- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:374.1-374.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在此指出“快乐是善”与“快乐是该善”并非同一回事(49b10),亚历山大对此加以注解,阐明在分析与还原中必须严格保留由于有无定冠词所带来的语义差异,并结合直言推理与假言推理中的谬误实例进行了论证。
" Ἐπεὶ δ’ οὐ ταὐτόν ἐστι τὸ εἶναι τὴν ἡδονὴν ἀγαθὸν καὶ τὸ εἶναι τὴν ἡδονὴν τἀγαθόν." Ὅτι, ἐν οἷς μὴ ταὐτὸν ἡ λέξις σημαίνει, κἂν παρ’ ὀλίγον ἡ τῆς λέξεως μετάληψις ᾖ, ἀκριβολογεῖται πρὸς τὸ σημαινόμενον, ἡγούμενος δεῖν βλέπειν οὐκ εἰς τὴν λέξιν ἀλλ’ εἰς τὸ σημαινόμενον ὑπὸ τῆς λέξεως καὶ τοῦτον σκοπὸν τίθεσθαι, δῆλον [δὲ] διὰ τοῦ νῦν λεγομένου.1 ἀξιοῖ γάρ, ἐπεὶ μὴ ταὐτὸν σημαίνει τὸ λέγειν τὴν ἡδονὴν ἀγαθὸν εἶναι καὶ τὴν ἡδονὴν τἀγαθὸν εἶναι (ὁ μὲν γὰρ ἀγαθὸν τὴν ἡδονὴν λέγων ἁπλῶς αὐτῆς κατηγορεῖ τὸ ἀγαθόν, ὁ δὲ τἀγαθὸν λέγων αὐτὴν τὴν ἐν τοῖς ἀγαθοῖς αὐτῆς ὑπεροχὴν κατηγορεῖ), ἐν δὴ ταῖς τῶν συλλογισμῶν ἀναλύσεσι, φησί, δεῖ παραφυλάττειν, κἂν μὲν ᾖ τἀγαθὸν ἡ ἡδονὴ κείμενον, ὅρους τὴν ἡδονὴν καὶ τἀγαθὸν ληπτέον, κἂν δὲ ᾖ ἁπλῶς ἡ ἡδονὴ [καὶ] ἀγαθόν, ἡδονὴν καὶ ἀγαθόν. ὁμοίως τούτοις οὐ ταὐτόν ἐστι λαβεῖν τὸν ἄνθρωπον ζῷον εἶναι ἢ τὸ ζῷον· τὸ μὲν γὰρ εἰπεῖν τὸν ἄνθρωπον ζῷον εἶναι ἀληθές, τὸ δὲ τὸν ἄνθρωπον τὸ ζῷον οὐκ ἀληθές. παρὰ τοῦτο γὰρ καὶ ὁ παραλογισμὸς ἐν τῷ λόγῳ τῷ ‘ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον γένος’· οὐκέτι γὰρ ὁ ἄνθρωπος γένος, ὅτι μηδὲ τὴν ἀρχὴν ἐλήφθη ὁ ἄνθρωπος τὸ ζῷον εἶναι, ἀλλ’ ἁπλῶς ζῷον, οὐχ ἁπλῶς δὲ ζῷον γένος, ἀλλὰ τὸ ζῷον· οὐ γὰρ πᾶν ζῷον γένος. διὸ καὶ τοῦτο ὁ λόγος ἁμάρτημα ἔχει μὴ ληφθείσης καθόλου τῆς μείζονος προτάσεως. ὁμοίως καὶ τὸ μὲν εἰπεῖν, ὅτι ἡ χιὼν λευκόν ἐστιν, ἀληθές, τὸ δὲ ‘ἡ χιὼν τὸ λευκόν’ οὐκ ἀληθές. φησὶν οὖν δεῖν ἐν ταῖς τοιαύταις προσθήκαις ἀκριβολογεῖσθαι καὶ πρὸς τὸ σημαινόμενον βλέποντας τοὺς ὅρους ἐν ταῖς ἀναλύσεσι τῶν συλλογισμῶν ἐκλαμβάνειν, καθ’ ἃ ἐτέθησαν. οὕτως καὶ ἐν τῷ εἰς διαβολὴν τοῦ διὰ τριῶν φερομένῳ λόγῳ τῷ ‘εἰ μηδέν ἐστιν, οὐδὲ νύξ ἐστιν, εἰ μὴ νύξ ἐστιν, ἡμέρα ἐστίν, εἰ μηδὲν ἄρα ἐστίν, ἡμέρα ἐστίν’ χρὴ ποιεῖν. ἐπεὶ γὰρ ἕπεται τῷ μηδὲν εἶναι οὐχ ἁπλῶς τὸ μὴ εἶναι νύκτα ἀλλὰ μηδὲ νύκτα, τοῦτον χρὴ τῆς δευτέρας συνεχείας ὅρον ἡγούμενον λαμβάνειν τὸν ‘εἰ μηδὲ νύξ ἐστιν’· ᾧ οὕτως ληφθέντι οὐκέτι ἀκολουθήσει τὸ ἡμέραν εἶναι. ἔτι καθ’ αὑτὸ μὲν λαμβανόμενον τὸ ‘εἰ μὴ νύξ ἐστιν, ἡμέρα ἐστίν’ ἀληθές, ἂν δὲ ἐπὶ προκειμένῳ συνημμένῳ τῷ ‘εἰ μηδέν ἐστιν, οὐδὲ νύξ ἐστιν’, οὐκέτι ἀληθὲς τῷ τὸ μέσον τὸ ἑπόμενον μὲν ἐν τῷ πρώτῳ συνημμένῳ ἡγούμενον δὲ ἐν τῷ δευτέρῳ μὴ ὁμοίως ἐν ἀμφοτέροις λαμβάνεσθαι·2 ἐλήφθη γὰρ ἐν τῷ πρώτῳ συνημμένῳ τὸ ‘οὐδὲ νύξ’ ὡς ἴσον τῷ πρὸς τοῖς ἄλλοις μηδὲ νύκτα ἔσεσθαι, ᾧ οὐκέτι ἕπεται τὸ ἡμέραν εἶναι.
