← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§371.1-372.7

限定推论中中项的规定与限制

在带有附加限定成分的推论中,中项绝不能是无条件的存在,而必须是与添加成分相同或贴近主项本征实体的‘某种特定存在’;若取无条件的存在,则无法推导既定结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.256#2

ὃ οὖν λέγει, ἐστίν, ὅτι,1 ἐν οἷς συμπεράσμασι τὸ κατηγορούμενον ἔχει προσκείμενόν τι δηλωτικὸν τοῦ τὶ τόδε ἢ πῇ ἢ πῶς, ἃ κοινότερον περιλαβὼν δηλοῖ διὰ τοῦ τὶ ὄν, δεῖ ἐν τούτοις τοῖς συλλογισμοῖς καὶ τὸν μέσον ὅρον ἤτοι τὸν αὐτὸν τῷ προσκειμένῳ λαμβάνειν· δυνατὸν γὰρ τοιοῦτον συμπέρασμα γίνεσθαι διὰ τοῦ μέσου ἐπαναδιπλωθέντος, ὡς ἐδείχθη. ἐδήλωσε δὲ καὶ αὐτὸς καθόλου διὰ τῶν παραδειγμάτων· εἰπὼν γὰρ ἔστω τὸ μὲν Α ἐπιστήμη, ὅτι τὶ ὄν, διὰ τοῦ τὶ ὂν τὸ προσκείμενον δηλώσας, φησὶν ἐφ’ ᾧ δὲ τὸ Β ὄν τι, ὃ ἦν ἐκεῖ προσκείμενον ἐπὶ τοῦ Α, τὸ τὶ ὂν ἐνταῦθα λαβὼν ἐπὶ τοῦ Β ὄν τι· τὸ γὰρ ὄν τι καὶ τὸ τὶ ὂν ταὐτά· τὸ γὰρ ἐφ’ ᾧ τὸ Γ ὄν τι ἀντὶ τοῦ ‘τοῦ γὰρ Γ τὸ Β κατηγορεῖται’,2 ὃ ἦν ὄν τι ἀλλ’ οὐχ ἁπλῶς ὄν. δύναται καὶ αὐτοῦ τοῦ τὶ ὂν μέσου ὅρου λαμβανομένου καὶ πάλιν προσκατηγορουμένου ὁ συλλογισμὸς γενέσθαι. εἴτε δὲ ταὐτὸν εἴτε καὶ μὴ ταὐτὸν τῷ προσκειμένῳ εἴη τὸ λαμβανόμενον μέσον, ἀλλ’ οὖν οἰκειότερόν τε καὶ προσεχέστερον ὑπάρχον τῷ ὑποκειμένῳ δεῖ αὐτὸ εἶναι, οὐ κοινῶς ὑπάρχον. τὸ δὲ ἦν γὰρ τὸ τὶ ὂν τῆς ἰδίου σημεῖον οὐσίας3 δηλωτικόν ἐστιν, οἷον δεῖ τὸν μέσον, ὅ ἐστι τὸ Β, λαμβάνεσθαι, ὃ εἶπε δεῖν εἰλῆφθαι ὄν τι, οὐχ ἁπλῶς ὄν. τῆς γὰρ ἰδίου σημεῖον οὐσίας αὐτὸ δεῖν εἶναι τοῦ ἐσχάτου ὅρου, ἀλλ’ οὐ κοινὸν καὶ ἁπλῶς κατηγορούμενον· τοιούτῳ γὰρ ὄντι αὐτῷ πάντως ὑπάρξει καὶ τὸ προσκατηγορούμενον ὑπάρχον γε [γε] τῷ ὑποκειμένῳ. τοιοῦτον δὲ γίνεται, ὅταν ληφθῇ ἤτοι ταὐτὸν