← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§369.27-371.1

单纯结论与限定性结论中项的选取

注解亚里士多德《前分析篇》49a27,讨论结论为单纯命题与包含有限定性附加谓项时中项选取方法的不同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.256#1

" Οὐχ ἡ αὐτὴ δὲ θέσις τῶν ὅρων, ὅταν ἁπλῶς τι συλλογισθῇ, καὶ ὅταν τι τόδε ἢ πῇ ἢ πῶς." Οὔ φησι δεῖν ἐν ταῖς τῶν συλλογισμῶν ἀναλύσεσι τὴν αὐτὴν καὶ ὁμοίαν θέσιν καὶ ζήτησιν τῶν ὅρων ποιεῖσθαι, ὅταν τε ἁπλῶς τι ἐν τῷ συμπεράσματι ᾖ κατηγορούμενον εἰλημμένον, καὶ ὅταν μετὰ προσθήκης τινὸς ἐπικατηγορουμένου τῷ κατηγορουμένῳ συντεταγμένου, ὡς ἔδειξεν ἐν τοῖς τὸ ἐπαναδιπλούμενον προσκατηγορούμενον ἔχουσι συμπεράσμασιν, ὃ ἐδήλωσε διὰ τοῦ τὶ τόδε ἢ πῇ ἢ πῶς. τῶν γὰρ προσκατηγορουμένων τὰ μέν, τί ἐστι τὸ ὑποκείμενον, δηλοῖ, ὡς ἐπὶ τοῦ συμπεράσματος τοῦ τὸ ἰσοσκελὲς δυσὶν ὀρθαῖς ἴσας ἔχειν, ᾗ τρίγωνον (τὸ γὰρ προσκατηγορούμενον, ἔστι δὲ τὸ ‘ᾗ τρίγωνον’, τί ἐστι τὸ ἰσοσκελές, δηλοῖ, ὅ ἐστιν ὑποκείμενον ἐν τῷ συμπεράσματι), τὸ δὲ πῇ, ὡς ἐπὶ τοῦ ‘τὸ ὑγιεινὸν ἐπιστητόν, ᾗ ἀγαθόν’· πῇ γὰρ τὸ ὑγιεινὸν ἐπιστητόν· καθ’ ὃ γὰρ ἀγαθόν, ἐπιστητόν. ὅταν δὲ ‘τραγέλαφος δοξαστόν, ᾗ μὴ ὄν’, τὸ πῶς· οὕτως γὰρ δοξαστὸν ὡς μὴ ὄν. τοιαῦτα μὲν τὰ συμπεράσματα, ἐν οἷς προσκατηγορεῖταί τι, καὶ τοιούτων τινῶν δηλωτικά. τὰ δὲ ἁπλᾶ, ὅταν τὸ κατηγορούμενον ἁπλῶς ἄνευ προσθήκης τινὸς τοῦ ὑποκειμένου ἐν τῷ συμπεράσματι κατηγορηθῇ, οἷον ἂν ᾖ συμπέρασμα τὸ ‘ἡ δικαιοσύνη ἐπιστητόν’ ἢ ‘τὸ ἀγαθὸν ἐπιστητόν’· τὸ γὰρ ἐπιστητὸν ἔνθα μὲν τοῦ ἀγαθοῦ ἔνθα δὲ τῆς δικαιοσύνης ἁπλῶς κατηγορεῖται. οὔσης τοίνυν τοιαύτης διαφορᾶς ἐν τοῖς συλλογισμοῖς τε καὶ συμπεράσμασιν οὔ φησι δεῖν τοὺς ὅρους ὁμοίως ζητεῖν ἔν τε τοῖς ἁπλῶς κατηγορουμένοις καὶ ἐν τοῖς μετὰ προσθήκης, ἀλλ’ ὅταν μὲν [οὖν] ἁπλοῦν ᾖ τὸ συμπέρασμα, οἷον ὅτι ἡ δικαιοσύνη ἢ τὸ ἀγαθόν, ὡς αὐτὸς λέγει, ἐπιστητόν, τὸν μέσον