- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:35.20-36.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德如何利用矛盾对立与可能命题来证明必然全称否定前提的换位,并阐明此处适于换位的必然性是绝对必然性而非带有限制条件的必然性。
" Τὸν αὐτὸν δὲ τρόπον ἕξει καὶ ἐπὶ τῶν ἀναγκαίων προτάσεων." Ὁμοίως φησὶ ταῖς κατὰ τὸ ὑπάρχον καὶ τὰς ἀναγκαίας ἀντιστρέφειν προτάσεις, καὶ δείκνυσι πρῶτον καὶ ἐπὶ τούτων τὴν καθόλου στερητικὴν ἀντιστρέφουσαν αὑτῇ οὕτως·
“在必然前提的情形下也将具有同样的方式。” 他说必然前提与实然前提同样地换位,并首先在这些前提上证明了全称否定前提与其自身换位,如下所示:
"Εἰ μὲν γὰρ ἀνάγκη τὸ Α τῷ Β μηδενὶ ὑπάρχειν, ἀνάγκη καὶ τὸ Β τῷ Α μηδενὶ ὑπάρχειν· εἰ γὰρ τινὶ ἐνδέχεται, καὶ τὸ Α τινὶ τῷ Β ἐνδέχοιτο ἄν." Ἡ μὲν καθόλου ἀποφατικὴ ὑπάρχουσα ἐδείχθη ἀντιστρέφουσα· ἐπεὶ δὲ ἡ ἀναγκαία καθόλου ἀποφατικὴ τῆς μὲν ὑπαρχούσης καθόλου ἀποφατικῆς διαφέρει τῷ ἐξ ἀνάγκης, καθ’ ὃ τῆς δειχθείσης ἡ δεικνυμένη νῦν διαφέρει (ἔστι δὲ τοῦτο τὸ ἀναγκαῖον), κατὰ τοῦτο τὴν δεῖξιν ποιεῖται.1 εἰ γὰρ μὴ ἐξ ἀνάγκης τὸ Β τῷ Α μηδενὶ ὑπάρχοι, ἀλλὰ ἐνδέχοιτο τινὶ ὑπάρχειν (αὕτη γὰρ ἀναίρεσις καὶ ἀντίφασις πρὸς τὴν καθόλου ἀποφατικὴν ἀναγκαίαν, ὡς ἐν τῷ περὶ τῆς ἀντιφάσεως δέδεικται λόγῳ), καὶ τὸ Α, φησί, τῷ Β ἐνδέχοιτο 〈ἂν〉 τινί· ἀλλ’ ἔκειτο ἐξ ἀνάγκης μηδενὶ ὑπάρχειν. δοκεῖ δὲ καὶ ἐνταῦθα πάλιν διὰ τῆς ἐνδεχομένης ἐπὶ μέρους καταφατικῆς ὡς ἀντιστρεφούσης τὴν δεῖξιν περὶ τῆς ἀναγκαίας καθόλου ἀποφατικῆς πεποιῆσθαι, καίτοι μηδέπω περὶ τῶν κατὰ τὰς ἐνδεχομένας ἀντιστροφῶν εἰρηκώς. ἢ τὸ μὲν ἀντικεῖσθαι τῇ καθόλου ἀναγκαίᾳ ἀποφατικῇ τὴν ἐπὶ μέρους καταφατικὴν ἐνδεχομένην εἶχεν ὁμολογούμενον (ἀντιφάσεις γάρ), διὸ καὶ τοῦτο ἔλαβε. λαβὼν δὲ αὐτό, ἐπεὶ καὶ τὸ ὑπάρχον τινί, εἰ μὴ ἐξ ἀνάγκης ὑπάρχοι, ἐνδέχεσθαι καὶ ἐνδεχομένως ὑπάρχειν λέγεται, ἦν δὲ αὐτῷ δεδειγμένον τὸ τὴν ἐπὶ μέρους ὑπάρχουσαν ἀντιστρέφειν ἑαυτῇ, ταύτῃ προσεχρήσατο· ἀνελὼν γὰρ τὸ ἀναγκαῖον διὰ τοῦ τινὶ ἐνδέχεσθαι ὑπάρχειν τῷ τὸ τινὶ ὑπάρχον, ὅτε ὑπάρχει, ἀντιστρέφειν·2 τὸ δὲ ἐνδεχόμενον τινὶ ὑπάρχειν ἤτοι ἤδη ὑπάρχει αὐτῷ ἢ οἷόν τέ ἐστιν ὑπάρξαι ποτέ· ὁπόταν δὲ ὑπάρχῃ, ἀντιστρέφει· οὕτως ἔσται τὸ ἐξ ἀνάγκης μηδενὶ ὑπάρχον ὑπάρχον ποτὲ τινὶ ἐκείνῳ, ὃ ἀδύνατον. ὅτι δὲ τὸ ἐνδεχόμενον ἐπὶ τοῦ ὑπάρχοντος μὲν οὐκ ἐξ ἀνάγκης δὲ λέγεται, ὀλίγον προελθὼν διαιρούμενος τὸ ἐνδεχόμενον λέγει· σημαίνειν γάρ φησιν αὐτὸ ὥσπερ καὶ τὸ ἀναγκαῖον οὕτω δὲ καὶ τὸ μὴ ἀναγκαῖον ἀλλὰ ὑπάρχον, ἐφ’ οὗ καὶ νῦν αὐτῷ κέχρηται. καὶ εἴη ἂν τῷ ἐξ ἀνάγκης μηδενὶ τὸ ἐνδεχομένως τινὶ ὑπάρχον ἢ ὑπάρξον ἀντικείμενον. ἐπεὶ δὲ τοῦ ἀναγκαίου τὸ μὲν ἁπλῶς ἐστιν ἀναγκαῖον, τὸ δὲ μετὰ διορισμοῦ λέγεται, ὡς τὸ ‘ἄνθρωπος ἐξ ἀνάγκης παντὶ γραμματικῷ, ἔστ’ ἂν ᾖ γραμματικός’ (αὕτη γὰρ οὐχ ἁπλῶς ἐστιν ἡ πρότασις ἀναγκαία· δέδειχε δὲ αὐτῶν τὴν διαφορὰν καὶ Θεόφραστος· οὐ γὰρ αἰεὶ γραμματικός ἐστιν, ἀλλ’ οὐδ’ ὁ ἄνθρωπος γραμματικός), ἐπεὶ τοίνυν διαφέρει, δεῖ ἡμᾶς εἰδέναι, ὅτι περὶ τῶν ἁπλῶς καὶ κυρίως λεγομένων ἀναγκαίων τὸν λόγον ποιεῖται νῦν Ἀριστοτέλης· αἱ γὰρ οὕτως ἀναγκαῖαι ἀντιστρέφουσιν.
