← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§367.15-368.19

前提中重复的限定成分与大项的结合

注解《前分析篇》49a11,亚历山大阐明了在前提中重复出现的限定成分必须归于大项(谓项)而非中项的规则,并通过关于善的知识与正义的三段论例子对此进行了论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.255#1

" Τὸ δ’ ἐπαναδιπλούμενον ἐν ταῖς προτάσεσι πρὸς τῷ πρώτῳ ἄκρῳ θετέον, οὐ πρὸς τῷ μέσῳ." Τὸ ἐπαναδιπλούμενον, ὅ ἐστι τὸ δὶς λαμβανόμενον, οὐχ ἁπλῶς τὸ προστιθέμενον καὶ προσκατηγορούμενον· τοῦτο γὰρ καὶ αὐτὸ τὸ ὄνομα δηλοῖ τὸ τῆς ἐπαναδιπλώσεως· ἔστι δὲ ὁ ἐπαναδιπλούμενος ἐν ταῖς προτάσεσιν ὁ μέσος ὅρος· οὗτος γὰρ γίνεται προσκατηγορούμενος ἐπαναδιπλωθείς· οὐ φησι δὲ δεῖν ἐν ταῖς ἀναλύσεσι τῶν τοιούτων συλλογισμῶν τῷ μέσῳ ὅρῳ τὸ δεύτερον λαμβανόμενον καὶ ἐπαναδιπλούμενον συντάσσεσθαι, ὡς δὶς εἶναι τὸν μέσον λεγόμενον, ἀλλὰ τῷ πρώτῳ, τοῦτ’ ἔστι τῷ μείζονι καὶ κατηγορουμένῳ. ὃ δὲ λέγει, διὰ τοῦ παραδείγματος σαφὲς πεποίηκεν· εἰ γὰρ γίνοιτο συμπέρασμα διὰ συλλογισμοῦ, ὅτι τῆς δικαιοσύνης ἐστὶν ἐπιστήμη, ὅτι ἀγαθόν,1 τὸ μὲν ἐπαναδιπλούμενόν ἐστι τὸ ἀγαθόν, ὃ πρόσκειται τῇ ἐπιστήμῃ, ἐπαναδιπλούμενον δέ, ὅτι καὶ ὁ μέσος ὅρος τὸ ἀγαθόν ἐστιν. ὁ γὰρ συλλογισμὸς οὗτος· ἡ δικαιοσύνη ἀγαθόν, τοῦ ἀγαθοῦ ἐστιν ἐπιστήμη, ὅτι ἀγαθόν, τῆς δικαιοσύνης ἄρα ἐστὶν ἐπιστήμη, ὅτι ἀγαθόν. οὕτως γὰρ κειμένων τῶν ὅρων καὶ ὄντος μείζονος μὲν ἄκρου ἐπιστήμης, ὅτι ἀγαθόν, μέσου δὲ ἀγαθοῦ, ἐλάττονος δὲ ἄκρου δικαιοσύνης ἔσται τὸ εἰρημένον συμπέρασμα τὸ τῆς δικαιοσύνης ἐπιστήμην εἶναι, ὅτι ἀγαθόν, καὶ ἡ ἀνάλυσις εἰς τοὺς εἰρημένους ὅρους ἔσται τοῦ συλλογισμοῦ. ἐὰν δὲ τὸ ἐπαναδιπλούμενον (τοῦτο δέ ἐστι τὸ ἀγαθόν) μὴ τῷ μείζονι ἄκρῳ συναφθῇ ἀλλὰ τῷ μέσῳ καὶ γένηται ὁ μέσος ἀγαθόν, ὅτι ἀγαθόν, οὔτε ἔτι συμπέρασμα ἔσται τὸ τὴν δικαιοσύνην ἐπιστήμην εἶναι, ὅτι ἀγαθόν, τῷ μὴ εἶναι τῷ κατηγορουμένῳ προσκείμενον τὸ ὅτι ἀγαθόν, ὅπερ ἦν τὸ ἀναδιπλούμενον·2 ἀλλ’ οὐδ’ ἡ ἐλάττων πρότασις συνετὴ ἔτι· ἔσται γὰρ ἡ δικαιοσύνη ἀγαθόν, ὅτι ἀγαθόν. ἢ γὰρ περιττῶς ἔσται προσκείμενον τῷ ἀγαθῷ τὸ ὅτι ἀγαθὸν μηδὲν σημαῖνον, καὶ ἀσύνετος ἡ πρότασις ἔσται ἡ λέγουσα ‘ἡ δικαιοσύνη ἀγαθόν, ὅτι ἀγαθόν’, ἢ εἰ σημαντικὸν τοῦ διὰ τοῦτο τὴν δικαιοσύνην ἀγαθὸν εἶναι, ὅτι μόνη ἀγαθόν ἐστι καὶ ταὐτὸν τῷ ἀγαθῷ, ψεῦδος ἂν εἴη τὸ λεγόμενον. σημειωτέον δέ, ὅτι ψεῦδος καὶ τὸ μὴ συνετὸν λέγει.3 οὐ δὴ τῷ μέσῳ ὅρῳ χρὴ προσκεῖσθαι τὸ ἐπαναδιπλούμενον, ὡς τὸν μέσον ὅρον εἶναι δὶς τὸν αὐτὸν λαμβανόμενον, ἀλλὰ τῷ κατηγορουμένῳ. τὸ δὲ ἡ γὰρ δικαιοσύνη, ὅπερ ἀγαθόν, δεικτικὸν ἅμα ἐστὶ τοῦ πῶς ἀληθής ἐστιν ἡ πρότασις· τὸ γὰρ ὅπερ τοῦ γένους αὐτῷ δηλωτικόν ἐστι. διὰ τοῦτο οὖν ἀληθὴς ἡ ἐλάττων πρότασις ἡ λέγουσα ‘ἡ δικαιοσύνη ἀγαθόν’, ὅτι, ὅπερ ἀγαθόν, ἐστί, τοῦτ’ ἔστιν, ὅτι ὡς ἐν γένει τῷ ἀγαθῷ ἐστιν· τοῦτο δέ, ἐπεὶ περιέχεται ὑπ’ αὐτοῦ. ἅμα δὲ σημεῖον τὸ ὅπερ προσκείμενον τοῦ κατ’ εὐθεῖαν κατηγορεῖσθαι τὸ ἀγαθὸν τῆς δικαιοσύνης, οὐχ οὕτως, 〈ὡς〉 ἦν τὸ ὑποκείμενον τῇ ἐπιστήμῃ· τοῦ γὰρ ἀγαθοῦ ἐπιστήμη, ἀλλ’ οὐ τὸ ἀγαθὸν ἐπιστήμη. οὕτως μὲν οὖν τῆς δικαιοσύνης κατηγορεῖν τὸ ἀγαθὸν ἁπλῶς ὑγιές τε καὶ ἀληθές· τὸ γὰρ γένος τοῦ εἴδους καὶ τὸ περιέχον ὅλως τοῦ περιεχομένου κατηγορεῖται, διὸ καὶ ἁπλῶς.

