- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:368.19-369.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大考察了带有重复限定成分的三段论诸实例(健康、羊鹿、人),阐明为何被重复成分必须与大项而非中项结合,并解释了“附加谓项”一词的涵义。
οὐκέτι μέντοι ἀληθὲς τὸ ‘ἡ δικαιοσύνη ταὐτὸν τῷ ἀγαθῷ ἐστιν’, ὃ δηλοῖ ὁ λέγων ‘ἡ δικαιοσύνη ἀγαθόν ἐστιν, ὅτι ἀγαθόν’. κοινότερον δὲ νῦν τὸ ἀγαθὸν ὡς ἐν τῷ ὅπερ καὶ ὡς γένος ἔλαβε κατηγορεῖσθαι τῆς δικαιοσύνης· ἀντὶ γὰρ τοῦ περιέχειν τῷ ὅπερ ἐχρήσατο. Ὁμοίως δὲ πάλιν, κἂν ᾖ συμπέρασμα, ὅτι τὸ ὑγιεινὸν ἐπιστητόν ἐστιν, ᾗ ἀγαθόν, τὸ μὲν ἀναδιπλούμενόν ἐστι τὸ ἀγαθόν· ἡ δ’ ἀνάλυσις ἔσται καὶ τούτου τοῦ συλλογισμοῦ εἴς τε τοὺς ὅρους καὶ τὰς προτάσεις, ἄν ᾖ τῷ μείζονί τε καὶ κατηγορουμένῳ ὅρῳ προσκείμενον τὸ ᾗ ἀγαθόν, ἵνα ᾖ μείζων μὲν ἄκρος ἐπιστητόν, ᾗ ἀγαθόν, μέσος δὲ ἀγαθόν, ἔσχατος δὲ τὸ ὑγιεινόν. ἔσονται γὰρ αἱ μὲν προτάσεις ‘τὸ ὑγιεινὸν ἀγαθόν, τὸ ἀγαθὸν ἐπιστητόν, ᾗ ἀγαθόν’, συμπέρασμα δὲ ‘τὸ ὑγιεινὸν ἐπιστητόν, ᾗ ἀγαθόν’. ἂν δὲ μὴ τῷ κατηγορουμένῳ τὸ ἐπαναδιπλούμενον ἐν τῇ ἀναλύσει προστεθῇ ἀλλὰ τῷ μέσῳ, οὔτε τὸ συμπέρασμα ἔτι δειχθήσεται τὸ προκείμενον 〈τὸ〉 ‘τὸ ὑγιεινὸν ἐπιστητόν, ᾗ ἀγαθόν’, οὔτε ἡ πρότασις ἀληθής ἐστιν ἢ συνετὴ ἡ λέγουσα ‘τὸ ὑγιεινὸν ἀγαθόν, ᾗ ἀγαθόν’. ὅμοιον τούτοις ἐστὶ καὶ τὸ ὁ τραγέλαφος [δοξαστόν], ᾗ μὴ ὄν. σφόδρα δὲ συντόμως εἰρημένον ἀσάφειαν ἔχει· μόνον γὰρ ἔλαβε τὸ ἐπαναδιπλούμενον τοῦ ὑποκειμένου κατηγορούμενον παραλιπὼν τῷ κατηγορουμένῳ προσκεῖσθαι αὐτὸ δεῖν. ἔστι γὰρ τὸ συμπέρασμα τραγέλαφος δοξαστόν, ᾗ μὴ ὄν· ὁ δὲ συλλογισμὸς ‘τραγέλαφος μὴ ὄν, τὸ μὴ ὂν δοξαστόν, ᾗ μὴ ὄν’, ἐφ’ αἷς προτάσεσι συμπέρασμα τὸ τραγέλαφος δοξαστόν, ᾗ μὴ ὄν. τινὲς δὲ ἤκουσαν οὕτως· ὁ τραγέλαφος μὴ ὄν, τὸ μὴ ὂν μὴ ὄν, ᾗ μὴ ὄν, τραγέλαφος ἄρα μὴ ὄν, ᾗ μὴ ὄν. Ὅμοιον παράδειγμα τοῖς προειρημένοις καὶ τὸ ἄνθρωπος φθαρτόν, ᾗ αἰσθητόν· ἔστι γὰρ συμπέρασμα ἔχον ἐπαναδεδιπλωμένον τὸ αἰσθητὸν δῆλον ὡς διὰ μέσου ὅρου τοῦ αἰσθητοῦ γεγονότος καὶ δεδειγμένον.1 ὁ γὰρ ἄνθρωπος αἰσθητόν, τὸ αἰσθητὸν φθαρτόν, ᾗ αἰσθητόν· ἐφ’ οἷς τὸ κείμενον συμπέρασμα τοῦ αἰσθητοῦ ἐπαναδεδιπλωμένου καὶ δεύτερον εἰλημμένου τῷ κατηγορουμένῳ ἄκρῳ συντεταγμένου τῷ φθαρτῷ ἀλλ’ οὐ τῷ μέσῳ. τὸ δ’ ἐπαναδιπλούμενον ἐπικατηγορούμενον εἶπεν, ἐπεὶ τῷ κατηγορουμένῳ συντάσσεται καὶ ἔστιν ἐν τοῖς συμπεράσμασι προσκατηγορούμενόν τε καὶ ἐπικατηγορούμενον. δύναται δὲ καὶ καθολικώτερον εἰρηκέναι νῦν, ὅτι ἐν πᾶσι τοῖς συλλογισμοῖς, ἐν οἷς ἐστι προσκείμενόν τι τῷ κατηγορουμένῳ καὶ ἐπικατηγορούμενον ἐν τῷ συμπεράσματι, ἄν τε δὶς ᾖ ταὐτὸν εἰλημμένον καὶ ἐπαναδεδιπλωμένον, ὡς ἐφ’ ὧν εἰρήκαμεν εἶχεν (ἦν γὰρ τῷ μέσῳ ταὐτόν· ἐδύνατο δὲ καὶ τῷ κατηγορουμένῳ ταὐτόν, ὡς ἐπὶ τοῦ τραγελάφου, εἰ ἐν τῷ συμπεράσματι λαμβάνοι τις ‘ὁ τραγέλαφος μὴ ὄν, ᾗ μὴ ὄν’), ἄν τε καὶ ἄλλως ᾖ ἔξωθεν προσειλημμένον, δεῖ τὰς ἀναλύσεις ποιουμένους ἐν ταῖς τῶν ὅρων ἐκθέσεσι τὸ τοιοῦτον συντάσσειν2 τῷ μείζονι ἄκρῳ, ὃς κατηγορεῖται ἐν τῷ συμπεράσματι· οὕτως γὰρ ἐπικατηγορούμενόν τε καὶ προσκατηγορούμενον ἔσται ἐν τῷ συμπεράσματι. ἔοικε μέντοι ταὐτὸν λέγειν ἐπικατηγορούμενόν τε καὶ ἐπαναδιπλούμενον· ἐπήνεγκε γὰρ τὸ πρὸς τῷ ἄκρῳ τὴν ἐπαναδίπλωσιν θετέον.
