶ μόνῳ, ὡς τὸ καθόλου καταφατικόν (ἐν γὰρ πρώτῳ μόνῳ), δῆλον. φησὶ δὲ δεῖν ἀναλύοντας1 τὸν προκείμενον συλλογισμόν, ὅστις ἄν ᾖ, ἐπεὶ μὴ πάντα τὰ συμπεράσματα ἐν τῷ αὐτῷ σχήματι γίνεται, ὡς ἐδείχθη, καὶ δεῖ ἕκαστον εἰς τὸ οἰκεῖον ἀνάγειν, τοῦ ληφθέντος συμπεράσματος2 μὴ ἐν πᾶσι τοῖς σχήμασιν ἔτι ζητεῖν τὴν ἀνάλυσιν, εἰ μὴ εἴη τῶν ἐν πᾶσι δεικνυμένων, ἀλλ’ ἐκ τοῦ συμπεράσματος γνωρίσαντας, ἐν ᾧ ἢ μόνῳ δείκνυται ἢ μάλιστα. τὸ μὲν γὰρ καθόλου καταφατικὸν ἐν μόνῳ τῷ πρώτῳ, τὸ δὲ καθόλου ἀποφατικὸν μάλιστα ἐν τῷ δευτέρῳ, εἰ καὶ μὴ ἐν μόνῳ (διχῶς γὰρ ἐν τούτῳ), τὸ δὲ ἐπὶ μέρους ἀποφατικόν τε καὶ καταφατικὸν ἐν τῷ τρίτῳ μάλιστα· ἑκάτερον γὰρ τριχῶς. ἐν ᾧ δ’ αὖ μάλιστα ἢ μόνῳ δείκνυται σχήματι τὸ κείμενον συμπέρασμα, κατὰ τοῦτο ἢ μόνον ἢ μάλιστα χρῆναί φησιν [δεῖν] τοῦ προκειμένου συλλογισμοῦ ζητεῖν ποιεῖσθαι τὴν ἀνάλυσιν [τῶν συμπερασμάτων]. αὐτὸς μὲν οὖν ἀπὸ τῶν συμπερασμάτων ἀξιοῖ λαμβάνειν τὸ σχῆμα, εἰς ὃ δεῖ ποιεῖσθαι τὴν ἀνάλυσιν τοῦ ἐκκειμένου συλλογισμοῦ. δῆλον δέ, ὅτι ῥᾷον ἂν τὸ οἰκεῖον σχῆμα εὑρεθείη τοῦ μέσου ληφθέντος, ὡς ἐν τοῖς πρώτοις εἴρηκεν· ἐν γὰρ τῇ τούτου ποιᾷ σχέσει πρὸς τοὺς ἄκρους ἡ τοῦ σχήματος εὕρεσις· τὸ γὰρ συμπέρασμα ἐνδέχεται καὶ κοινὸν πλειόνων εἶναι σχημάτων. τοῦτο δὲ φθάνει ἐν τοῖς πρόσθεν εἰρηκέναι.

“但是,既然并非每一个论题都在每一个格中[被证明],而是在每一个格中被规定好的:” 显然,各论题中,有些是在所有格中被证明的(例如特称否定),有些是在两个格中(例如特称肯定(在第一格与第三格中)以及全称否定(在第一格与第二格中)),有些则仅仅在一个格中(例如全称肯定(仅在第一格中))。他指出,无论提出的三段论是哪一种,分析它的人,既然并非所有的结论都在同一个格中产生(正如已经表明的那样),且必须将每一个还原到其特有的格中,那么对于所取得的结论,除非它属于在所有格中被证明的那些,否则不应再在所有的格中寻求分析,而应当根据该结论认清它或者仅仅在其中、或者主要在其中被证明的那个格[并在其中寻求分析]。因为全称肯定仅在第一格中,全称否定即使并非仅仅在第二格中、也主要在第二格中(因为在其中以两种方式被证明),而特称否定与特称肯定则主要在第三格中(因为各自都以三种方式被证明)。他又说,设定的结论主要或者仅仅在哪个格中被证明,就应当仅仅或者主要按照这个格寻求对所提出之三段论进行分析。因此,他本人主张从结论中获取应当将所陈述的三段论还原至其中的那个格。但是显然,正如他在前面所说的那样,如果中项被把握住,特有的格会更容易被发现;因为格的发现就在于中项与各极端项的特定关系之中;因为结论也可能是多个格所共有的。而这一点他在此前已经说过。

语法注2 条
  1. 2.270ἀναλύοντας

    宾格分词 ἀναλύοντας 用作不定式 δεῖν 的逻辑主语(指泛指的进行分析者),后文的分词 γνωρίσαντας 在性、数、格上与之呼应。在 ἀλλ’ ἐκ τοῦ συμπεράσματος γνωρίσαντας 处,需承前省略的 ζητεῖν τὴν ἀνάλυσιν(在该格中寻求分析)以补全意义。

  2. 2.270τοῦ ληφθέντος συμπεράσματος

    这是后随名词短语 τὴν ἀνάλυσιν 的宾格性属格(即“对所取得之结论的分析/还原”)。它紧接在从句群之后,被前置于否定词 μή 和不定式 ζητεῖν 之前以示强调。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:384.1-384.24