← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§372.8-373.35

限定三段论的中项规则与等效语词的替换

亚历山大注解亚里士多德《前分析篇》卷一第38章(49b1–49b3),总结了在谓项带有附加限定的“局部的三段论”中选取中项的规则,随后阐明了为了便于三段论还原而用等效语词、名称与定义式相互替换的目的和方法,并将此语义立场与较晚近学者(斯多亚派)仅着眼于言辞的立场作了对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.257

" Φανερὸν οὖν, ὅτι ἐν τοῖς ἐν μέρει συλλογισμοῖς οὕτω ληπτέον τοὺς ὅρους." Ἐν μέρει συλλογισμοὺς1 εἶπε τοὺς οὐχ ἁπλῶς ἔχοντας τὸ κατηγορούμενον ἀλλὰ μετὰ τῆς προσθήκης τῆς δηλούσης “τί τόδε ἢ πῇ ἢ πῶς”· ταῦτα γὰρ καὶ τὰ τούτων δηλωτικὰ προσκείμενα τῷ κατηγορουμένῳ μερικώτερον αὐτὸ ποιεῖ. οὐ γὰρ ὁμοίως καθόλου ‘τό τε ἀγαθὸν ἐπιστητόν’ καὶ τὸ ‘τὸ ἀγαθὸν ἐπιστητὸν 〈, ᾗ〉 ὄν’ ἢ ‘τὸ ἀγαθὸν ἐπιστητόν, ᾗ ἀγαθόν’ ἢ ‘ἡ δικαιοσύνη ἐπιστητόν, ᾗ ἀγαθόν’. ἐν τοῖς τοιούτοις οὖν συλλογισμοῖς καὶ οὕτως ἐν μέρει φανερόν φησιν εἶναι, ὅτι οὕτως δεῖ λαμβάνειν τοὺς ὅρους. τὸν γὰρ μέσον οὐ κοινὸν ληπτέον ὄντος μερικωτέρου τοῦ συμπεράσματος διὰ τὸ προσκατηγορούμενον ἀλλὰ προσεχῆ καὶ τῆς ἰδίου οὐσίας δηλωτικὸν ἢ καὶ τὸν αὐτὸν τῷ προσκειμένῳ· οὕτως γὰρ αὐτῷ ὑπάρξει ὁ μείζων ἄκρος. προειπὼν δὲ περὶ τοῦ ἐπαναδιπλουμένου, ὅτι δεῖ αὐτὸν προσκεῖσθαι τῷ κατηγορουμένῳ, μετὰ ταῦτα εἶπε, τίνα μέσον ὅρον χρὴ λαμβάνειν, ἐν οἷς ἐπικατηγορούμενόν τι πρόσκειται τῷ κατηγορουμένῳ, καὶ ἐδίδαξεν, ὅτι ἢ τὸ προσκείμενον ἢ οἰκεῖόν γέ τινα ἢ καὶ προσεχῆ τῷ ὑποκειμένῳ.

“因此显而易见,在局部的诸三段论中必须这样选取诸项。” 他所谓的局部的诸三段论,是指那些并非无条件地拥有谓项,而是带有表明“某个特定之物、或在某方面、或以某种方式”的添加成分的诸三段论;因为这些以及表明这些的成分若被附加在谓项上,便使它成为更为局部的。因为“善是可认识的”,与“善是可认识的,作为存在”或“善是可认识的,作为善”或“正义是可认识的,作为善”,并不具有同样的普遍性。因此他说,在这样的且以这种方式成为局部的诸三段论中,显而易见必须这样选取诸项。因为在结论由于附加述谓成分而成为更为局部的时候,中项绝不可取为共通的,而必须取为贴近的、且表明其本征实体的,或者甚至与该添加成分相同;因为唯有这样,大极端项才会从属于它。并且,在就重复之项预先说明它必须被附加于谓项之后,他接着说明了,在谓项被附加了某种副次述谓成分的诸情况下,应当选取怎样的中项,并指明必须选取或者添加成分本身,或者对主项而言本征的或贴近的某种东西。