“在诸前提中被重复的部分必须归于第一极端项,而不是归于中项。” 被重复的部分是被两次取用的部分,而不仅仅是被添加和附加述谓的部分;因为“重复”这个名称本身就表明了这一点。而在诸前提中被重复的部分是中项;因为正是它在被重复后成为了附加述谓的成分。但他指出,在对此类三段论的分析中,不应当把第二次取用和重复的部分与中项组合,以致中项被言说了两次,而是应当与第一项即大项和谓项组合。他所说的意思,已经通过例子阐明了;因为如果通过三段论得出结论说“存在关于正义即善的知识”,那么被重复的部分就是“善”,它被添加在“知识”上,而之所以说它是被重复的,是因为中项也是“善”。因为三段论如下:“正义是善;关于善存在即善的知识;因此关于正义存在即善的知识。”因为当诸项如此设定,大极端项是“即善的知识”,中项是“善”,小极端项是“正义”时,便会有前述的结论,即“关于正义存在即善的知识”,并且该三段论向所述诸项的分析也得以成立。但如果被重复的部分(即“善”)不是与大极端项结合,而是与中项结合,且中项变成了“即善的善”,那么就不再会有“正义是即善的知识”这一结论了,这是由于作为被重复之物的“即善”没有被添加在谓项上;而且小前提也将不再是可以理解的;因为小前提将变成“正义是即善的善”。因为要么“即善”是多余地被添加在“善”上而不表示任何意义,从而陈述“正义是即善的善”的前提将是不可理解的;要么,如果它表示正义之所以是善是因为唯独正义是善且与善本身同一,那么所说的内容将是虚假的。应当注意,他也把不可理解的东西称为虚假。因此,绝不应当把被重复的部分附加在中项上,使得中项被两次作为同一个东西取用,而应当附加在谓项上。而“因为正义正是善”这一句,同时指示了该前提如何是真实的;因为“正是”一语对他而言指示了属。因此,陈述“正义是善”的小前提之所以真实,是因为它是正是善的东西,也就是说,它作为在属中那样存在于善中;而这是因为它被善所包含。同时,被附加的“正是”是一个标志,表明善就正义而言是按照主格被述谓的,而不是以善作为知识的基体时那种方式[被述谓的];因为那是“关于善的知识”,而不是“善是知识”。因此,以这种方式就正义无条件地述谓善是健全且真实的;因为属就种而言被述谓,且普遍而言包含者就被包含者而言被述谓,因此也是无条件地被述谓。

语法注3 条
  1. 2.255τὸ δὲ ἡ γὰρ δικαιοσύνη, ὅπερ ἀγαθόν

    中性定冠词 τό 将引自亚里士多德的原句(ἡ γὰρ δικαιοσύνη, ὅπερ ἀγαθόν)名词化作为整句的主语。主要动词是后文的 ἐστί,表语形容词 δεικτικόν 支配属格从句 τοῦ πῶς ἀληθής ἐστιν ἡ πρότασις。

  2. 2.255τῷ μὴ εἶναι τῷ κατηγορουμένῳ προσκείμενον τὸ ὅτι ἀγαθόν, ὅπερ ἦν τὸ ἀναδιπλούμενον

    带有定冠词不定式的与格结构(τῷ μὴ εἶναι),表原因。不定式 εἶναι 的主语是中性名词化短语 τὸ ὅτι ἀγαθόν,与表语分词 προσκείμενον 结合(意为“由于‘即善’没有被添加”)。与格 τῷ κατηγορουμένῳ 是分词 προσκείμενον 所支配的间接宾语。

  3. 2.255σημειωτέον δέ, ὅτι ψεῦδος καὶ τὸ μὴ συνετὸν λέγει

    动词 λέγει 带有双宾格(宾语与宾语补足语);τὸ μὴ συνετόν(不可理解之物)是直接宾语,而 ψεῦδος(虚假)则是置于句首起强调作用的补足语。即“他把不可理解的东西也称为虚假”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:367.15-368.19