τὸ μέσον εἶναι τῷ προσκειμένῳ τε καὶ ἐπικατηγορουμένῳ ἢ προσεχὲς τῷ ὑποκειμένῳ. τὸ γὰρ ἀγαθὸν τῆς ἰδίου σημεῖον οὐσίας ἐστὶ τῆς δικαιοσύνης, ὁμοίως δὲ καὶ ἡ ἀρετὴ καὶ τὸ δι’ αὑτὸ αἱρετόν (ἐν γὰρ τῷ λόγῳ αὐτῆς), ἀλλ’ οὐ κοινὸν ὡς τὸ ὄν. ὁμοίως καὶ τὸ αἱρετὸν τοῦ ἀγαθοῦ· τὸ γὰρ ὂν καὶ κατὰ τῆς ἀδικίας ἀληθὲς καὶ κατὰ τοῦ κακοῦ. οὐ λέγει δέ, ὅτι ὁρισμὸν δεῖ εἶναι τὸν μέσον ὅρον διὰ τοῦ εἰπεῖν τῆς ἰδίου σημεῖον οὐσίας, ἀλλ’ ὅτι ἐγγυτέρω μᾶλλον καὶ οἰκειότερον αὐτὸν δεῖ εἶναι τοῦ ὑποκειμένου ἐν τοῖς τοιούτοις συλλογισμοῖς καὶ οὐ κοινὸν καὶ καθόλου ὁμοίως, ὡς ὅταν ἁπλοῦν ᾖ τὸ κατηγορούμενον. δείκνυσι δέ, ὅτι, ἂν μὴ τοιοῦτον ληφθῇ τὸ μέσον ἀλλὰ κοινόν, οὐ συνάγεται τὸ προκείμενον συμπέρασμα τὸ ἔχον προσκατηγορούμενον. εἰ γὰρ ἦν τὸ ὄν, φησί, μέσος ὅρος καὶ μὴ τὸ τὶ ὄν, οἷον τὸ ἀγαθὸν καὶ τὸ αἱρετὸν ἢ ἡ ἀρετή, οὐκ ἂν ἦν συμπέρασμα, ὅτι ἐστὶν ἡ ἐπιστήμη ἢ τοῦ ἀγαθοῦ ἢ τῆς δικαιοσύνης, ὅτι ἐστὶν ἀγαθόν, ἀλλ’ ὅτι ὄν· ἦν γὰρ καὶ τῷ ἄκρῳ, τοῦτ’ ἔστι τῷ κατηγορουμένῳ, τὸ ὂν ἀλλ’ οὐ τὸ τὶ ὂν οἷον τὸ ἀγαθὸν προσκείμενον. οὐδὲν δὲ διαφέρει, ἄν τε δικαιοσύνη [ἐστὶν] ἄν τε τὸ ἀγαθὸν ᾖ τὸ ὑποκείμενον. ἔθηκε γὰρ αὐτὸς τοῦτο ἐν τοῖς προειρημένοις παραδείγμασιν, ὅτι, εἰ ἦν τὸ ὂν κατηγορούμενον κατὰ τῆς δικαιοσύνης ἢ κατὰ τοῦ ἀγαθοῦ, ἐγίνετο συμπέρασμα ‘ἡ δικαιοσύνη ἐπιστητόν, ὅτι ὄν’ (τοῦτο γὰρ δηλοῖ διὰ τοῦ ἀλλ’ ὅτι ὄν), οὐκέτι δὲ ‘ἐπιστητόν, ὅτι ἀγαθόν’, τῷ μὴ εἶναι ἀληθῆ πρότασιν τὴν λέγουσαν ‘τὸ ὂν ἐπιστητόν, ᾗ ἀγαθόν’. εἰ γὰρ ὅλως δεῖ προσκεῖσθαί τι, προστεθήσεται τοῦτο, ὃ ἦν μέσος ὅρος, τὸ ὄν, καὶ ἔσται συμπέρασμα ‘ἡ δικαιοσύνη ἢ τὸ [ὂν] ἀγαθὸν ἐπιστητόν, ᾗ ὄν’, ἀλλ’ οὐχὶ ‘ᾗ ἀγαθόν’.

