← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§376.17-377.20

第一格中特称大前提与全称大前提的条件

亚历山大论证了在第一格中大前提为特称时不能得出推论并举出具体项加以说明(49b20),随后解析了大前提为全称的条件(“凡任何对象”的含义),阐明了有效三段论的形成(49b22)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.261

" Εἰ μὲν οὖν τὸ Α τῷ Β ὑπάρχει, μὴ παντὶ δέ, καθ’ οὗ τὸ Β, οὔτ’ εἰ παντὶ τῷ Γ τὸ Β, οὔτ’ εἰ τινὶ μόνον ὑπάρχει, ἀνάγκη τὸ Α οὐχ ὅτι οὐ παντί, ἀλλ’ οὐδὲ ὑπάρχειν τῷ Γ.1" Τὸ λεγόμενον ὑπ’ αὐτοῦ ἐστιν, ὅτι, εἰ τὸ Α τινὶ τῷ Β ὑπάρχει καὶ μὴ παντί (ἦν δ’ ἂν παντί, εἰ καθ’ οὗ τὸ Β παντός, κατὰ τούτου παντὸς τὸ Α κατηγορεῖτο· τὸ γὰρ μὴ παντὶ δέ, καθ’ οὗ τὸ Β ἴσον ἐστὶ τῷ ‘μὴ κατὰ παντὸς δὲ τοῦ Β λέγεται’ καὶ ‘καθ’ οὗ παντὸς τὸ Β’), οὐ μόνον, φησίν, οὐ παντὶ ὑπάρξει τὸ Α τούτῳ, ᾧ τὸ Β, ἀλλὰ ἐνδέξεται τὸ αὐτὸ μηδὲ ὅλως αὐτῷ ὑπάρχειν, ἄν τε τὸ Β κατὰ παντός τινος ληφθῇ κατηγορούμενον οἷον τοῦ Γ, ὡς τὸ λευκὸν κατά τινος μὲν ἀψύχου κατὰ πάσης δὲ χιόνος, ἄν τε κατά τινος, ὡς τὸ πτηνὸν κατά τινος μὲν μέλανος κατὰ παντὸς δὲ κόρακος, καὶ οὐδετέρῳ αὐτῶν τὸ λευκὸν καίτοι τινὶ πτηνῷ ὑπάρχον.2 οὐ γὰρ περὶ τοῦ μὴ παντὶ τὸ Α τῷ Γ ὑπάρχειν ἢ παντὶ ὁ λόγος ἔσται ἐν τῇ τοιαύτῃ συζυγίᾳ· δύναται γὰρ καὶ μηδ’ ὅλως αὐτῷ ὑπάρχειν· ἡ γὰρ μείζων πρότασις ἐν πρώτῳ σχήματι ἐπὶ μέρους οὖσα ἀσυλλόγιστον τὴν συμπλοκὴν ποιεῖ, ὅπως ἂν ἡ ἐλάττων ἔχουσα ληφθῇ. τὸ δὲ οὔτ’ εἰ παντὶ τῷ Γ τὸ Β, οὔτ’ εἴ τινὶ μόνον ὑπάρχει ἐν μέσῳ εἴρηται ταὐτὸν ὂν τῷ ‘οὔτ’ εἰ ἐπὶ μέρους εἴη ἡ ἐλάττων λαμβανομένη πρότασις, οὔτ’ εἰ καθόλου. τὸ δὲ καθ’ οὗ τὸ Β, ὃ ἔλαβεν, οὐκ ἔστιν ἴσον τῷ ‘καθ’ ὅτου’· τὸ μὲν γὰρ ‘καθ’ ὅτου’ διωρισμένον ἐστὶν δηλωτικὸν ὂν τοῦ καθόλου, ὃ ἴσον ἐστὶ τῷ ‘κατὰ παντός’. τὸ δὲ ‘καθ’ οὗ’ ἀδιόριστον· τὸ δὲ ἀδιόριστον ἐφαρμόζει τῷ ἐπὶ μέρους.

“因此,如果Α属于Β,但并非属于Β所[被述说]的一切,那么无论Β是属于全部的Γ,还是仅属于某部分的Γ,不仅Α不属于全部的Γ,甚至连属于Γ也并非必然。” 他所说的是:如果Α属于某部分的Β而非全部(但若是凡Β所[被述说]的一切,Α都对其全体被述说,则它就会属于全部;因为“但并非属于Β所[被述说]的一切”等同于“但并非对全部的Β被述说”以及“凡Β所[被述说]的一切”),他说,则不仅Α将不属于凡Β所[属于]的对象的全部,而且同一事物甚至可能根本不属于它,无论Β被设定为对某物的全体被述说(如对Γ,正如白色对某种无生命物的一部分、但对全部的雪被述说),还是对某部分被述说(如有翼的对某种黑物的一部分、但对全部的渡鸦被述说,而白色尽管属于某种有翼物,却不属于它们中的任何一个)。因为在这样的联结中,论述将不在于Α是对Γ不属于全部还是属于全部;因为它甚至可以根本不属于它。因为在大前提于第一格中为特称时,无论小前提取何种形式,都会使这一结合成为无推论的。而插入其间的“无论Β是属于全部的Γ,还是仅属于某部分”,等同于说“无论被设定的小前提是特称的,还是全称的”。而他所采用的“对之[被述说]Β的对象”,并不等同于“凡任何对象”;因为“凡任何对象”是确定的,表示全称,等同于“对全体”;而“对之……的对象”是不定的,不定的表达适合于特称。