ὅρον ζητητέον καὶ θετέον κοινότερόν τινα, ὃς ἁπλῶς ὑπάρχει τῷ ὑποκειμένῳ ὅρῳ, τῇ δικαιοσύνῃ ἢ τῷ ἀγαθῷ, καθ’ οὗ δῆλον ὅτι καὶ ὁ κατηγορούμενος ἀληθῶς κατηγορηθήσεται οἷον τὸ ὄν· γίνεται γὰρ συλλογισμὸς ‘ἡ δικαιοσύνη ἢ τὸ ἀγαθὸν ὄν, τὸ ὂν ἐπιστητόν, ἡ δικαιοσύνη ἄρα ἐπιστητὸν ἢ τὸ ἀγαθόν’. ὅταν δὲ ᾖ τὸ συμπέρασμα μὴ ἁπλοῦν ἀλλ’ ἔχον προσκείμενόν τι καὶ προσκατηγορούμενον, δεῖ καὶ τὸν μέσον ὅρον μηκέθ’ ἁπλῶς καὶ κοινῶς ζητεῖν ὑπάρχοντα τῷ ὑποκειμένῳ ἀλλὰ προσεχέστερον καὶ κατὰ τὸν τρόπον τοῦτον ὑπάρχοντα, καθ’ ὃν ληφθέντος αὐτοῦ ἀληθὴς ὁ μείζων ἄκρος ἔσται κατ’ αὐτοῦ μετὰ τοῦ προσκειμένου κατηγορούμενος.1 τὸ μὲν γὰρ ἐπιστητὸν ἁπλῶς κατὰ τοῦ ὄντος ἀληθὲς ἦν κατηγορῆσαι, οὐκέτι δὲ τὸ ‘ἐπιστητόν, ᾗ ἀγαθόν’ ἀληθὲς κατὰ τοῦ ὄντος, ἐπεὶ κοινότερον τὸ ὂν καὶ ἐπὶ πλέον τοῦ κατηγορουμένου. οὐ γὰρ ἀληθὴς ἡ πρότασις ἡ λέγουσα ‘τὸ ὂν ἐπιστητόν, ᾗ ἀγαθόν’· οὔτε γὰρ τὸ ὂν πᾶν ἀγαθόν, οὔτε μόνα τῶν ὄντων τἀγαθὰ ἐπιστητά, εἴ γε ἡ αὐτὴ ἐπιστήμη τῶν ἀντικειμένων. οὐκέτ’ οὖν ὁ μέσος ὅρος ἔσται τὸ ὂν ἁπλῶς ἀλλὰ τὶ ὄν, τοῦτ’ ἔστιν οἰκειότερόν τι τῷ ὑποκειμένῳ καὶ προσεχέστερον καὶ οὐχ ὁμοίως κοινὸν ἀλλὰ οὕτως ὄν, ὡς κατηγορεῖσθαι αὐτοῦ ὁ μείζων ἄκρος δυνήσεται. ἔστι δὲ ὁ μείζων ἄκρος ‘ἐπιστητόν, ᾗ ἀγαθόν’. τὶ δὲ τοῦ ὄντος ἂν λάβωμεν, ὃ οἰκειότερόν ἐστι τῇ δικαιοσύνῃ ἢ τῷ ἀγαθῷ, κατηγορηθήσεται κατ’ αὐτοῦ τὸ ‘ἐπιστητόν, ᾗ ἀγαθόν’, οἷον ἂν τὸ ἀγαθὸν λάβωμεν ἢ τὸ αἱρετὸν ἢ τὴν ἀρετήν· τὸ γὰρ ἀγαθὸν ἢ τὸ αἱρετὸν ἢ ἡ ἀρετὴ ἐπιστητόν, ᾗ ἀγαθόν. ἀλλὰ καὶ κατὰ τῆς δικαιοσύνης ἢ τοῦ ἀγαθοῦ ἀληθές ἐστι τὸ μέσον κατηγορῆσαι· ἀληθὲς γὰρ τὸ ‘ἡ δικαιοσύνη ἀγαθόν’ ἢ ‘τὸ ἀγαθὸν αἱρετόν’. καὶ οἰκειότερόν γε καὶ προσεχέστερον τὸ τῆς δικαιοσύνης τὸ ἀγαθὸν ἢ τὴν ἀρετὴν κατηγορῆσαι ἤπερ τὸ ὄν·2 τὸ γὰρ ὂν κοινότερον· καὶ τοῦ ἀγαθοῦ πάλιν ἢ τῆς ἀρετῆς τὸ αἱρετόν.

