- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:382.34-383.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
论述在复合三段论中三个格同时混交的具体情形,说明因前提附加的方向(从上位还是下位)而产生的格的引导顺序限制,并指出复合三段论与简单三段论一样最多只能有一个否定前提和一个特称前提。
μῖξις δ’ ἂν γένοιτο καὶ τῶν τριῶν σχημάτων ἐν τῷ τοιούτῳ συλλογισμῷ ‘τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, τὸ Α οὐδενὶ τῷ Δ, τὸ Ε παντὶ τῷ Γ, τὸ ἄρα Δ οὐ παντὶ τῷ Ε’, συναγομένου μὲν ὑπὸ τοῦ Α, Β τὸ Α παντὶ τῷ Γ ἐν πρώτῳ σχήματι, τούτου δὲ μετὰ τοῦ ‘τὸ Α οὐδενὶ τῷ Δ’ συνάγοντος τὸ ‘τὸ Δ οὐδενὶ τῷ Γ’ ἐν δευτέρῳ σχήματι, τούτου δὲ μετὰ τοῦ ‘τὸ Ε παντὶ τῷ Γ’ συνάγοντος τὸ κείμενον τὸ ‘τὸ Δ οὐ παντὶ τῷ Ε’ ἐν τρίτῳ σχήματι, ἡγουμένου μὲν τοῦ πρώτου σχήματος (ἡγεῖται γὰρ ὁ λόγος, οὗ τὸ συμπέρασμα ἄλλου λῆμμά ἐστιν),1 ἑπομένου δὲ πᾶσι τοῦ τρίτου σχήματος, μέσου δ’ ὄντος τοῦ δευτέρου. πάλιν δ’ αὖ ἡγήσεται τὸ δεύτερον πάντων ἐν τῷ τοιούτῳ συλλογισμῷ ‘τὸ Α οὐδενὶ μὲν τῷ Β παντὶ δὲ τῷ Γ, ἀλλὰ καὶ τὸ Γ παντὶ τῷ Δ, καὶ τὸ Ε παντὶ τῷ Δ, τὸ ἄρα Β οὐ παντὶ τῷ Ε’, συναγομένου μὲν ὑπὸ τοῦ Α Β, Α Γ τοῦ ‘τὸ Β οὐδενὶ τῷ Γ’ ἐν δευτέρῳ σχήματι, τούτου δὲ μετὰ τοῦ ‘τὸ Γ παντὶ τῷ Δ’ συνάγοντος τὸ Β οὐδενὶ τῷ Δ ἐν πρώτῳ σχήματι, τούτου δὲ μετὰ τοῦ ‘τὸ Ε παντὶ τῷ Δ’ συνάγοντος τὸ κείμενον τὸ Β οὐ παντὶ τῷ Ε 〈ἐν〉 τρίτῳ σχήματι, ἑπομένου μὲν πᾶσι τοῦ τρίτου, ἡγουμένου δὲ τοῦ δευτέρου, μεταξὺ δὲ ὄντος τοῦ πρώτου. τὸ δὲ τρίτον σχῆμα τοῦ μὲν δευτέρου ἡγήσεται, τοῦ δὲ πρώτου οὔ, εἰ κάτωθεν ἡ πρότασις προσλαμβάνοιτο, διὰ τὸ τοῦ μὲν τρίτου τὰ συμπεράσματα ἄν ἐπὶ μέρους εἶναι, εἰ δὲ προστεθείη τῷ συμπεράσματι πρότασις κάτωθεν, ἐν πρώτῳ σχήματι ἀσυλλόγιστον γίνεσθαι τὴν συζυγίαν2 ἔχουσαν τὴν μείζονα πρότασιν ἐπὶ μέρους. τοῦ δὲ δευτέρου ἡγήσεται ἐν τῷ τοιούτῳ τὸ Α καὶ τὸ Β παντὶ τῷ Γ, ἀλλὰ καὶ τὸ Α οὐδενὶ τῷ Δ, τὸ ἄρα Δ οὐ παντὶ τῷ Β’, συναγομένου μὲν ὑπὸ τῶν Α Γ, Β Γ τοῦ ‘τὸ Α τινὶ τῷ Β’ ἐν τρίτῳ σχήματι, τούτου δὲ μετὰ τοῦ ‘τὸ Α οὐδενὶ τῷ Δ’ συνάγοντος τὸ κείμενον τὸ Δ οὐ παντὶ τῷ Β ἐν δευτέρῳ σχήματι. εἰ μέντοι ἄνωθεν ἡ πρότασις ἡ ἐν τῷ πρώτῳ σχήματι εἴη τῷ συμπεράσματι τοῦ τρίτου σχήματος προστιθεμένη καὶ μὴ κάτωθεν, ἡγήσαιτο 〈ἂν〉 τὸ τρίτον σχῆμα καὶ τοῦ πρώτου, ὡς ἐν τῷ τοιούτῳ συλλογισμῷ ‘τὸ Α καὶ τὸ Β παντὶ τῷ Γ, ἀλλὰ καὶ τὸ Δ παντὶ τῷ Α, ἀλλὰ καὶ τὸ Δ οὐδενὶ τῷ Ε, τὸ ἄρα Ε οὐ παντὶ τῷ Β’· συνάγεται μὲν γὰρ ὑπὸ τῶν Α Γ, Β Γ τὸ Α τινὶ τῷ Β ἐν τρίτῳ σχήματι, τοῦτο δὲ μετὰ τοῦ ‘τὸ Δ παντὶ τῷ Α’ συνάγει τὸ Δ τινὶ τῷ Β ἐν πρώτῳ σχήματι, τοῦτο δ’ αὖ μετὰ τοῦ ‘τὸ Δ οὐδενὶ τῷ Ε’ συνάγει τὸ κείμενον τὸ Ε οὐ παντὶ τῷ Β ἐν δευτέρῳ σχήματι, ἡγουμένου μὲν πάντων τοῦ τρίτου, ἑπομένου δὲ πᾶσι τοῦ δευτέρου, τοῦ δὲ πρώτου ἐν μέσῳ κειμένου. Παραφυλακτέον δέ, ὅτι ὥσπερ ἐν τοῖς ἁπλοῖς ἀποφατικοῖς συλλογισμοῖς ἀδύνατον μιᾶς πλείους ἀποφατικὰς προτάσεις ληφθῆναι, οὕτως καὶ ἐν τοῖς συνθέτοις· καὶ γὰρ τῶν συνθέτων ἡ παραύξησις διὰ τῶν καταφατικῶν γίνεται. ἀλλ’ οὐδὲ ἐκ πλειόνων ἐπὶ μέρους, ἀλλὰ καὶ τὸ ἐπὶ μέρους ἓν καὶ ἐν τοῖς συνθέτοις ἐπὶ μέρους συλλογισμοῖς ὥσπερ καὶ ἐν τοῖς ἁπλοῖς. τὰ δὲ καταφατικὰ καὶ καθόλου ὡς ἐν τοῖς ἁπλοῖς πλείω καὶ ἐν τοῖς συνθέτοις.
