- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:379.12-380.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德关于通过设定项并不导致荒谬的论述(49b32)进行注解,通过几何作图的比喻说明字母本身只是形式记号,并不影响推论的有效性与否,在字母上所作的证明仅仅是三段论样式的草图。
" Οὐ δεῖ δ’ οἴεσθαι παρὰ τὸ ἐκτίθεσθαί τι συμβαίνειν ἄτοπον." Ἔκθεσιν μὲν λέγει τὴν τῶν ὅρων καταγραφήν. ἐπεὶ δὲ ἐν τῇ τῶν συλλογισμῶν παραδόσει κέχρηται τοῖς στοιχείοις ἀντὶ τῶν ὅρων καὶ ἐπ’ αὐτῶν δέδειχε τάς τε συλλογιστικὰς συζυγίας καὶ τὰς ἀσυλλογίστους, νῦν λέγει περὶ τούτου, ὅτι μὴ παρὰ τὴν τοιαύτην λῆψιν τῶν ὅρων καὶ ἔκθεσιν ὑπολαμβάνειν χρὴ ἄτοπόν τι καὶ ψεῦδος συμβαίνειν ὡς τῆς τῶν στοιχείων λήψεως αἰτίας γινομένης τοῦ δοκεῖν δείκνυσθαί τι συνάγον ἢ μὴ δείκνυσθαι,1 ὡς πολλάκις δείκνυταί τινα παρὰ τὴν ὕλην συνάγοντά τι οὐκ ὄντα συλλογιστικά. οὐδὲν γὰρ προσχρώμεθα ἐν τῇ διὰ τῶν στοιχείων λήψει (ἐκ δὲ τῶν οὕτως ἐχόντων πρὸς ἄλληλα ἡ κατὰ τοὺς συλλογιστικοὺς δεῖξις· ὅταν γὰρ τὸ μὲν ὡς ὅλον τὸ δὲ ὡς μέρος) τῇ οἰκειότητι τῇ πρὸς ἀλλήλους τῶν ὅρων2 ὡς διὰ τούτου δεικνύναι τὸ συναγόμενον, οἷον ὅτι τόδε τοῦδέ ἐστι γένος ἢ τόδε τοῦδέ ἐστιν ἴδιον ἢ ὁρισμός, ὥσπερ ἂν εἰ τὴν ὕλην παρετίθεμεθα· τὰ γὰρ στοιχεῖα αὐτὰ μόνον σημεῖα κοινὰ τῶν ὅρων εἴληπται οὐδὲν παρ’ αὐτῶν συντελοῦντα εἰς τὸ ἢ συνακτικὴν δειχθῆναι τὴν συζυγίαν ἢ ἀσύνακτον. ὡς γὰρ ὁ γεωμέτρης ὑπὲρ σαφηνείας τῆς κατὰ τὴν διδασκαλίαν καταγραφὴν ποιεῖταί τινα καὶ λέγει ‘ἔστω ποδιαία ἥδε, ἢ ἔστω εὐθεῖα ἥδε’ οὔτε τὴν ποδιαίαν ποδιαίαν λαμβάνων οὔτε τὴν εὐθεῖαν εὐθεῖαν, οὐδὲ τοῖς καταγεγραμμένοις προσχρώμενος δείκνυσιν αὐτῷ τὸ προκείμενον, ἀλλὰ τούτοις σημείοις χρῆται οὐδὲν συντελοῦσιν οὐδὲ συνεισφέρουσι πρὸς τὸ δεικνύμενον (οὐδὲν γὰρ ἔλαττον καὶ μὴ καταγράψας ταύτας μηδὲ προσχρησάμενος αὐταῖς δύναται δεῖξαι τὸ προκείμενον), ἀλλ’ ὑπὲρ τοῦ εὖ παρακολουθῆσαι † τούτου ἐν τοῖς λεγομένοις λαμβάνει ταῦτα, ἵν’ ἔχουσά πως ἡ διάνοια ἐπαναπαύεσθαι τούτοις ῥᾷον