← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§366.13-367.14

对应于范畴划分的属于关系的多重含义

关于亚里士多德提出诸前提中的“属于”必须按照范畴划分的同样多种方式来理解这一论点(49a6),亚历山大列举了各个范畴的具体例子进行阐释,并进一步探讨了简单谓项与复合谓项的真值以及句法结合的问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.254

" Τὸ δ’ ὑπάρχειν τόδε τῷδε καὶ τὸ ἀληθεύεσθαι τόδε κατὰ τοῦδε τοσαυταχῶς ληπτέον, ὁσαχῶς αἱ κατηγορίαι διῄρηνται. " Εἰπὼν ἐν τοῖς προειρημένοις “ὁσαχῶς τὸ εἶναι λέγεται καὶ τὸ ἀληθὲς εἰπεῖν τοῦτο, τοσαυταχῶς οἴεσθαι χρὴ καὶ τὸ ὑπάρχειν” (οὐ γὰρ τοῖς ὀνόμασιν ἢ τῇ τῶν ὀνομάτων πτώσει προσέχοντας χρὴ τὰς κατηγορίας ἐν ταῖς προτάσεσι ποιεῖσθαι, ὡς εἰ μὲν κατ’ εὐθεῖαν λέγοιτο, καὶ δὴ γίγνεσθαι κατηγορίαν, ἂν δὲ κατὰ πτῶσιν, μηκέτι, ἀλλὰ πρὸς τὰ πράγματα ἀποβλέποντας χρὴ καὶ τὰς ὑπάρξεις αὐτῶν, ὡς ἐνδέχεται ταύτας σημαίνεσθαι καὶ δι’ ἧς ἂν πτώσεως, οὕτως καὶ τὰς προτάσεις σχηματίζειν), νῦν λέγει,1 ποσαχῶς ἀληθές ἐστιν εἰπεῖν ἄλλο ἄλλῳ ὑπάρχειν· ὁσαχῶς γὰρ αἱ κατηγορίαι καὶ τὰ τῶν ὄντων γένη διῄρηται. ἢ γὰρ ὡς οὐσίαν τὸ κατηγορούμενον τοῦ ὑποκειμένου καὶ ἐν τῷ τί ἐστιν ὂν αὐτοῦ ληπτέον ἐν ταῖς προτάσεσιν, ὡς ἐν τῇ ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν’, ἢ ὡς ποσότητα αὐτοῦ δηλοῦν, ὡς ἐν τῇ ‘ὁ ἄνθρωπος τρίπηχύ ἐστιν’, ἢ ὡς ποιότητα, ἄν λευκὸς εἶναι ῥηθῇ, ἢ ὡς σχέσιν, ἐὰν δεξιὸς ἢ πατήρ, ἢ ὡς ἐνέργειαν, ἂν διαλέγηται ἢ γράφῃ, ἢ ὡς πάθος, ἂν τύπτηται ἢ ἀλγῇ, ἢ ὡς τόπον, ἄν ἐν Λυκείῳ εἶναι ῥηθῇ, ἢ ὡς χρόνον, ἄν λέγηται, ὅτι χθὲς ἦν ἢ πέρυσιν, ἢ ὡς κεῖσθαι, ὅταν καθῆσθαι λέγηται, ἢ ὡς ἔχοντός τι, ἄν ὑποδεδέσθαι ἢ ὡπλίσθαι λέγηται. τοσαῦται γὰρ αἱ κατηγορίαι, καὶ τοσαυταχῶς οἷόν τε ἄλλο ἄλλῳ ὑπάρχειν τε καὶ ἀληθεύεσθαι κατ’ αὐτοῦ. καὶ τούτων τῶν κατηγορουμένων καὶ ἀληθευομένων κατά τινος ἢ ἁπλῶς καὶ καθόλου ληπτέον τὰ κατηγορούμενα κατηγορεῖσθαι ἢ πῇ·2 τὰ μὲν γὰρ γένη καὶ αἱ διαφοραὶ καὶ τὰ ἴδια καὶ οἱ ὁρισμοὶ ἁπλῶς κατηγοροῦνταί τε, ὧν εἰσι, καὶ ἀληθεύονται κατ’ αὐτῶν, τὸ δὲ συμβεβηκὸς ποτὲ μὲν ἁπλῶς, ὡς ἐπὶ τῆς χιόνος τὸ λευκόν, ποτὲ δὲ πῃ, ὡς τοῦ ὀφθαλμοῦ τὸ λευκόν. ἔτι δὲ ἢ ἁπλῶς τε καὶ ἄνευ συνθέσεως κατηγορητέον, τοῦτ’ ἔστιν ἕν τι καὶ μιᾶς κατηγορίας, ἢ συμπεπλεγμένα τε καὶ συγκείμενα· ἡ μὲν γὰρ ‘Σωκράτης ἄνθρωπός ἐστιν’ ἁπλοῦν ἔχει τὸ κατηγορούμενον, ἡ δὲ λέγουσα ‘Σωκράτης ἄνθρωπος λευκός ἐστιν’ ἢ ‘Σωκράτης καθήμενος διαλέγεται’ σύνθετόν τε καὶ συγκείμενον. ἐπισκεπτέον δέ, φησί, ταῦτα καὶ διοριστέον βέλτιον, ἐπεὶ τῶν συγκειμένων ἐν ταῖς κατηγορίαις τὰ μὲν μίαν πρότασιν ποιεῖ, τὰ δ’ οὐ μίαν. ἔστι δὲ τῶν ἰδίᾳ κατηγορουμένων ἀληθῶς τὰ μὲν καὶ συνθέντας ἀληθῶς κατηγορῆσαι,3 τὰ δὲ συνθέντας οὐκ ἔστιν ἀληθῶς κατηγορῆσαι. περὶ τούτων ἀξιοῖ ἄμεινον δεῖν ἐπεσκέφθαι· ἀλλὰ καὶ περὶ τῶν ἄλλων, ὧν τὰ κεφάλαια ἐκτίθεται. καὶ αὐτὸς μὲν ἐν τῷ Περὶ ἑρμηνείας, ἐπὶ πλέον δὲ Θεόφραστος ἐν τῷ Περὶ καταφάσεως περὶ τούτων λέγει.

“而这属于这,以及就这而言这被真实地陈述,必须按照范畴被区分的同样多种方式来理解。” 他在前文说过“存在以多少种方式被言说以及说这是真实的以多少种方式被言说,就应当认为属于也以同样多种方式[被言说]”(因为不应当把注意力放在名词或名词的格变化上而在诸前提中进行述谓,就仿佛如果按照主格被言说,述谓就确实成立,但如果是按照屈折格,述谓就再也不成立一样;而是应当着眼于事物及其所属方式,正如这些方式可以通过无论何种格被表示那样,也以此方式来构成诸前提),现在他说明,说一物属于另一物在多少种方式上是真实的;因为这正是按照范畴即存在者的诸属被区分的同样多种方式[成立的]。也就是说,在诸前提中,要么必须把主词的谓项作为其实体以及在其“是什么”中的存在来选取(如在“人是动物”中),要么作为表明其数量的东西(如在“人是三肘长”中),要么作为性质(如果被说成是“白的”),要么作为关系(如果是“在右边的”或“父亲”),要么作为主动(如果他正在讨论或书写),要么作为被动(如果他挨打或感到痛苦),要么作为处所(如果被说成“在吕克昂”),要么作为时间(如果被说成“昨天在”或“去年”),要么作为姿态(当被说成“坐着”时),要么作为具有某种状态(如果被说成“穿好鞋”或“全副武装”)。因为范畴有这么多,且一物属于另一物并在其上被真实地陈述也可能以同样多种方式发生。在这些被述谓并就某物被真实陈述的事项中,必须将所述谓的事物理解为或是无条件且普遍地被述谓,或是在某一方面被述谓;因为属、种差、固有属性和定义对于它们所属的事物乃是无条件地被述谓并被真实陈述的,而偶性有时是无条件地[被述谓](如在雪上的白),有时是在某一方面(如眼睛的白)。此外,要么必须无条件且不加组合地述谓(即单一的事物且属于单一范畴),要么作为结合且复合的事物[来述谓];因为“苏格拉底是人”具有简单的谓项,而陈述“苏格拉底是白的人”或“苏格拉底坐着讨论”的前提则具有复合且结合的谓项。他说,必须考察这些并做出更好的限定,因为在范畴中复合的事物里,有些构成一条前提,有些则不构成一条[前提]。而在各自被真实述谓的事物中,有些在人们将它们结合起来时也能被真实地述谓,但有些在结合后则不可能被真实地述谓。关于这些,他认为应当更深入地加以考察,但也包括他陈列出要点的其他事项。他本人在《解释篇》中,而泰奥弗拉斯托斯在《论肯定》中更为详尽地讨论了这些问题。

语法注3 条
  1. 2.254Εἰπὼν ἐν τοῖς προειρημένοις ... νῦν λέγει

    该句的主干由以分词 Εἰπὼν(“说过”)引导的前置结构与主句谓语 νῦν λέγει(“现在他说”)构成。在 Εἰπὼν 及其引语之后,插入了由 οὐ γάρ 引导的长篇解释性从句(直至 σχηματίζειν),随后才引出主句的主动词 λέγει,需注意其骨架结构。

  2. 2.254καὶ τούτων τῶν κατηγορουμένων καὶ ἀληθευομένων κατά τινος ἢ ἁπλῶς καὶ καθόλου ληπτέον τὰ κατηγορούμενα κατηγορεῖσθαι ἢ πῇ

    句首的属格短语 καὶ τούτων τῶν κατηγορουμένων καὶ ἀληθευομένων κατά τινος 作为部分属格(“在这些……之中”)置于动名词 ληπτέον(“必须理解/选取”)之前。宾格 τὰ κατηγορούμενα 用作不定式 κατηγορεῖσθαι 的主语,受析取成分 ἢ ἁπλῶς καὶ καθόλου ... ἢ πῇ(“或者无条件且普遍地……或者在某一方面”)所修饰。

  3. 2.254ἔστι δὲ τῶν ἰδίᾳ κατηγορουμένων ἀληθῶς τὰ μὲν καὶ συνθέντας ἀληθῶς κατηγορῆσαι

    ἔστι 在此作表示“可能”的无人称动词(“能够/可以”),后接不定式 κατηγορῆσαι。属格 τῶν ἰδίᾳ κατηγορουμένων ἀληθῶς 为部分属格,修饰不定式的宾语宾格 τὰ μέν。分词 συνθέντας 为阳性宾格复数,与不定式的泛指逻辑主语一致(“当人们把它们结合时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:366.13-367.14