← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§363.32-365.16

否定命题中的斜格述谓与第二格

评注亚里士多德《前分析篇》48b27–33,亚历山大解释了在否定前提和否定结论中断定并不总是按照主格进行,而是可以通过其他格(属格或与格)成立,并运用第二格推论的具体例子(运动、生成、笑与征兆)进行说明。此外,他剖析了48b33中“属”这一晦涩表达,指出它指代在第二格中作为两极端谓项的中项,并考察了其句法和逻辑意图。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.252

" Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τοῦ μὴ ὑπάρχειν ληπτέον." Δείξας ἐπὶ τῶν καταφατικῶν προτάσεων οὐκ αἰεὶ τὴν κατηγορίαν ὁμοίως κατὰ τὰς πτώσεις γινομένην, φησίν, ὅτι ὁμοίως δεῖ καὶ ἐπὶ τῶν ἀποφατικῶν προτάσεών τε καὶ συμπερασμάτων κατὰ τὴν ἁρμόζουσαν καὶ ἀληθῆ πτῶσιν τοῦ ἀποφατικοῦ τὴν κατηγορίαν ποιεῖσθαι, ὃ καὶ αὐτὸ προσέθηκέ πως. οὐ γὰρ ἀεὶ ὁ λέγων τόδε τῷδε μὴ ὑπάρχειν λέγει, ὅτι τόδε τόδε οὐκ ἔστιν, ὥσπερ ἐπὶ τοῦ ‘ὁ ἄνθρωπος ἵππος οὐκ ἔστιν’, ἀλλ’ ἐνίοτε, ὅτι μή ἐστι τόδε τοῦδε, ὡς ὅταν τις εἴπῃ τὴν ἐπιστήμην μὴ ὑπάρχειν τῷ μὴ ὄντι (ὁ γὰρ τοῦτο λέγων οὐ τοῦτο λέγει, ὅτι τὸ μὴ ὂν οὐκ ἔστιν ἐπιστήμη, ἀλλ’ ὅτι τοῦ μὴ ὄντος οὐκ ἔστιν ἐπιστήμη), ἐνίοτε δέ, ὅτι τόδε τῷδε οὐχ ὑπάρχει· ὁ γὰρ τὸ νοσεῖν ἀποφήσας ἀνθρώπου οὐ τοῦτο λέγει, ὅτι ἄνθρωπος οὐκ ἔστι νόσος, ἀλλ’ ὅτι τῷ ἀνθρώπῳ οὐχ ὑπάρχει τὸ νοσεῖν ἢ τὸ κινεῖσθαι καὶ τὰ τοιαῦτα. δείκνυσι δὲ καὶ αὐτὸς τὸ εἰρημένον ὑπ’ αὐτοῦ πρῶτον ἐπὶ συλλογισμῶν ἀποφατικῶν δύο ἐν δευτέρῳ σχήματι ἠρωτημένων· ἐν γὰρ ἀμφοτέροις τὸ καθόλου ἀποφατικὸν δείκνυται ἐν δευτέρῳ σχήματι. ἔστι δὲ τὸ μὲν πρῶτον παράδειγμα τοιοῦτον· οὐκ ἔστι κινήσεως κίνησις ἢ οὐκ ἔστι γενέσεως γένεσις· ἡδονῆς δέ ἐστι γένεσις ἢ ἡδονῆς ἐστι κίνησις· οὐκ ἄρα ἡ ἡδονὴ γένεσις ἢ κίνησις. τῶν μὲν γὰρ προτάσεων οὐδεμία κατ’ εὐθεῖαν πτῶσιν συντέτακται, τὸ μέντοι συμπέρασμα·1 τὸ γὰρ ‘οὐκ ἔστιν ἡ ἡδονὴ γένεσις’ τοιοῦτον. τὸ δὲ δεύτερον παράδειγμα τοιοῦτον· γέλωτός ἐστι σημεῖον, σημείου δὲ οὐκ ἔστι σημεῖον, ὥστε οὐ σημεῖον ὁ γέλως· καὶ γὰρ ἐπὶ τούτων τῶν μὲν προτάσεων οὐδετέρα, οὔτε ἡ καταφατικὴ οὔτε ἡ ἀποφατική, κατ’ εὐθεῖαν πτῶσιν συντέτακται, τὸ μέντοι συμπέρασμα.

“在不属于的情况下,也应当以同样的方式理解。” 在说明了在肯定前提中,断定并不总是按照各个格以同样的方式进行之后,他说,同样在否定前提和结论中,也必须按照否定项所适宜且真实的格来进行断定;这一点他本身也以某种方式补充了。因为说这不属于那的人,并不总是在说这不是那,正如在“人不是马”的情况下那样,而是有时在说这不是那的[东西],就像有人说知识不属于非存在时那样(因为这样说的人并不是在说非存在不是知识,而是在说不存在非存在的知识),有时又在说这不属于那;因为从人否定患病的人,并不是在说人不是疾病,而是在说患病或被运动以及此类事情不属于人。他自己也首先在第二格中被问及的两个否定推论的例子中,展示了由他所说的内容;因为在这两个推论中,全称否定命题都是在第二格中被展示的。第一个例子是这样的:“没有运动的运动,或者没有生成的生成;但有快乐的生成,或者有快乐的运动;因此快乐不是生成或运动。”因为诸前提中没有一个是按照主格构成的,然而结论[却是如此];因为“快乐不是生成”便是这样的。第二个例子是这样的:“有笑的征兆,但没有征兆的征兆,因此笑不是征兆。”因为在这些例子中,诸前提无论肯定还是否定,都没有按照主格构成,然而结论[却是如此]。

§2.253#1

"Ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις, ἐν οἷς ἀναιρεῖται τὸ πρόβλημα τῷ λέγεσθαί πως πρὸς αὐτὸ τὸ γένος." Δείξας ἐπὶ δύο συλλογισμῶν ἠρωτημένων ἐν δευτέρῳ σχήματι μήτε τὴν ἀποφατικὴν πρότασιν κατ’ εὐθεῖαν λαμβανομένην μήτε τὴν καταφατικὴν ἀλλὰ κατὰ γενικὴν καὶ τὸ συμπέρασμα ἀποφατικὸν γινόμενον κατ’ εὐθεῖαν πτῶσιν, ὁμοίως φησὶν ