← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§380.28-381.25

词项的整体与部分关系及设定的教学作用

亚历山大阐释了第一格中述词与主词之间整体与部分的关系及其在其他格中的适用(49b37),随后通过比拟几何学中的感性图示,论证以字母进行设定仅是便于理解的教学手段(50a1)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.267

" Ὅλως γὰρ ὃ μή ἐστιν ὡς ὅλον πρὸς μέρος καὶ ἄλλο πρὸς τοῦτο ὡς μέρος πρὸς ὅλον." Ἣν ἐκτέθειται ἀκολουθίαν καὶ συμπλοκὴν προτάσεων,1 ἐν πρώτῳ ἐστὶ σχήματι, τρόπον δέ τινα καὶ ἐν τοῖς ἄλλοις σχήμασιν ἡ αὐτὴ τάξις τῷ κἀκεῖνα δείκνυσθαι συλλογιστικὰ διὰ τοῦ πρώτου σχήματος. λέγει δὲ ὡς ὅλον μὲν τὸν κατηγορούμενον ὅρον, ὡς μέρος δὲ τὸν ὑποκείμενον, τὸ ὡς προστιθείς, ὅτι μήτε πάντως ὁ κατηγορούμενος ἐπὶ πλέον μήτε πᾶν τὸ ἐπὶ πλέον τινὸς ὂν ὡς μέρους αὐτοῦ ὑπερέχει· οὐ γὰρ εἰ τὸ λευκὸν ἐπὶ πλέον τοῦ ἀνθρώπου, ἤδη ὁ ἄνθρωπος μέρος ἐστὶ τοῦ λευκοῦ.

“因为总括而言,凡不是作为整体对于部分、而另一者对于它作为部分对于整体的”他所摆出的前提的承接与结合属于第一格,但在某种方式上同样的秩序也存在于其他诸格中,这是由于那些格也通过第一格被证明是三段论式的。他把述词项称为整体,把主词项称为部分,加上“作为”,是因为述词既非在任何情况下都外延更广,也非每一个外延超过某物的事物都作为整体对部分而超出它;因为并不由于“白”的外延超过“人”,人就已经是白的一部分了。

§2.268

"Τῷ δ’ ἐκτίθεσθαι προσχρώμεθα ὥσπερ καὶ τῷ αἰσθάνεσθαι τὸν μανθάνοντα λέγοντες.2" Εἰπών, ὅτι οὐ παρὰ τοὺς ἐκτιθεμένους ὅρους δείκνυταί τι (οὐδὲν γὰρ τὰ στοιχεῖα πρὸς τὰ δεικνύμενα συντελεῖ παρ’ αὐτῶν), νῦν λέγει, διὰ τί ὅλως αὐτοῖς προσχρώμεθα· διὰ γὰρ τὸ εὐπαρακολουθητότερα τὰ λεγόμενα ἐπὶ τῆς καταγραφῆς εἶναι, ὥσπερ καὶ ἐπὶ τῶν γεωμετρικῶν δείξεων αἰσθητά τινα λαμβάνομεν ἐν ταῖς καταγραφαῖς οὐ περὶ αἰσθητῶν τὰς ἀποδείξεις ποιούμενοι ὑπὲρ τοῦ εὐπαρακολουθητότερα τοῖς μανθάνουσι τὰ δεικνύμενα γίνεσθαι, ἐπεὶ οὐδὲν ἔλαττον καὶ λόγῳ ψιλῷ διεξιόντες ταῦτα δεικνύουσι καὶ χωρὶς καταγραφῆς. τὸ οὖν ὥσπερ καὶ τῷ αἰσθάνεσθαι τὸν μανθάνοντα λέγοντες ἴσον ἂν εἴη τῷ ‘ὥσπερ καὶ αἰσθητοῖς τισι πρὸς τὴν μάθησιν καὶ διδασκαλίαν τινῶν προσχρώμεθα λέγοντες ἐπὶ τούτων, ἃ δείκνυμεν’· ταῦτα δ’ ἐστὶ τὰ γεωμετρικά. τὸ γὰρ ὥσπερ καὶ τῷ αἰσθάνεσθαι τὸν μανθάνοντα λέγοντες σημαίνει, ὅτι πολλάκις διδάσκοντές τι οὐκ αἰσθητὸν τὰς δείξεις ποιούμεθα τοῖς μανθάνουσιν ἐπὶ αἰσθητῶν παραδειγμάτων διὰ τούτων ἐφιστῶντες αὐτοὺς ἐπὶ τὴν τῶν οὐκ αἰσθητῶν νόησιν. οὔτε γὰρ τότε χρώμεθα ταῖς τῶν αἰσθητῶν παραβολαῖς ὡς ἐπ’ ἐκείνων καὶ δι’ ἐκείνων γινομένης τῆς δείξεως, οὔτε τῇ τῶν στοιχείων ἐκθέσει ὡς ἄνευ τούτων μὴ δυναμένου γενέσθαι τοῦ συλλογισμοῦ ὥσπερ ἐπὶ τῶν προτάσεων τῶν οἰκείων, ἐξ ὧν ὁ συλλογισμός. ἐκείνων μὲν 〈γὰρ〉 χωρὶς οὐχ οἷόν τε τὸν κατ’ αὐτὰς γενέσθαι συλλογισμόν· τὰ δὲ στοιχεῖα οὐδέν ἐστι τῶν δεικνυμένων μέρος. καὶ εἴη ἂν ἴσον τὸ εἰρημένον τῷ ‘ὥσπερ καὶ οἱ ὑπὲρ τοῦ αἰσθάνεσθαι τὸν μανθάνοντα λέγοντες ἐπὶ τοιούτων’.

