- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:381.26-382.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解亚里士多德《前分析篇》50a5“在同一个三段论中并非所有的结论都是通过一个格得出的”,通过具体例证说明复合三段论中所有结论均属于同一个格的情况(全第一格、全第二格、全第三格),以及混合不同格的情况(第一格与第二格、第一格与第三格、第二格与第三格)。
" Μὴ λανθανέτω δὲ ἡμᾶς, ὅτι ἐν τῷ αὐτῷ συλλογισμῷ οὐχ ἅπαντα τὰ συμπεράσματα δι’ ἑνὸς σχήματός ἐστιν." Ἐπεὶ ὁ λόγος αὐτῷ, περὶ ἀναλύσεως συλλογισμῶν, εἰσὶ δέ τινες καὶ σύνθετοι συλλογισμοί,1 ἐν οἷς πλείω τὰ συμπεράσματα καὶ πλείους οἱ συλλογισμοί, μὴ λανθανέτω ἡμᾶς, φησίν, ὅτι ἐν τοῖς ἐκ πλειόνων συλλογισμῶν καὶ συμπερασμάτων συγκειμένοις συλλογισμοῖς οὐχ ἅπαντα τὰ συμπεράσματα κατὰ τοὺς συλλογισμοὺς ἅπαντας ἀναγκαῖόν ἐστιν ἐν τῷ αὐτῷ γεγονέναι σχήματι, ἀλλ’ ἐγχωρεῖ τὸ μέν τι συμπέρασμα κατὰ πρῶτον σχῆμα γεγονέναι τῶν ἐν αὐτῷ, τὸ δέ τι κατὰ δεύτερον ἢ τρίτον. ἐν μὲν γὰρ τῷ τοιούτῳ τὸ Α κατὰ παντὸς τοῦ Β, τὸ Β κατὰ παντὸς τοῦ Γ, τὸ Γ κατὰ παντὸς τοῦ Δ’, κἄν τι προσληφθῇ κατὰ τὴν αὐτὴν τάξιν, πάντα τὰ συμπεράσματα ἔσται δι’ ἑνὸς σχήματος· διὰ γὰρ τοῦ πρώτου ὑπὸ μὲν τῶν ΑΒ, ΒΓ συναγομένου τοῦ Α2 ἐν πρώτῳ σχήματι, πάλιν δὲ τοῦ ΑΓ συνάγοντος μετὰ τοῦ Γ τὸ Α ἐν τῷ αὐτῷ σχήματι. ἐὰν δὲ ᾖ τὸ Α τῷ μὲν Β οὐδενὶ τῷ δὲ Γ παντί, τὸ δὲ Β παντὶ τῷ Δ, τὸ ἄρα Γ οὐδενὶ τῷ Δ, σύνθετος μὲν καὶ οὗτος ὁ συλλογισμὸς καὶ τὰ συμπεράσματα [τὰ] ἐν τῷ αὐτῷ σχήματι πάντα, ἀλλ’ οὐκ ἐν τῷ πρώτῳ ἀλλ’ ἐν τῷ δευτέρῳ, ἐκ τῶν ΑΒ, ΑΓ συναγομένου τοῦ ΒΓ τοῦ ‘τὸ Β οὐδενὶ τῷ Γ’ ἀποφατικοῦ ἐν τῷ δευτέρῳ σχήματι, πάλιν δὲ ἐκ τοῦ ΒΓ ἀποφατικοῦ μετὰ τοῦ ΒΔ καταφατικοῦ συναγομένου τοῦ ‘τὸ Γ οὐδενὶ τῷ Δ’, ὃ ἦν κείμενον, ἐν τῷ αὐτῷ σχήματι. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ τοιούτου συνθέτου συλλογισμοῦ ‘τὸ Α καὶ τὸ Β παντὶ τῷ Γ, ἀλλὰ καὶ τὸ Δ παντὶ τῷ Β, τὸ ἄρα Δ τινὶ τῷ Α’· πάλιν γὰρ καὶ οὗτος σύνθετος ὢν ὁ συλλογισμὸς ἔχει πάντα τὰ συμπεράσματα ἐν τῷ τρίτῳ σχήματι. ἐκ μὲν γὰρ τῶν Α, Γ καταφατικῶν καθόλου συνάγεται τὸ Α τινὶ τῷ Β ἐν τρίτῳ σχήματι, τούτου δὲ τοῦ συμπεράσματος μετὰ τοῦ ‘τὸ Δ παντὶ τῷ Β’ συνάγοντος ἐν τῷ αὐτῷ σχήματι τὸ Δ τινὶ τῷ Α. ἂν δὲ ὁ συλλογισμὸς οὕτως ἔχῃ ‘τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, τὸ Α οὐδενὶ τῷ Δ, τὸ ἄρα Δ οὐδενὶ τῷ Γ’, ὁ μὲν συλλογισμὸς σύνθετος καὶ οὕτως, ἀλλ’ οὐκέτ’ ἐν τῷ αὐτῷ σχήματι τὰ συμπεράσματα πάντα, ἀλλ’ ἔσται αὐτῶν τὸ μὲν ἐν πρώτῳ σχήματι, τὸ δὲ ἐν δευτέρῳ· ὑπὸ μὲν γὰρ τῶν Α, Β ἐν πρώτῳ σχήματι συνάγεται τὸ Α, τοῦτο δὲ μετὰ τοῦ ‘τὸ Α οὐδενὶ τῷ Δ’ συνάγει τὸ Δ οὐδενὶ τῷ Γ ἐν δευτέρῳ σχήματι. ἂν δὲ ὁ συλλογισμὸς ᾖ τοιοῦτος ‘τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, τὸ Δ παντὶ ἢ τινὶ τῷ Γ, τὸ ἄρα Α τινὶ τῷ Δ’, σύνθετος μὲν ὁ συλλογισμός, ἀλλὰ τὸ μὲν ἐν πρώτῳ συναχθήσεται, τὸ δὲ ἐν τρίτῳ· τὸ μὲν γὰρ Α παντὶ τῷ Γ ἐν πρώτῳ σχήματι συνάγεται διὰ τῶν Α, Β, τὸ δὲ Α μετὰ τοῦ ‘τὸ Δ παντὶ ἢ τινὶ τῷ Γ’ συνάγει τὸ Α τινὶ τῷ Δ ἐν τρίτῳ σχήματι. πάλιν ἂν ᾖ συλλογισμὸς τοιοῦτος ‘τὸ Α οὐδενὶ μὲν τῷ Β, παντὶ δὲ τῷ Γ, ἀλλὰ καὶ τὸ Δ παντὶ τῷ Γ, τὸ ἄρα Β οὐ παντὶ τῷ Δ’, τὸ μὲν ἕτερον συμπέρασμα ἔσται ἐν δευτέρῳ σχήματι, τὸ δ’ ἕτερον ἐν τρίτῳ. τὸ μὲν γὰρ Β οὐδενὶ τῷ Γ συνάγεται ἐν δευτέρῳ σχήματι ὑπὸ τῶν ΑΒ, ΑΓ, τοῦτο δὲ μετὰ τοῦ ‘τὸ Δ παντὶ τῷ Γ’ συνάγει τὸ κείμενον τὸ ‘τὸ Β οὐ παντὶ τῷ Δ’.
