- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:375.1-376.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了《前分析篇》49b14中亚里士多德区分“B所属于的事物,A全属于它”与“B全属于的事物,A也全属于它”的论述。他通过具体的项(白与有翼、理性与有生命等),论证了前者作为无定命题等同于特称命题,从而使第一格的大前提变为特称,导致前提对无法构成有效推论的逻辑结构。
" Οὐκ ἔστι δὲ ταὐτὸν οὔτ’ εἶναι οὔτ’ εἰπεῖν,1 ὅτι ᾧ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ Α ὑπάρχει." Ἐπεὶ γίνεται καὶ παρὰ τὸν τρόπον τῆς κατηγορίας τὸ σημαινόμενον διάφορον, φησὶ δεῖν καὶ τοῦτο παραφυλάττειν ἐν ταῖς ἀναλύσεσι τῶν συλλογισμῶν, πῶς ἡ κατηγορία γέγονε. καὶ ὅτι γε παρὰ τὸν τρόπον τῆς κατηγορίας τὸ σημαινόμενον διάφορον γίνεται, δείκνυσιν. λέγει γάρ, ὅτι οὔτε ἐν τῇ ὑπάρξει τε καὶ τῷ σημαινομένῳ ταὐτόν ἐστιν οὔτε ἐν τῇ φωνῇ τῇ σημαινούσῃ αὐτὸ τὸ ὅτι ᾧ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ Α ὑπάρχει καὶ ᾧ παντὶ τὸ Β ὑπάρχει, τούτῳ καὶ τὸ Α ὑπάρχει παντί· τοῦτο γάρ ἐστιν, ὃ λέγει. καὶ ὅτι γε μὴ ταὐτὸν σημαίνει ταῦτα ἀλλήλοις, δείκνυσιν. ἂν μὲν γὰρ εἴπωμεν ᾧ τὸ Β ὑπάρχει, μὴ προσθέντες τὸ ‘παντί’, τούτῳ παντὶ τὸ Α ὑπάρχει, ἀδιορίστως εἰλήφαμεν τὸ Β κατηγορεῖσθαι, οὗ κατηγορεῖται, οἷον τοῦ Γ, εἰ τούτου κατηγοροῖτο· τὸ δὲ ἀδιόριστον ἐφαρμόζει καὶ τῷ ἐπὶ μέρους. δύναται οὖν τὸ Β τινὶ τῷ Γ κεῖσθαι ὑπάρχον· κἂν γὰρ τινὶ αὐτῷ ὑπάρχῃ, ἀληθὲς τὸ ὑπάρχειν αὐτῷ τὸ Α, καὶ γίνεται τὸ ἀδιορίστως λεγόμενον ἴσον τῷ ‘ᾧ τινὶ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ Α’· τούτου δὲ ὄντος καὶ κειμένου γίνεται τὸ Α τινὶ τῷ Β ὑπάρχον. ὅταν γὰρ ᾧ τινὶ τὸ Β ὑπάρχει, τούτῳ ληφθῇ τὸ Α ὑπάρχειν εἴτε ἁπλῶς εἴτε παντί, ἴσον λαμβάνεται τῷ τὸ Α τινὶ τῷ Β, ὥσπερ καὶ ὅταν ληφθῇ, ᾧ παντὶ τὸ Β ὑπάρχει, τούτῳ ὑπάρχειν τὸ Α παντί, κατὰ παντὸς τοῦ Β εἴληπται τὸ Α, εἴ γε κατὰ παντός ἐστιν τὸ μηδὲν εἶναι λαβεῖν τοῦ ἑτέρου, “καθ’ οὗ θάτερον οὐ ῥηθήσεται”· ταὐτὸν γάρ ἐστι τὸ ‘καθ’ οὗ παντὸς τὸ Β, κατ’ ἐκείνου τὸ Α παντός’ τῷ κατὰ παντὸς τοῦ Β τὸ Α. ἔστι δὲ καὶ ἡ μείζων πρότασις αὕτη ἐν τῇ ἐκκειμένῃ συζυγίᾳ οὔσῃ ἐν πρώτῳ σχήματι. γίνεται οὖν οὕτως [οὕτως] λαμβανομένης τῆς προτάσεως ἐν πρώτῳ σχήματι ἡ μείζων πρότασις ἐπὶ μέρους. ἀσυλλόγιστος δὲ ἡ τοιαύτη συζυγία, ἄν τε τὸ Β τῷ Γ παντὶ ὑπάρχῃ ἄν τε τινί· ἔσται γὰρ ἡ ἐλάσσων αὕτη πρότασις. ἔσται δὲ ἐπὶ ὅρων σαφέστερον τὸ λεγόμενον. κείσθω ἐπὶ τοῦ Β πτηνόν, ἐπὶ τοῦ Α λευκόν. ἂν δὴ ῥηθῇ, ᾧ πτηνὸν ὑπάρχει, τούτῳ παντὶ λευκόν, κύκνου μὲν [δὴ] ληφθέντος τοῦ πτηνοῦ ἀληθὲς τὸ εἰρημένον· καὶ γὰρ πτηνὸν ὁ κύκνος καὶ λευκόν. ἄν δέ τις φῇ ‘ἀλλὰ κόρακι τὸ μὲν πτηνὸν ὑπάρχει, τὸ δὲ λευκὸν οὐκέτι’, ῥητέον, ὅτι οὐκ ἐρρήθη ‘ᾧ παντὶ τὸ Β’, ἀλλ’ ἁπλῶς ‘ᾧ ὑπάρχει’, ὃ ἴσον ἐδύνατο εἶναι τῷ ‘τινὶ τῷ Β τὸ Α’. οὕτω δὲ λαμβανομένου ἀσυλλόγιστος ἡ συζυγία· καὶ γὰρ ὑπάρξει τὸ Α τῶν ὑπὸ τὸ Β τινὶ καὶ οὐχ ὑπάρξει· γίνεται γὰρ ἐπὶ τῇ ἐκκειμένῃ συμπλοκῇ τὸ λευκὸν τινὶ πτηνῷ καὶ τὸ πτηνὸν παντὶ κύκνῳ καὶ παντὶ κόρακι, ὧν τῷ μὲν κύκνῳ παντὶ τὸ λευκὸν τῷ δὲ κόρακι οὐδενί. ἔστω πάλιν ἐπὶ μὲν τοῦ Α λογικόν, ἐπὶ δὲ τοῦ Β ἔμψυχον, καὶ εἰλήφθω, ᾧ τὸ ἔμψυχον ὑπάρχει, ἐκείνῳ παντὶ τὸ λογικόν. ἀνθρώπου μὲν οὖν ληφθέντος ὑπὸ τὸ ἔμψυχον ἀληθές, ἵππου δὲ οὐκέτι· γίνεται γὰρ τὸ μὲν λογικὸν τινὶ ἐμψύχῳ, τὸ δὲ ἔμψυχον καὶ ἀνθρώπῳ παντὶ καὶ ἵππῳ παντί. ὅτι δὲ ἀσυλλόγιστοι αὗται αἱ συζυγίαι, δῆλον, ὥστε οὐδὲ ἀναλύειν αὐτὰς ὡς συλλογιστικὰς χρή. τὸ δὲ ὡς ἀδιόριστον τῆς Β Γ προτάσεως δεικνὺς2 ἐν τῇ τοιαύτῃ λήψει παρέθετο ὅρους ἐπὶ μὲν τοῦ Β καλόν, ἐπὶ δὲ τοῦ Γ λευκόν. ἂν δὴ ὑπάρχῃ τινὶ λευκῷ τὸ καλόν, ἀληθὲς μὲν ἔσται εἰπεῖν ἀδιορίστως, ὅτι λευκῷ ὑπάρχει καλόν, καὶ ‘ᾧ ὑπάρχει τὸ Β’ ἀδιορίστως χωρὶς τοῦ ‘τινί’ ἢ ‘παντί’, οὐκέτι δὲ ἀληθὲς τὸ ‘παντὶ λευκῷ ὑπάρχει τὸ καλόν’. τὸ δὲ ἴσως προσέθηκε λέγων ἀλλ’ οὐ παντὶ ἴσως3 οὐ διὰ τοὺς ἐκκειμένους ὅρους ἀλλὰ διὰ τὸ τὸ ἀδιόριστον ἀληθεύεσθαι καὶ ἐπὶ τοῦ καθόλου ὥσπερ γε καὶ ἐπὶ τοῦ ἐπὶ μέρους.