παρακολουθῇ, οὕτως καὶ ἡμεῖς τῶν στοιχείων τὴν ἔκθεσιν πεποιήμεθα3 οὐδὲν ἡμῖν εἰς τὰ δεικνύμενα παρ’ αὐτῶν συνεισφερόντων. οὐ γὰρ παρὰ τὸ τὸ μὲν Α αὐτῶν εἶναι τὸ δὲ Β ἢ [τὸ] Γ ἡ συναγωγή· τὸ γὰρ αὐτὸ γίνεται, κἂν ἄλλοις ἀντὶ τούτων χρησώμεθα. ὃ οὐ γίνεται ἐπὶ τοῦ ‘πᾶς ἄνθρωπος ζῷον, πᾶν γελαστικὸν ζῷον’· ἐκ γὰρ τούτων συνάγεσθαι δοκεῖ τὸ πάντα ἄνθρωπον γελαστικὸν εἶναι. ἀλλὰ τοῦτο διὰ τὴν τῶν εἰλημμένων ὅρων σχέσιν ποιὰν πρὸς ἀλλήλους, οὐ διὰ τὸ σχῆμα· ἄλλων γὰρ ὅρων ἐν τῇ τοιαύτῃ συζυγίᾳ ληφθέντων οὐδὲν συνάγεται, ὥσπερ ἐπὶ τῶν ‘πᾶς ἄνθρωπος ζῷον, πᾶς ἵππος ζῷον’. ἐπὶ δὲ τῆς τῶν στοιχείων ἐκθέσεως οὐχ οὕτως· ὃ ἔδειξε καὶ αὐτὸς ἄλλοτε ἄλλοις χρησάμενος καθ’ ἕκαστον σχῆμα. οὐ γὰρ ἔστιν ἐπὶ τῶν στοιχείων, ἵνα τὸ μὲν ὡς ὅλον τὸ δ’ ὡς μέρος τούτου ληφθῇ, ὡς ἔχει τὸ ἔμψυχον καὶ τὸ ζῷον· τὸ μὲν γὰρ ὡς ὅλον ἐστίν (ἐπὶ πλέον γὰρ καὶ καθόλου τὸ ἔμψυχον), τὸ δ’ ὡς μέρος [καὶ τούτου ἐλήφθη, ὡς ἔχει τὸ ἔμψυχον τὸ ζῷον]. καὶ πάλιν ἂν ἄλλο τι πρὸς τοῦτο τὸ ζῷον, ὃ ἦν ὡς μέρος εἰλημμένον ἐν τῇ πρώτῃ προτάσει, ὡς μέρος πρὸς ὅλον ληφθῇ, οἷον ὁ ἄνθρωπος (μέρος γὰρ τοῦ ζῴου, ὃ ἦν μέρος τοῦ ἐμψύχου), ἐκ τῶν οὕτως ἐχόντων, τοῦτ’ ἔστιν ὡς τὸν μὲν κατηγορεῖσθαι τὸν δὲ ὑποκεῖσθαι τῶν ὅρων ἐν ταῖς προτάσεσιν, αἱ δείξεις. ἐξ οὐδενὸς γὰρ τῶν, ἃ μὴ ἔχει πρὸς ἄλληλα οἰκειότητα, οἷόν τέ τι δειχθῆναι συναγόμενον συλλογιστικῶς. τὰ δὲ στοιχεῖα οὐδεμίαν τοιαύτην ἔχει σχέσιν πρὸς ἄλληλα. οὔκουν παρὰ ταῦτα ἢ συμβαίνει τι ἢ οὐ συμβαίνει. διὸ καὶ ἐπὶ τοιούτων αἱ δείξεις, ὃ οὐκέτ’ ἐνῆν λέγειν, εἰ ἐπὶ ὕλης ἡμῖν, ἐφ’ ὧν χρώμεθα τοῖς συλλογισμοῖς, αἱ δείξεις ἐγίνοντο· παρὰ γὰρ τὴν ταύτης διαφορὰν πολλάκις συνακτικόν τι φαίνεται οὐκ ὂν τοιοῦτον. ὥστ’ οὐδὲ γίνεται συλλογισμός. ὅτι αἱ ἐπὶ τῶν τοιούτων στοιχείων δείξεις ὑπογραφαὶ συλλογιστικῶν εἰσι τρόπων, οὐ μὴν ἤδη συλλογισμοί, ἐδήλωσεν· ὁ γὰρ συλλογισμὸς μετὰ τῆς ὕλης, ἐφ’ ἧς τι δείκνυται.
