- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:377.21-379.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《前分析篇》49b25–30中讨论大前提表述中的不定性与全称性的区别以及三项关系中的涵义,亚历山大借助泰奥弗拉斯托斯在《论肯定》中关于“附加命题”的学说,阐明了前提的数量限定对推论有效性的影响。
" Εἰ μέντοι τὸ Α λέγεται, καθ’ οὗ ἂν τὸ Β λέγηται, κατὰ παντός." Ἀδιόριστον πάλιν λαμβάνει τὴν ἐλάττονα· τοιοῦτον γάρ ἐστι τὸ καθ’ οὗ 〈ἂν〉 ἄλλο ὂν τοῦ ‘καθ’ ὅτου ἄν’, ὥσπερ καὶ τὸ ‘καθ’ οὗ’ τοῦ ‘καθ’ ὅτου’. καὶ ἔστιν αὕτη ἡ αὐτὴ τῇ ἐν ἀρχῇ εἰρημένῃ τῇ “ᾧ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ Α ὑπάρχει”. ἂν δὴ οὕτως ἡ πρότασις ληφθῇ ἀδιορίστως καὶ ᾖ ἀληθὴς τῷ τὴν ἐπὶ μέρους ἀληθῆ εἶναι1 τὴν ‘ᾧ τὸ Β τινί, τὸ Α παντί’, ὡς τὸ Β τινὶ τῷ Γ ὑπάρχειν, ἀλλὰ μὴ παντί· τοῦτο γὰρ δηλοῖ τὸ οὐδὲν κωλύει 〈, εἰ〉 τῷ Γ ὑπάρχει τὸ Β μὴ παντὶ δέ, τὸ Α ὅλως μὴ ὑπάρχειν· τότε γὰρ ἔσται ἀσυλλόγιστος, ὅταν τὸ ἀδιορίστως εἰλημμένον τῷ ἐπὶ μέρους ἐφαρμόζῃ. τὸ γὰρ ‘ᾧ τὸ Β, τὸ Α παντί’ ἀσυλλόγιστον, ὅταν ἴσον ᾖ τῷ ‘ᾧ τὸ Β τινί, τὸ Α παντί’, ὃ ἴσον ἐστὶ τῷ ‘ᾧ τὸ Β, τὸ Α 〈παντί〉’· τότε γὰρ γίνεται τὸ Α τινὶ τῷ Β. τοῦτο δὲ γίνεται, ὅταν ἴσον ᾖ τὸ ‘ᾧ τὸ Β [τινί], τὸ Α παντί’ ἀδιορίστως εἰρημένον τῷ ‘ᾧ τὸ Β τινί, τὸ Α παντί’, ὡς προείρηται, ὃ ἐδήλωσε διὰ τοῦ εἰ τῷ Γ ὑπάρχει τὸ Β, μή παντὶ δέ· γίνεται γὰρ οὔσης ταύτης τοιαύτης ἡ μείζων ἡ Α ἐπὶ μέρους λαμβανομένη, ὡς προείρηται. καὶ ἐπέξεισι δὲ τὰ προειρημένα· οὕτως γὰρ ληφθείσης τῆς ΒΓ οὐκέτ’ ἀληθὲς τὸ τὸ Α τῷ Γ ὑπάρχειν· οὕτως γὰρ ληφθεισῶν γίνεται ἡ μείζων, ὡς ἔφαμεν, ἐπὶ μέρους.