§2.262

"Εἰ δὲ καθ’ οὗ ἂν τὸ Β λέγηται ἀληθῶς, τούτῳ παντὶ ὑπάρχει." Προσυπακουστέον, ὅτι τὸ Α.3 ἔστι δὲ τὸ καθ’ ὅτου ἄν, ὡς ἔφαμεν, ἴσον τῷ ‘κατὰ παντός, καθ’ οὗ τὸ Β’. πρόσκειται δὲ τὸ ἀληθῶς, ἐπεὶ δύναται κατὰ παντὸς μὲν κατηγορεῖσθαι, ψευδῶς δέ. ἔστιν οὖν ἡ τάξις· εἰ δὲ καθ’ οὗ παντὸς τὸ Β λέγεται, κατ’ ἐκείνου παντὸς τὸ Α λέγοιτο, συμβήσεται τὸ Α, καθ’ οὗ παντὸς τὸ Β λέγεται, κατὰ τούτου παντὸς λέγεσθαι. ἐδήλωσε δέ, ὅτι τὸ καθ’ ὅτου ἄν τὸ Β ἴσον ἐστὶ τῷ ‘καθ’ οὗ τὸ Β παντός’, μεταλαβὼν αὐτὸ εἰς τοῦτο αὐτό· γίνεται γὰρ οὕτως ληφθείσης τῆς προτάσεως τὸ Α κατὰ παντὸς τοῦ Β. ἔστω γὰρ ἐπὶ μὲν τοῦ Α ζῷον, ἐπὶ δὲ τοῦ Β γελαστικὸν ἢ λογικόν, ἐπὶ δὲ τοῦ Γ ἄνθρωπος. καθ’ ὅτου δὴ ἢ τὸ γελαστικὸν ἢ τὸ λογικόν, κατὰ τούτου παντὸς τὸ ζῷον· τὸ δὲ γελαστικόν, ἀλλὰ καὶ τὸ λογικὸν ὁμοίως, εἰ τοῦτο ληφθείη, οὕτως κατὰ ἀνθρώπου· κατὰ παντὸς γὰρ αὐτοῦ· καὶ τὸ ζῷον ἄρα· ἴσον γάρ ἐστι τοῦτο τῷ ‘τὸ ζῷον κατὰ παντὸς γελαστικοῦ, τὸ γελαστικὸν κατὰ παντὸς ἀνθρώπου, τὸ ζῷον ἄρα κατὰ παντὸς ἀνθρώπου’. κἂν κατά τινος δὲ ληφθῇ ἢ τὸ γελαστικὸν ἢ τὸ λογικόν, οὐδὲν ἧττον κἀκείνῳ τῷ τινὶ τὸ ζῷον συλλογιστικῶς ὑπάρξει.

“但如果凡真确地被述说Β的对象,[Α]都属于其全体。” 必须在心中补充出“Α”。正如我们所说的,“凡任何……的对象”等同于“凡Β所[被述说]的一切对象”。之所以附加“真确地”,是因为对全体被述说也可能是虚妄的。因此,其语序是:如果凡全部被述说Β的对象,其全体也都被述说Α,那么其结论就会是:凡全部被述说Β的对象,其全体都被述说Α。而他通过将“凡任何被述说Β的对象”转换为这一确切表述,表明了它等同于“凡全部被述说Β的对象”;因为当这一前提如此被取定时,Α就变成了对全部的Β被述说。假定Α是动物,Β是能笑的或有理性的,Γ是人。那么,凡被述说能笑的或有理性的任何对象,动物都对其全体被述说;而能笑的——如果取有理性的,也同样如此——对人也是如此被述说;因为它对其全体被述说;因此动物也是如此;因为这等同于“动物对一切能笑的被述说,能笑的对一切人被述说,因此动物对一切人被述说”。即使能笑的或有理性的被取为仅对某部分,动物也同样会通过推论属于该某部分。

语法注3 条
  1. 2.261ἀνάγκη τὸ Α οὐχ ὅτι οὐ παντί, ἀλλ’ οὐδὲ ὑπάρχειν τῷ Γ

    这是 οὐχ ὅτι... ἀλλ’ οὐδέ...(不仅不……甚至也不……)的惯用句式。在非人称词 ἀνάγκη 所支配的“宾格加不定式”结构中,前一个从句省略了不定式 ὑπάρχειν(即 οὐχ ὅτι οὐ παντὶ [ὑπάρχειν]),与后文的 ἀλλ’ οὐδὲ ὑπάρχειν τῷ Γ 形成对比。亚历山大将其解释为模态含义:不仅是不属于全部,甚至根本不属于也是可能的。

  2. 2.261καὶ οὐδετέρῳ αὐτῶν τὸ λευκὸν καίτοι τινὶ πτηνῷ ὑπάρχον

    这是省略主句动词(ὑπάρχει)的结构,补全为 καὶ [ὑπάρχει] οὐδετέρῳ αὐτῶν τὸ λευκόν。小辞 καίτοι 与让步分词(ὑπάρχον)连用,表示“尽管白色属于某种有翼物”。

  3. 2.262Προσυπακουστέον, ὅτι τὸ Α.

    动词形容词 προσυπακουστέον(须在心中补出)后接 ὅτι 从句。在 ὅτι 从句中谓语(ὑπάρχει)被省略,仅明示了主语 τὸ Α。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:376.17-377.20