“但不应让我们忽略的是,在同一个三段论中,并非所有的结论都是通过一个格得出的。” 既然他的论述是关于三段论的还原,而且也存在某些复合三段论,在其中有较多的结论和较多的三段论,因此他说,不应让我们忽略的是,在由较多的三段论和结论构成的三段论中,并非所有的结论在所有的三段论中都必然产生于同一个格,而是其中某一个结论完全可能产生于第一格,而另一个结论产生于第二格或第三格。因为一方面,在诸如“Α表述每一个Β,Β表述每一个Γ,Γ表述每一个Δ”这样的情况中,即使按照相同的次序再补充任何前提,所有的结论都将是通过同一个格得出的;因为通过第一格,由ΑΒ与ΒΓ在第一格中推导出Α[表述Γ],继而ΑΓ又与Γ[Δ]一起在同一个格中推导出Α[表述Δ]。另一方面,如果“Α不属于任何Β但属于每一个Γ,而Β属于每一个Δ,所以Γ不属于任何Δ”,这一个三段论也是复合的,并且所有的结论都在同一个格中,但不是在第一格而是在第二格中,这是因为由ΑΒ与ΑΓ在第二格中推导出否定的ΒΓ即“Β不属于任何Γ”,继而又由否定的ΒΓ与肯定的ΒΔ一起在同一个格中推导出所设定的“Γ不属于任何Δ”。同样,在诸如这样的复合三段论中也是如此:“Α与Β属于每一个Γ,但Δ也属于每一个Β,所以Δ属于某个Α”;因为这一个三段论作为复合三段论,其所有的结论同样都在第三格中。因为从全称肯定的Α与[Β关于]Γ的前提中,在第三格中推导出“Α属于某个Β”,而这一个结论与“Δ属于每一个Β”一起,在同一个格中推导出“Δ属于某个Α”。但如果三段论是这样的:“Α表述每一个Β,Β表述每一个Γ,Α不属于任何Δ,所以Δ不属于任何Γ”,那么三段论即便如此是复合的,结论却不再全部都在同一个格中,而是其中一个在第一格中,另一个在第二格中;因为由Α与Β[的前提]在第一格中推导出Α[表述Γ],而这与“Α不属于任何Δ”一起,在第二格中推导出“Δ不属于任何Γ”。如果三段论是诸如这样的:“Α表述每一个Β,Β表述每一个Γ,Δ属于每一个或某个Γ,所以Α属于某个Δ”,那么三段论虽然是复合的,但一个[结论]将在第一格中被推导出,另一个将在第三格中被推导出;因为通过Α与Β[的前提]在第一格中推导出“Α表述每一个Γ”,而Α[Γ]与“Δ属于每一个或某个Γ”一起在第三格中推导出“Α属于某个Δ”。再者,如果三段论是诸如这样的:“Α不属于任何Β但属于每一个Γ,而Δ也属于每一个Γ,所以Β不属于每一个Δ”,那么一个结论将在第二格中,另一个结论将在第三格中。因为由ΑΒ与ΑΓ在第二格中推导出“Β不属于任何Γ”,而这与“Δ属于每一个Γ”一起推导出所设定的“Β不属于每一个Δ”。
- 2.269Ἐπεὶ ὁ λόγος αὐτῷ, περὶ ἀναλύσεως συλλογισμῶν, εἰσὶ δέ τινες καὶ σύνθετοι συλλογισμοί
在由 ἐπεί(既然/因为)引导的原因从句中省略了系动词 ἐστί(即 ὁ λόγος αὐτῷ [ἐστι] περὶ...)。随后通过连词 δέ 并列了分句 εἰσὶ δέ...,主句则从 μὴ λανθανέτω ἡμᾶς, φησίν(他说,不应让我们忽略)开始。
- 2.269ὑπὸ μὲν τῶν ΑΒ, ΒΓ συναγομένου τοῦ Α ἐν πρώτῳ σχήματι, πάλιν δὲ τοῦ ΑΓ συνάγοντος μετὰ τοῦ Γ τὸ Α
两个独立属格结构由 μὲν ... δέ 相对比。前半句使用被动分词 συναγομένου(主语为结论项 Α,即“Α表述Γ”),后半句使用主动分词 συνάγοντος(主语为前一结论作为前提的 ΑΓ,支配宾语 Α,即“Α表述Δ”);其中的 μετὰ τοῦ Γ 依上下文指包含项 Γ 的前提 ΓΔ。