在诸如这样的三段论中,三个格的混交也可能产生:“Α表述每一个Β,Β表述每一个Γ,Α不属于任何Δ,Ε表述每一个Γ,所以Δ不属于每一个Ε”:由Α与Β在第一格中推导出“Α表述每一个Γ”,而这与“Α不属于任何Δ”一起在第二格中推导出“Δ不属于任何Γ”,继而这又与“Ε表述每一个Γ”一起在第三格中推导出所设定的“Δ不属于每一个Ε”,其中第一格在前引导(因为其结论作为另一个论证的前提的那个论证是引导性的),第三格后随于所有格,而第二格居中。再者,在诸如这样的三段论中,第二格将引导所有的格:“Α不属于任何Β但属于每一个Γ,而Γ也表述每一个Δ,并且Ε表述每一个Δ,所以Β不属于每一个Ε”:由ΑΒ与ΑΓ在第二格中推导出“Β不属于任何Γ”,而这与“Γ表述每一个Δ”一起在第一格中推导出“Β不属于任何Δ”,继而这又与“Ε表述每一个Δ”一起在第三格中推导出所设定的“Β不属于每一个Ε”,其中第三格后随于所有格,第二格在前引导,而第一格居于其间。然而,如果前提是从下位附加进来的,那么第三格虽然会引导第二格,却不会引导第一格,这是因为第三格的结论是特称的,而如果一个前提从下位附加到结论上,在第一格中,拥有特称大前提的前提组合就变得不能成立三段论。但它在诸如下述情况下会引导第二格:“Α与Β表述每一个Γ,但Α也不属于任何Δ,所以Δ不属于每一个Β”:由ΑΓ与ΒΓ在第三格中推导出“Α属于某个Β”,而这与“Α不属于任何Δ”一起在第二格中推导出所设定的“Δ不属于每一个Β”。不过,如果第一格中的前提是从上位而不是从下位附加到第三格的结论上,那么第三格也可以引导第一格,正如在诸如这样的三段论中:“Α与Β表述每一个Γ,但Δ也表述每一个Α,并且Δ不属于任何Ε,所以Ε不属于每一个Β”:因为由ΑΓ与ΒΓ在第三格中推导出“Α属于某个Β”,而这与“Δ表述每一个Α”一起在第一格中推导出“Δ属于某个Β”,继而这又与“Δ不属于任何Ε”一起在第二格中推导出所设定的“Ε不属于每一个Β”,其中第三格引导所有格,第二格后随于所有格,而第一格居于中间。 应当留心的是,正如在简单的否定三段论中不可能采取超过一个否定前提一样,在复合三段论中也是如此;因为复合三段论的扩展也是通过肯定前提发生的。同样也不能由较多的特称前提构成,而是在复合特称三段论中特称前提也只有一个,正如在简单三段论中那样;但肯定前提和全称前提则正如在简单三段论中那样,在复合三段论中也可以有多个。
- 2.269ἡγεῖται γὰρ ὁ λόγος, οὗ τὸ συμπέρασμα ἄλλου λῆμμά ἐστιν
关系代名词 οὗ 的先行词是 ὁ λόγος,在关系从句中作属格定语(“其结论作为另一[三段论]的前提的那个论证”)。未带名词的 ἄλλου 依据上下文省去了 συλλογισμοῦ 或 λόγου。
- 2.269διὰ τὸ τοῦ μὲν τρίτου τὰ συμπεράσματα ἄν ἐπὶ μέρους εἶναι, εἰ δὲ προστεθείη τῷ συμπεράσματι πρότασις κάτωθεν, ἐν πρώτῳ σχήματι ἀσυλλόγιστον γίνεσθαι τὴν συζυγίαν
由介词 διά 连同中性单数宾格定冠词 τό 所统摄的因果从句结构,其下列出两个并列的不定式短语:εἶναι(逻辑主语为宾格的 τὰ συμπεράσματα)与 γίνεσθαι(逻辑主语为宾格的 τὴν συζυγίαν,内嵌条件从句 εἰ δὲ προστεθείη...)。句中的 ἄν 常被校勘为 ἀεί(总是);在构词与句法上,它构成了第三格在从下位附加前提时无法引导第一格的双重原因说明。