“不应当认为因设定而产生任何荒谬。” 他所说的“设定”,是指把项书写下来。由于他在传授三段论时,使用了字母来代替各项,并在这些字母上展示了可推论的和不可推论的组合,所以现在他就此说道:不应当认为由于对各项的这种设定和摆出,就会产生任何荒谬和虚假,仿佛设定字母乃是表现出推导出结论或没有推导出结论的原因似的,正如往往有某些东西因质料而被证明推导出结论,尽管它们并不是三段论式的。因为我们在通过字母设定时,绝没有利用各项相互之间的固有关系(而按照三段论式的证明正是出自相互具有这种关系的事物;因为每当一者作为整体,而另一者作为部分时)来由此证明被推导出的结论,例如这个是那个的属,或者这个是那个的固有属性或定义,就好像我们摆出质料一样;因为字母本身仅仅被作为各项的共同记号来取用,自身对于证明该组合是可推论的还是不可推论的没有任何贡献。因为正如几何学家为了教学中的明晰而画出某种图形,并说“设这是有一尺长的线,或设这是一条直线”,他既没有把一尺长的线当作真有一尺长来设定,也没有把直线当作真正的直线来设定,更不是利用画出的图形来证明所提出的论题,而是将这些用作对被证明之事毫无贡献、毫无协助的记号(因为即使他不画出这些图形也不利用它们,他完全同样能够证明所提出的论题),而只是为了让人能很好地跟上所讲的内容才设定这些,以便理智在某种程度上有所依凭而更容易跟进——同样地,我们也做出了字母的设定,而它们本身对被证明之事毫无协助。因为推导并不是由于它们中一个是Α而另一个是Β或Γ;因为即使我们使用其他字母代替这些,结果也是一样的。而这在“所有人都是动物,所有能笑的都是动物”中并不会发生;因为从这些前提中,似乎推导出了“所有人都是能笑的”。但这是由于所设定的各项相互之间的某种性质关系,而不是由于格;因为在这样的组合中如果设定其他的项,就推导不出任何东西,正如在“所有人都是动物,所有的马都是动物”中那样。但在字母的设定中却并非如此;他自己也在每个格中通过不同时候使用不同的字母表明了这一点。因为在字母的情形中,不可能像“有生命的”和“动物”那样,一者被取为整体,而另一者被取为它的部分;因为前者是作为整体(因为“有生命的”外延更广且是全称的),而后者是作为部分。并且,如果相对于在第一个前提中被取为部分的“动物”,另有某物又被取为整体之下的部分,例如“人”(因为他是动物的一部分,而动物是有生命的一部分),证明正是出自具有这种关系的事物,也就是在诸前提中项的一者作为述词、另一者作为主词。因为从不具有相互固有关系的事物中,不可能证明出任何在三段论上被推导出的结论。而字母相互之间根本没有这种关系。因此,既没有任何事情由于它们而发生,也没有任何事情由于它们而不发生。所以,证明正是在这类事物上进行的;如果我们是在我们运用三段论的质料上进行证明,我们就不能再这样说了;因为由于质料的差异,往往某种东西看似是可推论的,而实际上并非如此。因此甚至根本不能形成三段论。他表明,在这种字母上的证明只是三段论形式的草图,绝非已经是现实的三段论;因为三段论是伴随着质料的,某物正是在质料上被证明的。
- 2.266ὡς τῆς τῶν στοιχείων λήψεως αἰτίας γινομένης τοῦ δοκεῖν δείκνυσθαί τι συνάγον ἢ μὴ δείκνυσθαι
连词 ὡς 引导属格独立结构(τῆς ... λήψεως αἰτίας γινομένης),表示在 ὑπολαμβάνειν χρὴ 之下应当被否定的主观判断或假定原因。冠词化不定词 τοῦ δοκεῖν 作为 αἰτίας 的属格补足语。
- 2.266οὐδὲν γὰρ προσχρώμεθα ἐν τῇ διὰ τῶν στοιχείων λήψει ... τῇ οἰκειότητι τῇ πρὸς ἀλλήλους τῶν ὅρων
动词 προσχρώμεθα 的与格补足语是 τῇ οἰκειότητι τῇ πρὸς ἀλλήλους τῶν ὅρων,中间被较长的插入语(ἐκ δὲ τῶν οὕτως ἐχόντων ...)隔开。 οὐδέν 作内部副词性宾格(意为“绝不”)。
- 2.266ὡς γὰρ ὁ γεωμέτρης ... οὕτως καὶ ἡμεῖς τῶν στοιχείων τὴν ἔκθεσιν πεποιήμεθα
由 ὡς ... οὕτως καί 引导的长篇相应比较句。几何学家假定图形的比喻(ὡς ὁ γεωμέτρης ...)包含了层层分词短语和从属从句,最终收束于主句 οὕτως καὶ ἡμεῖς ...。
