← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§365.16-366.12

第三格非主格前提推论与词项设定规则

亚历山大指出亚里士多德文句中的“属”字可能源自早期传抄讹误,并考察了前提非主格的第三格推论例证。随后他结合关系词对格的支配,阐明了词项应立为主格名词形态而在前提中依适宜的格变化进行结合的规则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.253#2

δύναταί 〈τι〉 καὶ τῶν ἀπ’ ἀρχῆς παρεωρᾶσθαι καὶ εἶναι ἁμάρτημα ἐν τῇ λέξει γραφέντος ἀντὶ τοῦ τῷ λέγεσθαί πως πρὸς αὐτὸ τὸ μέσον τοῦ τῷ λέγεσθαί πως πρὸς αὐτὸ τὸ γένος.1 ἔστι δὲ καὶ τὸ ἐν τῷ τρίτῳ σχήματι παράδειγμα καὶ αὐτὸ τοιοῦτο, τὸ μὲν συμπέρασμα ἔχον ἀποφατικὸν ἐπὶ μέρους κατ’ εὐθεῖαν πτῶσιν τῶν μέντοι προτάσεων οὔτε τὴν καταφατικὴν οὔτε τὴν ἀποφατικὴν κατ’ εὐθεῖαν·2 θεῷ γὰρ καιρός ἐστι, θεῷ χρόνος δέων οὐκ ἔστιν, ἐξ ὧν συνάγεται, ὅτι τις καιρὸς χρόνος δέων οὐκ ἔστιν. ἐξηγούμενος δὲ τὴν δύναμιν τῆς ἀποφατικῆς προτάσεως καὶ δεικνὺς ἅμα, ὅτι ἐστὶν ἀληθής, προσέθηκε τὸ διὰ τὸ μηδὲν εἶναι τῷ θεῷ ὠφέλιμον ὡς τῆς προτάσεως τῆς λεγούσης ‘θεῷ χρόνος δέων οὐκ ἔστι’ σημαινούσης, ὅτι θεῷ χρόνος ὠφέλιμος οὐκ ἔστι· τοῦτο δὲ ὡς ὁριζομένων τινῶν τὸν καιρὸν χρόνον ὠφέλιμον. Τοὺς μὲν οὖν ὅρους ἐκλέγοντας φησὶ δεῖν αὐτὰ τὰ ὀνόματα ἐκτίθεσθαι· ὀνόματα δέ ἐστι τὰ κατ’ εὐθεῖαν λεγόμενα, καιρός, χρόνος δέων, θεός. τὴν μέντοι πρότασιν 〈λέγει〉 (λέγοι δ’ ἂν περὶ τῆς ἀποφατικῆς) ἀντὶ τοῦ ‘προτάσεις’· ἐπὶ γὰρ ἀμφοτέρων τῶν προτάσεων ἐπὶ τούτου τοῦ παραδείγματος ὁμοίως λαμβάνεται κατὰ δοτικὴν πτῶσιν· θεῷ γὰρ οὐ θεός. οὐ κατὰ τὸ ὄνομα οὖν, τοῦτ’ ἔστιν οὐ κατὰ τὴν εὐθεῖαν πτῶσιν, ληπτέον λέγοντας ‘θεὸς χρόνος δέων οὐκ ἔστιν’, ἀλλὰ κατὰ τὴν πτῶσιν τοῦ ὀνόματος· τὴν γὰρ δοτικὴν· ‘θεῷ’ γὰρ ληπτέον ἐν ταῖς προτάσεσιν. ὃ καὶ καθόλου παραινεῖ δεῖν ποιεῖν, τοὺς μὲν ὅρους ἐκτίθεσθαι κατὰ τὰς κλήσεις τῶν ὀνομάτων, τουτ’ ἔστι κατὰ τὰ ὀνόματα3 (τὰς γὰρ πτώσεις οὐκ εἶναι ὀνόματα εἶπεν ἐν τῷ Περὶ ἑρμηνείας), συμπλέκειν δὲ αὐτοὺς ἐν ταῖς προτάσεσι κατὰ τὰς ἁρμοζούσας πτώσεις. τὰς δὲ διαφορὰς τῶν πτώσεων διὰ τῆς τῶν πρός τι παραθέσεως ἐδήλωσε· τὰ μὲν γὰρ αὐτῶν πρὸς δοτικὴν πτῶσιν λέγεται, ὡς τὸ ἴσον καὶ ὅμοιον (ἴσῳ γὰρ τὸ ἴσον ἴσον, καὶ ὁμοίῳ τὸ ὅμοιον ὅμοιον), τὰ δὲ πρὸς γενικήν, ὡς τὸ διπλάσιον (ἡμίσεως γάρ), τὰ δὲ ὡς πρὸς αἰτιατικήν, ὡς τὸ τύπτον· τὸ γὰρ τύπτον τυπτόμενον τύπτει. τὸ δὲ τυπτόμενον κοινόν ἐστιν εὐθείας τε καὶ αἰτιατικῆς πτώσεως. οὐ πάντως δὲ παραινεῖ πρὸς πτῶσιν καὶ κατὰ πτῶσιν τὰς προτάσεις συντάσσειν, ἀλλ’ ὅταν οὕτως ἁρμόζῃ· ὅταν δὲ κατ’ εὐθεῖαν, τῇ εὐθείᾳ χρηστέον, ὃ ἐδήλωσε παραθέμενος καὶ τούτου παράδειγμα τὸ ἢ ὅτι οὗτος, οἷον ὁ ἄνθρωπος [τὸ] ζῷον.