“我们利用设定,正如我们为了使学习者感知而说话一样。” 在指出并非由于被设定的各项而证明出任何东西(因为字母自身对被证明之事毫无贡献)之后,他现在说明为什么我们总归要利用它们:因为通过图画,所讲的内容更容易被人跟进,正如在几何证明中我们在图画里取用某些可感知之物,并非关于可感知之物做出证明,而是为了使被证明之事对于学习者更容易跟进,因为即使仅仅通过口述而不借助图画来推演这些内容,人们也同样能够证明。因此,“正如我们为了使学习者感知而说话一样”,就等同于“正如我们在所证明的事物上说话时,为了某些知识的学习与传授也利用某些可感知之物” ——而这些就是几何学的事物。因为“正如我们为了使学习者感知而说话一样”意味着,我们往往在传授某种不可感知之物时,在可感知的例证上对学习者做出证明,通过这些例证引导他们去理解不可感知之物。因为我们在那时既不是把可感知之物的比拟当作证明是建立在它们之上并通过它们而进行的来使用,也不是把字母的设定当作没有这些字母三段论就无法产生来使用,就像产生三段论的本有前提那样。因为没有那些前提,依据它们的三段论就不可能产生;但字母并不是被证明之事的任何部分。所说的这句话等同于“正如在这类事物上为了使学习者感知而说话的人们那样”。

语法注2 条
  1. 2.267Ἣν ἐκτέθειται ἀκολουθίαν καὶ συμπλοκὴν προτάσεων

    倒装吸引结构(先行词同化),先行词(ἀκολουθίαν καὶ συμπλοκὴν προτάσεων)被吸收入关系从句中,并与关系代词 Ἣν 一致采用宾格。主句的主词(相当于 αὕτη)被省略,整句骨干为:“他所摆出的前提的承接与结合,[这]属于第一格”。

  2. 2.268ὥσπερ καὶ τῷ αἰσθάνεσθαι τὸν μανθάνοντα λέγοντες

    引文中的 τῷ αἰσθάνεσθαι 是与前面的 τῷ ἐκτίθεσθαι 并列的带冠词与格不定式,表手段或目的(“为了使……感知”)。λέγοντες 是与主语(我们)一致的分词。亚历山大将其转述为 ὑπὲρ τοῦ αἰσθάνεσθαι... λέγοντες(为了使学习者感知而说话),以此确立其教学目的性的解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:380.28-381.25