因此他的意思是,在谓项具有某种表明某个特定之物、或在某方面、或以某种方式的添加成分的诸结论中(他更普遍地概括这些,并通过‘某种特定的存在’来表明),在这些三段论中也必须将中项取为或者与该添加成分相同;因为正如所表明的,通过重复的中项产生这样的结论是可能的。而他自己也通过诸实例普遍地表明了这一点;因为在说了‘设A为关于它是某种特定存在的知识’之后,他通过‘某种特定的存在’表明了添加成分,并说‘而B所在的是某种存在’,将此前在A上的添加成分即‘某种特定的存在’在此处在B上取为‘某种存在’;因为‘某种存在’与‘某种特定的存在’是同一的。因为‘Γ所在的是某种特定的存在’乃是代替‘因为B在Γ上被述谓’,而该B是某种特定的存在,而非无条件的存在。当‘某种特定的存在’本身被取为中项且再次被附加述谓时,三段论也能够产生。但是,无论所取的中项与添加成分相同还是不相同,它都必须作为更为本征且更为贴近的事物从属于主项,而不是普遍地从属。而‘因为某种特定的存在是本征实体的标志’这一语句,表明了中项——即B——应当被取为何种事物,即他所说的必须被取为某种特定的存在,而非无条件的存在。因为中项必须是末项的本征实体的标志,而不能是共通且被无条件述谓之物;因为只要它是如此之物,只要附加述谓之物确实从属于主项,它就必定也会从属于中项。而这发生在中项被取为或者与被添加且被附加述谓之物相同,或者贴近主项之时。因为‘善’是正义的本征实体的标志,同样地,‘德性’和‘因自身而值得选择之物’也是如此(因为这在它的定义之中),但并不像‘存在’那样是共通的。同样地,‘值得选择之物’对善而言也是如此;因为‘存在’在不正义和在恶上也是真实的。但是,通过说‘本征实体的标志’,他并不是说中项必须是定义,而是说在这样的三段论中,它必须对主项更加贴近且更为本征,而不能像谓项是简单时那样同样是共通且普遍的。而且他表明,如果中项不是被取为这样,而是被取为共通的,那么包含附加述谓成分的既定结论就无法被推论出来。他说,因为如果中项是存在,而不是某种特定的存在,诸如善、值得选择之物或德性,那么结论就不会是关于善或正义的知识是因其为善,而是因其为存在;因为附加在极端项即谓项上的,乃是存在,而不是诸如善这样的某种特定存在。无论主项是正义还是善,都没有任何区别。因为他自己在前述的诸实例中设定了这一点:如果存在是在正义上或在善上被述谓,结论就会形成‘正义是可认识的,因其为存在’(因为通过‘而是因其为存在’他表明了这一点),而绝不再是‘可认识的,因其为善’,这是由于陈述‘存在是可认识的,作为善’的前提并不真实。因为如果根本必须添加某种东西,那么曾作为中项的这物即‘存在’将被添加,而结论将是‘正义或善是可认识的,作为存在’,而不是‘作为善’。

语法注3 条
  1. 2.256ὃ οὖν λέγει, ἐστίν, ὅτι

    关系分句 ὃ λέγει 作主语,后接系动词 ἐστίν 及充当补足语的 ὅτι 分句(结构为“他所说的意思是……”)。

  2. 2.256τὸ γὰρ ἐφ’ ᾧ τὸ Γ ὄν τι ἀντὶ τοῦ ‘τοῦ γὰρ Γ τὸ Β κατηγορεῖται’

    亚历山大将亚里士多德的表述“Γ所在的是某种特定的存在”解释为小前提“B在Γ上被述谓”的替换表述,由 ἀντὶ τοῦ 引出所替换的内容。

  3. 2.256τῆς ἰδίου σημεῖον οὐσίας

    属格 ἰδίου οὐσίας(“本征实体”)依附于 σημεῖον(“标志”)。亚历山大紧接着澄清,此处并非指严格的“定义”(ὁρισμός),而是指对主项更为本征且贴近的属性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:371.1-372.7