“但是,如果凡被述说Β的对象,Α都对其全体被述说。” 他又一次把小前提取为不定的;因为“凡被述说……的对象”有别于“凡被述说的任何对象”,正如“凡……的对象”有别于“凡任何对象”一样。而这一前提与开头所说的“凡Β所属于的对象,Α都属于其全体”是同一的。因此,如果前提如此不确定地被设定,并且由于特称前提“凡Β属于其一部分的对象,Α都属于其全体”为真而为真——正如Β属于某部分的Γ而非全部;因为“如果Β属于Γ但并非属于全部,则没有任何东西妨碍Α完全不属于”所表明的就是这一点——,那么推论将是无推论的,只要不确定地设定的前提适合于特称前提。因为当“凡Β所属于的对象,Α都属于其全体”等同于“凡Β属于其一部分的对象,Α都属于其全体”时,它是无推论的,而这等同于“凡Β所属于的对象,Α属于其全体”;因为此时Α变成了属于某部分的Β。而正如前述,当不确定地表述的“凡Β所属于的对象,Α都属于其全体”等同于“凡Β属于其一部分的对象,Α都属于其全体”时,这种情况就会发生,他通过“如果Β属于Γ但并非属于全部”表明了这一点;因为当这个前提如此时,大前提Α正如前述那样被取为了特称。并且他进一步阐发了前述内容;因为当前提ΒΓ如此被设定时,Α属于Γ就不再是真的;因为正如我们所说,当它们如此被设定时,大前提就变成了特称。
"Ἐν δὲ τοῖς τρισὶν ὅροις δῆλον ὅτι τὸ καθ’ οὗ τὸ Β, παντὸς 〈τὸ Α〉 λέγεσθαι, τοῦτ’ ἔστι, καθ’ ὅσων τὸ Β λέγεται, κατὰ πάντων λέγεσθαι καὶ τὸ Α." Ὃ λέγει, τοιοῦτόν ἐστιν, ὅτι ἐν ταῖς τοιαύταις προτάσεσιν,2 αἳ δυνάμει τοὺς τρεῖς ὅρους ἐν αὑταῖς ἔχουσιν, ὁποῖαί εἰσιν, ἃς ἐξέθετο νῦν, καὶ ὅλως αἱ κατὰ πρόσληψιν ὑπὸ Θεοφράστου λεγόμεναι (αὗται γὰρ τοὺς τρεῖς ὅρους ἔχουσί πως· ἐν γὰρ τῇ ‘καθ’ οὗ τὸ Β παντός, κατ’ ἐκείνου καὶ τὸ Α παντός’ ἐν τοῖς δύο ὅροις, τῷ τε Β καὶ τῷ Α, τοῖς ὡρισμένοις ἤδη πως περιείληπται καὶ ὁ τρίτος, καθ’ οὗ τὸ Β κατηγορεῖται, πλὴν οὐχ ὁμοίως ἐκείνοις ὡρισμένος καὶ φανερός), ἐν δὴ ταῖς τοιαύταις προτάσεσιν, αἳ τῇ λέξει μόνον τῶν κατηγορικῶν διαφέρειν δοκοῦσιν, ὡς ἔδειξεν ἐν τῷ Περὶ καταφάσεως ὁ Θεόφραστος, φησίν, ὅτι ἡ οὕτως λαμβανομένη, ὅτι καθ’ οὗ τὸ Β παντός, κατ’ ἐκείνου παντὸς τὸ Α, σημαίνει τὸ καθ’ ὅσων τὸ Β λέγεται, κατὰ πάντων τούτων λέγεσθαι καὶ τὸ Α· τοῦτο γὰρ ἐδείχθη. διὸ εἰ μὲν εἴη τῷ Β τὸ κατὰ παντὸς προσκείμενον, καὶ τὸ Α κατὰ παντὸς ἔσται τοῦ Β· οὕτως δὲ καὶ καθ’ ὧν τὸ Β κατηγορεῖται, καὶ τὸ Α κατηγορηθήσεται. εἰ δὲ μὴ εἴη τῷ Β τὸ κατὰ παντὸς προσκείμενον ἐν τῇ κατὰ πρόσληψιν προτάσει, ἀλλ’ ἀδιορίστως λαμβάνοιτο, οὐκέτι τὸ Α κατὰ παντὸς κατηγορηθήσεται τοῦ Β· οὕτως δέ, ὃ ἂν προσληφθῇ, ἀσυλλόγιστος ἡ συμπλοκή.
“但在三个项的情形中,显然,凡被述说Β的对象,[Α]都对其全体被述说,这就是说,凡被述说Β的事物有多少,Α也对所有这些事物被述说。” 他所说的是这样的:在潜能地将三个项包含在自身的这类前提中——正如他刚才所展示的前提,以及总的来说被泰奥弗拉斯托斯称为通过附加的前提(因为这些前提在某种程度上包含着三个项;因为在“凡全部被述说Β的对象,Α也对其全体被述说”中,在Β和Α这两个已经被确定的项之中,第三个项,即Β所对其述说的对象,也在某种程度上被包含在内,只是不像前两者那样确定和明显)——,在这些在泰奥弗拉斯托斯于《论肯定》中所展示的、看似仅在措辞上不同于定言命题的这类前提中,他(亚里士多德)说,如此设定的命题,即“凡全部被述说Β的对象,Α都对其全体”,意味着凡被述说Β的事物有多少,Α也对所有这些事物被述说;因为这已经被证明了。因此,如果“对全体”被附加给Β,Α也将对全部的Β被述说;而这样一来,凡Β所被述说的对象,Α也将对其被述说。但是,如果在通过附加的命题中,“对全体”没有被附加给Β,而是不确定地被设定,那么Α将不再对全部的Β被述说;而这样一来,无论附加什么,其结合都是无推论的。