“当某物被无条件地推论出来时,与当它作为某个特定之物、或在某方面、或以某种方式被推论出来时,诸项的配置并不是同一的。” 他说,在三段论的分析中,无论某物是在结论中被无条件地作为谓项取用,还是带着与谓项相组合的某种附加谓项的添加而被取用(正如他在包含被重复成分作为附加述谓的诸结论中所表明的那样,而这正是他通过‘某个特定之物、或在某方面、或以某种方式’所表达的),都不应当进行同一且相似的诸项配置与探求。因为在附加述谓的成分中,有些表明主项是什么,正如在“等腰三角形具有等于两直角[的角],作为三角形”这一结论中(因为附加述谓的成分,即“作为三角形”,表明了作为结论中主项的等腰三角形是什么);而有些表明“在某方面”,正如在“健康之物是可认识的,作为善”中;因为健康之物是在某方面可认识的,即就其为善而言是可认识的。而当出现“羊鹿是可被意见推想的,作为非存在”时,它表明“以某种方式”;因为它是以作为非存在这样的方式成为可被意见推想的。包含附加述谓成分的结论就是如此,且表明此类事物。另一方面,简单的诸结论,是指谓项在结论中无条件地且没有任何添加地在主项上被述谓,例如结论是“正义是可认识的”或“善是可认识的”;因为“可认识的”在此处是在善上、在彼处是在正义上被无条件述谓的。因此,既然在诸三段论和诸结论中存在这样的差别,他说就不应当在无条件述谓的情况和带有添加的情况中同样地探求诸项。相反,当结论是简单的,例如正如他自己所说的正义或善是可认识的,就应当探求并配置某个更为普遍的项作为中项,它无条件地从属于作为主项的项即正义或善,并且显而易见谓项也将真实地在它上面被述谓,例如“存在”;因为形成的三段论是“正义或善是存在;存在是可认识的;因此正义或善是可认识的”。但是,当结论不是简单的,而是具有某种被添加且附加述谓的成分时,就绝不能再探求中项无条件且普遍地从属于主项,而必须探求它更贴近地、且以这样一种方式从属于主项:即当它被假定后,大极端项与被添加的成分一同在它上面被述谓将是真实的。因为,无条件地在存在上述谓“可认识的”固然是真实的,但在存在上述谓“作为善可认识的”便不再是真实的,因为存在更为普遍,且外延大于谓项。因为陈述“存在是可认识的,作为善”的前提并不是真实的;因为既非所有存在都是善,而且如果相反者的科学确实是同一的,也并非只有存在物中的诸善才是可认识的。因此,中项将不再是无条件的存在,而是某种特定的存在,即对主项而言更为本征、更贴近且并非同样普遍的事物,而是这样一种存在,使得大极端项能够在其上被述谓。而大极端项乃是“作为善可认识的”。但如果我们取存在中对于正义或善更为本征的某种东西,“作为善可认识的”就将在它上面被述谓,例如如果我们取善,或值得选择之物,或德性;因为善、或值得选择之物、或德性乃是作为善可认识的。而且在正义或善上述谓中项也是真实的;因为“正义是善”或“善是值得选择的”乃是真实的。并且事实上,在正义上述谓善或德性,比起述谓存在,更为本征且更为贴近;因为存在更为普遍;同样地,在善或德性上述谓值得选择之物也是如此。

语法注2 条
  1. 2.256καθ’ ὃν ληφθέντος αὐτοῦ ἀληθὴς ὁ μείζων ἄκρος ἔσται κατ’ αὐτοῦ μετὰ τοῦ προσκειμένου κατηγορούμενος

    在由关系代词 καθ' ὃν 引导的从句(承前省略的先行词 τρόπον)内部,插入了以中项 αὐτοῦ 为逻辑主语的独立属格结构 ληφθέντος αὐτοῦ。从句的核心谓语是迂说结构 ἀληθὴς ... ἔσται ... κατηγορούμενος,意为“将被真实地述谓”。

  2. 2.256τὸ τῆς δικαιοσύνης τὸ ἀγαθὸν ἢ τὴν ἀρετὴν κατηγορῆσαι ἤπερ τὸ ὄν

    冠词不定式 τὸ ... κατηγορῆσαι 充当句子的主语。属格 τῆς δικαιοσύνης 表示 κατηγορῆσαι 所要求的述谓对象(“在正义上述谓”),而宾格 τὸ ἀγαθὸν ἢ τὴν ἀρετὴν 以及在比较连词 ἤπερ 之后的 τὸ ὄν 则作为被述谓的内容(谓项)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:369.27-371.1