也有可能从一开始就出现了某种疏漏,而在文句上存在错误,即写下了“通过属以某种方式针对它自身被言说”,而不是“通过中项以某种方式针对它自身被言说”。而且第三格中的例子本身也是这样的,它具有一个按照主格的特称否定结论,然而在诸前提中,肯定的和否定的都不是按照主格的:因为“神有时宜,神没有所需时间”,由此推导出“某种时宜不是所需时间”。他在解释否定前提的效力并同时指明它是真实的时候,补充了“因为没有任何东西对神是有益的”,就好像那条陈述“神没有所需时间”的前提意指“神没有有益的时间”一样;而这是因为有些人将时宜定义为有益的时间。因此他说,选取词项的人必须陈列出名词本身;而名词乃是按照主格被言说的东西:“时宜”、“所需时间”、“神”。然而他[说了]“前提”(但他也许是在谈论否定前提),以代“诸前提”;因为在这个例子的两个前提中,它同样是按照与格被选取的;因为是“对于神”,而不是“神”。因此不应当按照名词,也就是说不应当按照主格来选取而说“神不是所需时间”,而是应当按照名词的格——即按照与格——因为在诸前提中必须选取“对于神”。这也就是他普遍建议应当做的事:词项应当按照名词的呼称即按照名词来陈列(因为在《解释篇》中他说过各个格并不是名词),而在诸前提中则应当按照适宜的格将它们结合起来。他通过对照关系词阐明了各个格的差别;因为它们中的一些是针对与格被言说的,如“相等”和“相似”(因为相等者相对于相等者是相等的,相似者相对于相似者是相似的),另一些是针对属格的,如“两倍”(因为是半数的两倍),还有一些是针对宾格的,如“击打者”;因为击打者击打被击打者。而“被击打者”对于主格和宾格是共有的。但他并不是建议在任何情况下都针对格且按照格来构成诸前提,而是在适宜如此的时候[才这样建议];而当按照主格时,就应当使用主格,他通过同样对照了这一情形的例子即“或者这是,例如人[是]动物”表明了这一点。

语法注3 条
  1. 2.253γραφέντος ἀντὶ τοῦ τῷ λέγεσθαί πως πρὸς αὐτὸ τὸ μέσον τοῦ τῷ λέγεσθαί πως πρὸς αὐτὸ τὸ γένος

    这是一个属格绝对结构,用以说明文句产生讹误的方式。γραφέντος的主语是带冠词的不定式短语τοῦ τῷ λέγεσθαί πως πρὸς αὐτὸ τὸ γένος,其前面由介词短语ἀντὶ τοῦ τῷ λέγεσθαί πως πρὸς αὐτὸ τὸ μέσον(“代替……”)所修饰。

  2. 2.253τὸ μὲν συμπέρασμα ἔχον ἀποφατικὸν ἐπὶ μέρους κατ’ εὐθεῖαν πτῶσιν τῶν μέντοι προτάσεων οὔτε τὴν καταφατικὴν οὔτε τὴν ἀποφατικὴν κατ’ εὐθεῖαν

    由分词ἔχον引导的句式。前一部分以宾格συμπέρασμα为宾语;后一部分的tῶν μέντοι προτάσεων作整体属格(引出所关涉的对象),其下并列了受ἔχον支配的宾格宾语οὔτε τὴν καταφατικὴν οὔτε τὴν ἀποφατικὴν(补足“不按主格具有”的谓语关系)。

  3. 2.253κατὰ τὰς κλήσεις τῶν ὀνομάτων, τουτ’ ἔστι κατὰ τὰ ὀνόματα

    κλήσεις在语法学中指名词的主格形式(命名形式)。随后的τουτ’ ἔστι κατὰ τὰ ὀνόματα表明,亚历山大依据《解释篇》第二章的观点(即只有主格才是名词,斜格是名词的格变化)将其直接阐明为“主格形态的名词本身”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:365.16-366.12