§2.258

"Δεῖ δὲ καὶ μεταλαμβάνειν, 〈ἃ〉 τὸ αὐτὸ δύναται, ὀνόματα ἀντ’ ὀνομάτων." Δεῖ, φησίν, ἐν ταῖς ἀναλύσεσι τῶν συλλογισμῶν ὑπὲρ τοῦ εὐκολώτερον ἀναλύειν μεταλαμβάνειν τὰ ἐν τοῖς ὅροις κείμενα εἰς τὰ τὸ αὐτὸ δυνάμενα· τὸ αὐτὸ δὲ δύναται καὶ ὀνόματα ὀνόμασι καὶ λόγοι λόγοις καὶ ὀνόματα λόγοις. ἐπεὶ οὖν οὐκ ἐν ταῖς λέξεσιν ὁ συλλογισμὸς τὸ εἶναι ἔχει ἀλλ’ ἐν τοῖς σημαινομένοις, σημαίνει δὲ λόγοις ὀνόματα ταὐτόν, ὅταν ὦσιν οἱ ὅροι διὰ λόγων εἰλημμένοι, ἀναλύοντας χρὴ εἰς τὰ ἴσον τοῖς λόγοις ὀνόματα δυνάμενα καὶ σημαίνοντα ταὐτὸν προηγουμένως μεταλαμβάνειν τοὺς ὅρους.2 ῥᾴων γὰρ ἡ ἀνάλυσις τοῦ συλλογισμοῦ εἰς τὰς προτάσεις καὶ ἡ εὕρεσις τοῦ σχήματος, καθ’ ὃ ἠρώτηται, γίνεται ὀνομάτων ὄντων τῶν ὅρων καὶ μὴ λόγων· οἱ γὰρ λόγοι διὰ τὸ μῆκος ἀσάφειαν παρέχουσιν ἐν ταῖς τῶν προτάσεων εἰς τοὺς ὅρους διαιρέσεσί τε καὶ συμπλοκαῖς. οἷον ἂν ᾖ κείμενον κατὰ Σωκράτους ζῷον πεζὸν δίπουν, κατὰ ζῴου πεζοῦ δίποδος οὐσία ἔμψυχος αἰσθητική· μεταληψόμεθα γὰρ τῶν λόγων τὸν μὲν εἰς τὸν ἄνθρωπον τὸν δὲ εἰς τὸ ζῷον. πάλιν ἂν ᾖ κείμενον τῇ αὑτοῦ φύσει ἀγαθόν, εἰς τὸ δι’ αὐτὸ ἀγαθὸν μεταληψόμεθα. καὶ ὄνομα δὲ ἀντ’ ὀνόματος, οἷον ἀντὶ χαρᾶς ἡδονήν· συνηθέστερον γάρ. ὁποίαν δὲ χρὴ τὴν μετάληψιν τῶν ὅρων ποιεῖσθαι καὶ πῶς, αὐτὸς διὰ τοῦ παραδείγματος ἐδήλωσεν· εἰ γὰρ ταὐτὸν σημαίνει τῷ λόγῳ τῷ λέγοντι τὸ ὑποληπτὸν τοῦ δοξαστοῦ μὴ εἶναι γένος ὁ λέγων τὸ δοξαστὸν μὴ εἶναι, ὅπερ ὑποληπτόν, ἐπεὶ τὸ ὅπερ τοῦ γένους ἐστὶν δηλωτικόν, εἰς τοῦτο χρὴ τὴν μετάληψιν ποιεῖσθαι καὶ ἀντὶ τοῦ τιθέναι ὅρον τὸ δοξαστὸν καὶ τὸν λόγον τὸν λέγοντα μὴ εἶναι τοῦ δοξαστοῦ γένος τὸ ὑποληπτὸν ληπτέον τὸ δοξαστὸν ὅρον καὶ τὸ ὅπερ ὑποληπτόν· ὁ γὰρ αὐτὸς ἔσται συλλογισμός. διὰ γὰρ τὰ σημαινόμενα ὑπὸ τῶν λέξεων, ὡς ἔφαμεν, ὁ συλλογισμὸς γίνεται, οὐ διὰ τὰς λέξεις· ὅταν γοῦν μηδὲν σημαίνωσιν ἢ ἀμφίβολοι ὦσιν, οὐ γίνεται συλλογισμὸς ἐξ αὐτῶν. ὥσθ’ ὅταν ταὐτὰ σημαίνηται ὑπὸ διαφόρων λέξεων προηγουμένως καὶ ὁμοίως λαμβάνηται, ὁ αὐτὸς ἔσται συλλογισμός. ταὐτὸν δὲ σημαίνει τῇ λέξει τῇ λεγούσῃ ‘τὸ ζῷον ἐν γένει ἐστὶν τῇ οὐσίᾳ’ ἡ λέγουσα λέξις ‘τὸ ζῷον, ὅπερ οὐσία, ἐστίν’. γέγονε δὲ οὕτως λόγου εἰς λόγον μετάληψις· ὥστε καὶ ἡ μετάληψις αὐτῶν ἡ εἰς ἄλληλα κατ’ οὐδὲν ἀλλοιοτέρους ποιήσει τοὺς συλλογισμούς. οὐκ ἔστι δὲ τὸ νῦν εἰρημένον μαχόμενον τῷ εἰρῆσθαι δοκοῦντι πρὸ ὀλίγου τῷ “οὐ δεῖ δὲ τοὺς ὅρους ζητεῖν ὀνόματι ἐκτίθεσθαι”. ἐκεῖ τε γὰρ εἶπεν ‘οὐκ ἀεὶ δεῖ ζητεῖν’, διότι ἐπ’ ἐνίων οὐχ οἷόν τέ ἐστιν εὑρεῖν, ἐνταῦθά τε ἀξιοῖ τοῦτο ποιεῖν, ἐφ’ ὧν οἷόν τε εὑρεῖν τὰ ἴσον δυνάμενα λόγοις ὀνόματα. Ἀριστοτέλης μὲν οὖν οὕτως περὶ τῶν κατὰ τὰς λέξεις μεταλήψεων φέρεται· οἱ δὲ νεώτεροι ταῖς λέξεσιν ἐπακολουθοῦντες οὐκέτι δὲ τοῖς σημαινομένοις οὐ ταὐτόν φασι γίνεσθαι3 ἐν ταῖς εἰς τὰς ἰσοδυναμούσας λέξεις μεταλήψεσι τῶν ὅρων. ταὐτὸν γὰρ σημαίνοντος τοῦ ‘εἰ τὸ Α, τὸ Β’ [ἐν] τῷ ἀκολουθεῖν τῷ Α τὸ Β, συλλογιστικὸν μὲν λόγον φασὶν εἶναι τοιαύτης ληφθείσης τῆς λέξεως ‘εἰ τὸ Α τὸ Β, τὸ δὲ Α, τὸ ἄρα Β’, οὐκέτι δὲ συλλογιστικὸν ἀλλὰ περαντικὸν τὸ ‘ἀκολουθεῖ τῷ Α τὸ Β, τὸ δὲ Α, τὸ ἄρα Β’.