“然而,B所属于的事物,A全属于它,这无论在实际上还是在言说上都不是同一回事。” 既然依凭述谓的方式不同,所表达的意义也会有所不同,所以他说,在三段论的还原中也必须对这一点予以警惕,即述谓是如何形成的。并且他确实表明,依凭述谓的方式,所表达的意义会有所不同。因为他说,无论在实际存在及所表达的意义中,还是在表达它的语声中,“B所属于的事物,A全属于它”与“B全属于的事物,A也全属于它”都不是同一回事;因为这就是他的意思。并且他确实表明,这些相互之间并不表达相同的意义。因为如果我们说“B所属于的事物”,而不加上“全”,接着说“A全属于它”,我们就是无定地假定了B被述谓于它所被述谓的对象——例如C,如果它是被述谓于这个对象的话;而无定的东西也适用于特称。因此,B可以被设定为属于某个C;因为即使它属于C的某一部分,A属于它也是真实的,而无定地被言说的命题就等同于“B属于某一部分的事物,A全属于它”;当这一点成立并被设定时,A就变成属于某个B。因为凡是假定B属于某一部分的事物,A属于它(无论单纯地还是全部地),这都被取为等同于A属于某个B;正如凡是假定B全属于的事物,A也全属于它,A就被取为属于全部的B一样,如果所谓“关于全部”确实是指无法取得前者的任何一个对象,“关于它后者不被言说”;因为“B全属于的事物,A也全属于那事物”等同于A属于全部的B。而且这个前提也是在第一格中给出的这一对前提中的大前提。因此,当前提这样被假定时,第一格中的大前提就变成了特称前提。但这样的一对前提是无法构成推论的,无论B是属于全部的C还是属于某个C;因为这将是小前提。 而所说的内容在诸项上将会更加清楚。设B为“有翼的”,A为“白的”。那么如果说“有翼所属于的事物,白全属于它”,如果作为有翼者选取了天鹅,所说的话是真实的;因为天鹅既是有翼的又是白的。但如果有人说“可是对于乌鸦,有翼属于它,白却不再属于它”,就必须回答说,说的并不是“B全属于的事物”,而只是单纯的“它所属于的事物”,这本可以等同于“A属于某个B”。但若这样假定,这一对前提就是无法构成推论的;因为A将属于B之下的事物中的某些,而不属于另一些;因为在给出的这一组合中,白属于某个有翼者,而有翼属于每个天鹅和每个乌鸦,在它们之中,白属于全部的天鹅,却完全不属于乌鸦。又设A为“有理性的”,B为“有生命的”,并假定“有生命所属于的事物,有理性全属于那事物”。因此,如果选取有生命之下的对象为人类,这是真实的,但若选取马,则不再是真实的;因为有理性属于某个有生命者,而有生命既属于每个人类也属于每匹马。而这些前提对是无法构成推论的,这是显而易见的,以至于根本不应当将它们作为推论性的组合来进行还原。他在表明在这样的假定下B-C前提是无定命题时,列举了诸项:B为“美”,C为“白”。因此,如果美属于某个白的,那么无定地说“美属于白”,以及不带“某个”或“全部”而无定地说“B所属于的事物”,都是真实的,但“美属于每个白的”则不再是真实的。他在说“但也许并非全属于”时加上了“也许”,并不是因为给出的诸项,而是因为无定命题既在全称上为真,正如在特称上也同样为真。
- 2.260Οὐκ ἔστι δὲ ταὐτὸν οὔτ’ εἶναι οὔτ’ εἰπεῖν
关于引文中的 οὔτ' εἶναι οὔτ' εἰπεῖν,亚历山大紧接着将 εἶναι 解释为“在实际存在及所表达的意义中(ἐν τῇ ὑπάρξει τε καὶ τῷ σημαινομένῳ)”,将 εἰπεῖν 解释为“在表达它的语声中(ἐν τῇ φωνῇ τῇ σημαινούσῃ αὐτό)”。句法上,这两个不定词用作限定 ταὐτόν 的关系不定词。
- 2.260τὸ δὲ ὡς ἀδιόριστον τῆς Β Γ προτάσεως δεικνὺς
在短语 τὸ ... δεικνὺς 中,中性单数宾格定冠词 τό 起到预先引出并名词化分词 δεικνὺς 所支配之内容(即B-C前提是无定命题)的作用。主句的动词是 παρέθετο(列举/提示),全句骨干为:“他在表明B-C前提是无定命题时,列举了诸项……”。
- 2.260τὸ δὲ ἴσως προσέθηκε λέγων ἀλλ’ οὐ παντὶ ἴσως
τὸ ἴσως(“‘也许’一词”)是动词 προσέθηκε(“加上了”)的直接宾语。引述的短语 ἀλλ’ οὐ παντὶ ἴσως 用作现在分词 λέγων 的补足语,直接引用了亚里士多德在49b16的原话。