“然而,既然快乐是善与快乐是该善并不是同一回事。” 显而易见,通过现在所说的话可以看出,在言辞并不表达相同意义的情况下,即使言辞的替换相差无几,他也对所表达的意义加以严格辨析,认为应当着眼的不是言辞,而是言辞所表达的意义,并以此为目标。因为他认为,既然说快乐是善与说快乐是该善并不表达相同的意义(因为称快乐为善的人只是单纯地将善述谓于它,而称它为该善的人则是将它在诸善中的卓越述谓于它),所以在三段论的还原中,他说,必须予以警惕,如果设定的是快乐是该善,就必须将快乐与该善取为诸项,但如果单纯是快乐[是]善,就必须将快乐与善取为诸项。与这些类似,将人是动物或该动物加以选取,并不是同一回事;因为说人是动物是真实的,但说人是该动物则不是真实的。因为在“人是动物,该动物是属”这一论证中的谬误推理也正是出于此;因为人不再是属,这是因为从一开始人并没有被假定为是该动物,而只是单纯的动物,且并不是单纯的动物是属,而是该动物才是属;因为并非每个动物都是属。因此,这一论证也存在着大前提未被全称地选取这一错误。同样,说雪是白的是真实的,但说“雪是该白”则不是真实的。因此他说,在这样的附加成分中必须严格辨析,并且着眼于所表达的意义,在三段论的还原中按照它们被设定的方式抽取出诸项。在为诋毁由三个假言命题构成的论证而提出的论证“如果无物存在,夜也不存在;如果夜不存在,就有昼;所以,如果无物存在,就有昼”中,也必须同样行事。因为,既然随从“无物存在”的并不是单纯的“夜不存在”,而是“甚至夜也不存在”,就必须将“如果甚至夜也不存在”取为第二个假言命题的前件项;对于这样选取的项,“就有昼”将不再随之而来。此外,“如果夜不存在,就有昼”若就其自身被选取,是真实的,但如果基于前述的假言命题“如果无物存在,夜也不存在”[被选取],则不再是真实的,因为中间项——即在第一个假言命题中作为后件、在第二个假言命题中作为前件的项——在两者之中并没有被同样地选取;因为在第一个假言命题中,“夜也不……”被取为等同于“除其他事物外甚至夜也将不存在”,而对于此,“就有昼”不再随之而来。
- 2.259Ὅτι, ἐν οἷς μὴ ταὐτὸν ἡ λέξις σημαίνει ... δῆλον [δὲ] διὰ τοῦ νῦν λεγομένου.
句首的 Ὅτι 引导一个名词性从句,作为句末谓语形容词 δῆλον [ἐστι] 的真正主语;中间插入了关系从句(ἐν οἷς…)、让步从句(κἂν…)以及分词短语(ἡγούμενος…),构成了大幅度的倒置隔开结构。
- 2.259τῷ τὸ μέσον τὸ ἑπόμενον μὲν ἐν τῷ πρώτῳ συνημμένῳ ἡγούμενον δὲ ἐν τῷ δευτέρῳ μὴ ὁμοίως ἐν ἀμφοτέροις λαμβάνεσθαι
带冠词的不定式与格(τῷ ... λαμβάνεσθαι)表示原因(“因为……”)。不定式 λαμβάνεσθαι 的逻辑主语是宾格的 τὸ μέσον,其后附有作同位语修饰的分词短语 τὸ ἑπόμενον μὲν ... ἡγούμενον δὲ ...。