“而且还必须以具有相同效力的名称替换名称。” 他说,在三段论的还原中,为了更容易还原,必须将置于诸项中的成分替换为具有相同效力的成分;而不仅名称对名称、定义式对定义式,名称对定义式也具有相同的效力。因此,既然三段论的存在不在于言辞之中而在于所表达的意义之中,并且名称与定义式表达相同的意义,那么当诸项是通过定义式被选取时,进行还原的人就应当首要地将诸项替换为与定义式效力均等且表达相同意义的诸名称。因为当诸项是名称而非定义式时,将三段论还原为诸前提,以及发现它是依据何种格被提问的,就会变得更容易;因为定义式由于其冗长,在诸前提划分为诸项以及诸项结合时会造成不清晰。例如,如果在苏格拉底上设定了“二足陆生动物”,在二足陆生动物上设定了“有灵魂的感觉实体”;因为我们将把这些定义式中的一个替换为“人”,另一个替换为“动物”。再如,如果设定了“依其自身本性为善”,我们将替换为“因其自身为善”。并且也可以以名称代替名称,例如用“快乐”代替“欣喜”;因为这更为习用。至于应当进行何种项的替换以及如何替换,他自己通过实例表明了;因为,如果陈述“可猜测者不是可确信者的属”的定义式,与陈述“可确信者不是那正是可猜测者之物”的陈述表达相同的意义,既然“正是……”表明属,就必须替换为此物,并且不必将“可确信者”以及陈述“可猜测者不是可确信者的属”的定义式置为项,而是必须将“可确信者”和“正是可猜测者之物”选取为项;因为三段论将是相同的。因为正如我们所说,三段论是通过言辞所表达的意义产生的,而不是通过言辞产生的;至少当言辞毫无所指或存在歧义时,并不能从它们产生三段论。因此,当相同的事物由不同的言辞首要地表达,且同样地被选取时,三段论将是相同的。而且,陈述“动物在实体这一属中”的言辞,与陈述“动物正是实体”的言辞表达相同的意义。这样就发生了解释式对解释式的替换;因此它们彼此之间的替换绝不会使三段论有任何不同。现在所说的话,也并不与不久前似乎说过的“不应寻求以名称表述诸项”相矛盾。因为在那一处他说的是“不应总是寻求”,那是因为在某些情况下不可能找到名称;而在此处,对于那些能够找到与定义式效力均等的名称的情况,他认为应当这样做。因此亚里士多德在依据言辞的替换方面是这样处理的;但较晚近的学者们追随言辞而不再追随所表达的意义,他们声称在将诸项替换为等效言辞时,所产生的并非相同之物。因为尽管“如果A则B”与“B随从A”表达相同的意义,但他们声称,当言辞被取为“如果A则B,而A,所以B”时是三段论式的论证,而“B随从A,而A,所以B”则不再是三段论式的,而是结论式的。