然而,“正义与善是同一的”便不再是真实的了,而陈述“正义是善,作为善”的人表明的正是这一点。但他现在把善作为在“正是”中且作为属而在正义上被述谓,是在更为通俗的意义上理解的;因为他用“正是”代替了“包含”。同样地,即使结论是“健康之物是可认识的,作为善”,被重复的成分也是“善”;并且这一三段论向诸项及诸前提的分析,也将在此种情况下成立:即当“作为善”被添加在大项及作为谓项的项上,从而使大极端项是“作为善可认识的”,中项是“善”,最末项是“健康之物”。因为诸前提将是“健康之物是善;善是可认识的,作为善”,而结论将是“健康之物是可认识的,作为善”。但如果在分析中被重复的部分不是被添加到谓项上而是添加到中项上,那么既不能再表明所提出的结论即“健康之物是可认识的,作为善”,陈述“健康之物是善,作为善”的前提也既非真实又不可理解。与这些例子相似的还有“羊鹿[是可被意见推想的],作为非存在”。但由于表述极其简短,它包含着含混之处;因为他仅仅把被重复的成分作为主项的谓项取用,遗漏了它必须被添加在谓项上这一点。因为结论是“羊鹿是可被意见推想的,作为非存在”,而三段论是“羊鹿是非存在;非存在是可被意见推想的,作为非存在”,在这些前提下结论是“羊鹿是可被意见推想的,作为非存在”。但有些人是这样理解的:“羊鹿是非存在;非存在是非存在,作为非存在;因此羊鹿是非存在,作为非存在”。与前述例子相似的例证还有“人是可毁灭的,作为可感物”;因为这是一个包含着被重复的“可感物”的结论,显然它是通过“可感物”作为中项而产生并被证明的。因为“人是可感物;可感物是可毁灭的,作为可感物”,在这些前提下产生给定的结论,其中被重复且第二次被取用的“可感物”是与作为谓项的极端项“可毁灭的”组合,而不是与中项组合。而他之所以把被重复的部分称为“附加谓项”,是因为它与谓项组合,并且在诸结论中成为附加述谓和附加谓项。但他现在也有可能是在更普遍的意义上陈述的,即:在所有那些结论中存在添加到谓项上且附加述谓之成分的三段论中,无论同一个东西被两次取用并被重复(正如在我们所说的那些例子中所呈现的那样,因为它是与中项同一的;但它也可能与谓项同一,正如在羊鹿的例子中,如果有人在结论中取用“羊鹿是非存在,作为非存在”),还是以其他方式从外部附加引入的,进行分析的人都必须在诸项的列明中把此类成分与在结论中被述谓的大极端项组合;因为这样一来,它在结论中才会成为附加谓项和附加述谓的成分。不过,他似乎是将“附加谓项”和“被重复的部分”指称同一个东西;因为他随后补充道“必须把重复归于极端项”。
- 2.255γεγονότος καὶ δεδειγμένον
γεγονότος 是紧接在 ὡς 及介词短语 διὰ μέσου ὅρου τοῦ αἰσθητοῦ 之后的属格绝对分词,而 δεδειγμένον 则是与主格中性的 συμπέρασμα 一致并直接修饰它的被动分词。虽然紧接在插入的属格绝对结构之后出现格的不一致表象,但在句法上 δεδειγμένον 修饰 συμπέρασμα。
- 2.255δύναται δὲ καὶ καθολικώτερον εἰρηκέναι νῦν, ὅτι... δεῖ τὰς ἀναλύσεις ποιουμένους... συντάσσειν
这是一个长句结构。主句核心动词为表示可能的表达 δύναται εἰρηκέναι(“他也有可能是陈述了……”)。ὅτι 从句的核心谓词是非人称动词 δεῖ,其逻辑主语是宾格分词短语 τὰς ἀναλύσεις ποιουμένους(“进行分析的人们”),带动词不定式 συντάσσειν。在 ὅτι 与 δεῖ 之间,插入了修饰性的关系从句(ἐν πᾶσι... συμπεράσματι)以及成对的条件状语从句(ἄν τε... ἄν τε...)。