"Καὶ εἰ μὲν κατὰ παντὸς τὸ Β, καὶ τὸ Α οὕτως." Λαβὼν ἐν τῷ “καθ’ οὗ τὸ Β παντὸς τὸ Α λέγεσθαι” τὴν μείζονα πρότασιν τὴν Α καθόλου (ἴσον γὰρ τῷ “καθ’ οὗ τὸ Β παντὸς τὸ Α” τὸ ‘κατὰ παντὸς τοῦ Β τὸ Α’), ἐπειδὴ τῆς ἐλάττονος προτάσεως καὶ ἐπὶ μέρους οὔσης καταφατικῆς καὶ καθόλου συλλογιστικὴ ἡ συζυγία, ἀλλὰ καθόλου μὲν οὔσης καὶ τὸ συμπέρασμα καθόλου, ἐπὶ μέρους δὲ τοιοῦτον καὶ τὸ συμπέρασμα, διὰ τοῦτο προσέθηκε3 τούτου ὂν δηλωτικὸν τὸ καὶ εἰ μὲν κατὰ παντὸς τὸ Β, καὶ τὸ Α οὕτως· εἰ δὲ μὴ κατὰ παντός, ὡς εἶναι τὴν τάξιν τοιαύτην ‘καθ’ ὅσων ἂν τὸ Β, κατὰ πάντων τὸ Α’, ἔπειτα ‘τὸ δὲ Β κατὰ τινὸς τοῦ Γ, καὶ τὸ Α ἄρα’ ἢ ‘τὸ δὲ Β κατὰ παντὸς τοῦ Γ, ὥστε καὶ τὸ Α’. τὸ δὲ οὐκ ἀνάγκη τὸ Α κατὰ παντὸς ἴσον ἐστὶ τῷ ‘οὐδὲ τὸ Α κατὰ παντὸς συλλογιστικῶς τοῦ ὑπὸ τὸ Β κατηγορηθήσεται, εἰ τὸ Β αὐτῷ τινὶ ὑπάρχοι’. ὁ μέντοι Θεόφραστος ἐν τῷ Περὶ καταφάσεως τὴν ‘καθ’ οὗ τὸ Β, τὸ Α’ ὡς ἴσον δυναμένην λαμβάνει τῇ ‘καθ’ οὗ παντὸς τὸ Β, κατ’ ἐκείνου παντὸς τὸ Α’.
“并且如果Β对全体被述说,Α也是如此。” 他在“凡被述说Β的对象,Α都对其全体被述说”中将大前提Α取为了全称(因为“凡被述说Β的对象,Α对其全体”等同于“Α对全部的Β”),由于小前提无论是肯定特称还是全称,其结合都是可推论的,但为全称时结论也是全称,为特称时结论也是特称,因此为了表明这一点,他补充说:“并且如果Β对全体被述说,Α也是如此;但如果不是对全体”,以便其语序为:“凡被述说Β的一切对象,Α都对所有这些被述说”,接着是“但Β对某部分的Γ被述说,因此Α也是如此”,或者“但Β对全部的Γ被述说,因此Α也是如此”。而“并非必然Α对全体”等同于说:“如果Β属于其一部分,那么Α也不会通过推论对从属于Β之下的对象的全体被述说”。不过,泰奥弗拉斯托斯在《论肯定》中,将“凡被述说Β的对象,Α被述说”视为与“凡全部被述说Β的对象,Α都对其全体被述说”具有相同的效力。
- 2.263ἂν δὴ οὕτως ἡ πρότασις ληφθῇ ἀδιορίστως καὶ ᾖ ἀληθὴς τῷ τὴν ἐπὶ μέρους ἀληθῆ εἶναι
在条件从句 ἂν ... ληφθῇ ... καὶ ᾖ 的结构中,τῷ τὴν ἐπὶ μέρους ἀληθῆ εἶναι 是带有定冠词的不定式与格结构,表示原因或根据(“通过特称命题为真”)。其后的带不定式宾格结构 ὡς τὸ Β τινὶ τῷ Γ ὑπάρχειν... 则对该条件进行了具体的例示说明。
- 2.264ἐν ταῖς τοιαύταις προτάσεσιν ... ἐν δὴ ταῖς τοιαύταις προτάσεσιν
这是一个重述(恢复)句式:句首的 ἐν ταῖς τοιαύταις προτάσεσιν 在被长关系从句以及关于泰奥弗拉斯托斯学说的插入性说明打断之后,通过 ἐν δὴ ταῖς τοιαύταις προτάσεσιν(带有复指功能的 δή)得以恢复重述,从而引出支配动词 φησίν。
- 2.265Λαβὼν ἐν τῷ “καθ’ οὗ τὸ Β παντὸς τὸ Α λέγεσθαι” τὴν μείζονα πρότασιν τὴν Α καθόλου ... διὰ τοῦτο προσέθηκε
该句的主干结构为:分词短语 Λαβὼν ... 与原因从句 ἐπειδὴ ... 相结合,随后主句以 διὰ τοῦτο 承接上述原因,引出主谓语 προσέθηκε(主语隐含为亚里士多德)。