语法注3 条
  1. 2.257Ἐν μέρει συλλογισμούς

    此处的“局部的三段论”并非指亚里士多德通常意义上按量区分的“特称三段论”,而是指结论谓项带有附加限定成分、因而在内容上被“局部化”的三段论。亚历山大紧接着通过 οὐχ ἁπλῶς ἔχοντας τὸ κατηγορούμενον 明确限定了其具体含义。

  2. 2.258ἀναλύοντας χρὴ εἰς τὰ ἴσον τοῖς λόγοις ὀνόματα δυνάμενα καὶ σημαίνοντα ταὐτὸν προηγουμένως μεταλαμβάνειν τοὺς ὅρους

    宾格复数分词 ἀναλύοντας 作无人称动词 χρή 的逻辑主语(“进行还原的人应当……”)。句子的骨干结构为 χρὴ [ἀναλύοντας] μεταλαμβάνειν τοὺς ὅρους εἰς τὰ ... ὀνόματα,介词短语 εἰς ... 标明了替换的目标项。

  3. 2.258οἱ δὲ νεώτεροι ... οὐ ταὐτόν φασι γίνεσθαι

    主语 οἱ νεώτεροι(“较晚近的学者们”,指斯多亚学派)引出间接引语 οὐ ταὐτόν φασι γίνεσθαι。紧接着在 συλλογιστικὸν μὲν ... οὐκέτι δὲ συλλογιστικὸν ἀλλὰ περαντικόν 中,亚历山大对比了亚里士多德着眼于意义的立场与斯多亚派着眼于言辞形式的立场(后者仅将包含条件连接词的形式视为严格的三段论,而将同义动词表达视为非三段论式的“结论式论证”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:372.8-373.35