- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:37.1-37.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德关于必然肯定前提(无论是全称还是特称)均换位为必然特称肯定前提的证明,阐明这一归谬论证是借助实然前提而非可能前提的换位而成立的,并说明了特称否定必然前提为何不换位。
" Εἰ δὲ ἐξ ἀνάγκης τὸ Α παντὶ ἢ τινὶ τῶν Β ὑπάρχει, καὶ τὸ Β τινὶ τῶν Α ἀνάγκη ὑπάρχειν." Ὅτι καὶ τῇ καθόλου καταφατικῇ ἀναγκαίᾳ καὶ τῇ ἐπὶ μέρους καταφατικῇ ἀναγκαίᾳ ἀντιστρέφει ἡ ἐπὶ μέρους καταφατικὴ ἀναγκαία, ὁμοίως δείκνυσιν, ὡς ἔδειξεν ἐπὶ τῆς στερητικῆς καθόλου. εἰ γὰρ τὸ μὲν Α ἢ παντὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχοι ἢ τινί, τὸ δὲ Β μὴ ὑπάρχοι τινὶ τῷ Α ἐξ ἀνάγκης, ἐνδέχοιτ’ ἂν αὐτῷ ποτε μηδενὶ ὑπάρχειν· ἀπόφασις γὰρ τῆς ‘ἀνάγκη τινί’ τὸ οὐκ ἀνάγκη τινί’, ὃ ἴσον δύναται τῷ ‘ἐνδέχεται μηδενί’, ἐπεὶ τὸ ‘οὐκ ἀνάγκη τινί’ καὶ ‘οὐδενὶ ἀνάγκη’ τὰ αὐτά.1 ὅτε δὲ μηδενὶ ὑπάρχει τὸ Β τῷ Α, οὐδ’ ἂν τὸ Α οὐδενὶ τῷ Β ὑπάρχοι· δέδεικται γάρ· ὥστε οὐδ’ ἂν τὸ Α ἢ παντὶ ἢ τινὶ τῶν Β ἐξ ἀνάγκης ὑπάρχοι. παρείασε δὲ αὐτὸς τὸ παντὶ καὶ ἠρκέσθη τῷ λαβεῖν, ὅτι μηδὲ τὸ Α ἔτι ἐξ ἀνάγκης τινὶ τῷ Β· ἀντὶ γὰρ τοῦ εἰπεῖν ‘εἰ γὰρ μηδενὶ ἀνάγκη’ ἁπλῶς εἶπεν εἰ γὰρ μὴ ἀνάγκη.2 ὅτι δὲ οὐ πεποίηται ἐπὶ τῆς ἐνδεχομένης ἀποφατικῆς τὴν δεῖξιν, δῆλον· οὐδὲ γὰρ ἀντιστρέφειν αὐτῷ δοκεῖ αὕτη· ἀλλ’ ἐπὶ τὴν ὑπάρχουσαν ἀποφατικὴν ἤγαγε, καὶ ταύτης ἀφελὼν τὸ ἀναγκαῖον, ὃ ἐδήλωσε διὰ τοῦ μηκέτι χρήσασθαι τῷ ἐνδεχομένῳ, ἀλλ’ ἁπλῶς τῷ εἰ γὰρ μὴ ἀνάγκη· ἡ γὰρ ὑπάρχουσα αὐτῷ ἀντιστρέφουσα κεῖται. ἐξ οὗ δῆλον, ὅτι καὶ ἐπὶ τῆς πρὸ ταύτης δείξεως τῷ “τινὶ ἐνδέχεται” ἐπὶ τοῦ ὑπάρχοντος κέχρηται· τὸ γὰρ “εἰ γὰρ τινὶ ἐνδέχεται” ἀκουστέον ὡς εἰρημένον ἐκεῖ ἀντὶ τοῦ ‘εἰ γὰρ τινὶ ἐνδεχομένως ὑπάρχει’. καὶ τῇ ἐπὶ μέρους δὲ ἀποφατικῇ ἀναγκαίᾳ οὐδεμίαν φησὶν ἀντιστρέφειν, διότι μηδὲ τῇ ὑπαρχούσῃ ἀντέστρεφε, τοῦτ’ ἔστι διὰ τὸ ἐπὶ ὅρων καὶ ὕλης τινὸς ὁμοίως, ὅτι μὴ ἀντιστρέφει, δείκνυσθαι· ἐπὶ γὰρ τῶν αὐτῶν ὅρων ὁ ἔλεγχος· ὁ γὰρ ἄνθρωπος τινὶ ζῴῳ ἐξ ἀνάγκης οὐχ ὑπάρχει, καὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης ὑπάρχει.
“而如果A出于必然属于全部或某些B,那么B也必然属于某些A。” 对于必然全称肯定前提与必然特称肯定前提,必然特称肯定前提都与其换位,正如他在全称否定前提上所证明的那样,他同样证明了这一点。因为如果A出于必然属于全部或某些B,而B并非出于必然属于某些A,那么它就可能在某时对任何都不属于;因为“必然属于某些”的否定是“并非必然属于某些”,这与“可能对任何都不属于”具有相同的效力,因为“并非必然属于某些”与“对任何都不必然属于”是相同的。而当B不属于任何A时,A也不会属于任何B;因为这已被证明;从而A也不会出于必然属于B的全部或某些。但他自己略去了“属于全部”,而满足于取“A也不再出于必然属于某些B”;因为他没有说“因为如果对任何都不必然”,而是简单地说了“因为如果并非必然”。至于他并非依据可能否定前提进行证明,这是显而易见的;因为他认为这一否定前提也是不换位的;相反,他将论证引向了实然否定前提,并从此[实然前提]中除去了必然性,这一做法是他通过不再使用可能者、而是简单地使用“因为如果并非必然”来表明的;因为实然前提对他来说是定立为换位的。由此显而易见的是,在此前的证明中,他也将“可能属于某些”用于实然属于者;因为“因为如果可能属于某些”在那里应当被理解为是替代“因为如果可能地属于某些”而说的。他还说,没有任何前提与特称否定必然前提换位,因为也没有任何前提曾与实然前提换位,也就是说,因为在词项和某种质料上同样证明了它不换位;因为反驳正是基于相同的词项;因为人必然不属于某些动物,而动物必然属于每个人。
- 1.17ἀπόφασις γὰρ τῆς ‘ἀνάγκη τινί’ τὸ ‘οὐκ ἀνάγκη τινί’, ὃ ἴσον δύναται τῷ ‘ἐνδέχεται μηδενί’, ἐπεὶ τὸ ‘οὐκ ἀνάγκη τινί’ καὶ ‘οὐδενὶ ἀνάγκη’ τὰ αὐτά.
中性关系代名词 ὃ 指代前面的整个名词短语(即作为否定的“并非必然属于某些”),充当动词 δύναται 的主语并支配与格 τῷ ‘ἐνδέχεται μηδενί’。接续的 ἐπεὶ 从句给出了逻辑依据,在归谬法的语境中将否定范围等同起来,把“并非必然属于某些”等同于“对任何都不必然属于”。
- 1.17ἀντὶ γὰρ τοῦ εἰπεῖν ‘εἰ γὰρ μηδενὶ ἀνάγκη’ ἁπλῶς εἶπεν εἰ γὰρ μὴ ἀνάγκη.
介词 ἀντί 支配带有冠词的属格不定式 τοῦ εἰπεῖν,意为“而不是说……”。在引用的两个短语中,后一个“εἰ γὰρ μὴ ἀνάγκη”直接引用了亚里士多德的原句(25a34),作限定动词 εἶπεν 的直接引语宾语。