“因为如果A必然不属于任何B,那么B也必然不属于任何A;因为若可能属于某些,A也将可能属于某些B。” 实然的全称否定前提已被证明换位;但由于必然的全称否定前提以“出于必然”而与实然的全称否定前提相区别,在现在被证明的前提与此前已被证明的前提所区别之点上(而这就是“必然”),他就依此点来进行证明。因为如果B并非出于必然不属于任何A,而是可能属于某些(因为正如在关于矛盾对立的讨论中所证明的那样,这是对必然全称否定前提的消去与矛盾对立),他说,A也将可能属于某些B;但原定立的是它出于必然不属于任何。不过在此处,尽管他尚未谈及依可能前提的换位,他似乎又是通过作为换位前提的特称肯定可能前提来对必然全称否定前提进行证明的。抑或,特称肯定可能前提与全称必然否定前提相对立,这本是他所公认的(因为它们是矛盾对立),因此他也取了这一点。而既然取了这一点,又因为属于某些者如果不是出于必然属于,就被说成是可能的以及可能地属于,并且对他而言特称实然前提与其自身换位已被证明,他便连带使用了这一换位;因为他是借助属于某些者在属于时发生换位这一事实,通过可能属于某些而消去了必然者;而可能属于某些者,要么已经属于它,要么能够在某时属于;而每当它属于时,它便换位;这样,出于必然不属于任何者在某时就将属于那物的某些,而这是不可能的。至于可能者被用于述说属于但并非出于必然者,他在稍后划分可能者时指出了这一点;因为他说它既表示必然者,同样也表示非必然但属于者,而现在他正是以此意义使用它的。而与“出于必然不属于任何”相对立的,当是“可能地属于或将要属于某些”。然而,由于在必然者中,一种是绝对的必然,另一种则是带有附加限制而被述说的,如“人必然属于每一个文法学家,只要他是文法学家”(因为这个前提并不是绝对必然的;塞奥弗拉斯托也证明了它们的区别;因为他并非总是文法学家,人也并非文法学家),既然两者有别,我们就应当知道,亚里士多德现在所讨论的是被绝对且本真地称作必然的前提;因为只有以此种方式必然的前提才是换位的。
- 1.16καθ’ ὃ τῆς δειχθείσης ἡ δεικνυμένη νῦν διαφέρει (ἔστι δὲ τοῦτο τὸ ἀναγκαῖον), κατὰ τοῦτο τὴν δεῖξιν ποιεῖται
关系词短语 καθ’ ὃ ... 与指示短语 κατὰ τοῦτο 构成相关结构。从句 καθ’ ὃ τῆς δειχθείσης ἡ δεικνυμένη νῦν διαφέρει(在现在被证明者与已被证明者相区别之点上)置于主节的 κατὰ τοῦτο 之前,括号内的插入语 (ἔστι δὲ τοῦτο τὸ ἀναγκαῖον) 标明了该区别的具体内容。整句骨架为“在……之处,便依此来进行证明”。
- 1.16ἀνελὼν γὰρ τὸ ἀναγκαῖον διὰ τοῦ τινὶ ἐνδέχεσθαι ὑπάρχειν τῷ τὸ τινὶ ὑπάρχον, ὅτε ὑπάρχει, ἀντιστρέφειν
带冠词的不定式与格短语 τῷ τὸ τινὶ ὑπάρχον, ὅτε ὑπάρχει, ἀντιστρέφειν 作手段或理由的工具性格/与格,用以补充说明前行分词短语 ἀνελὼν... διὰ τοῦ τινὶ ἐνδέχεσθαι ὑπάρχειν 的成立依据(即如何借助特称可能命题来消去必然性)。该结构具体阐释了紧接在前的 ταύτῃ προσεχρήσατο(连带使用了特称实然前提的换位)的实际运作机制。
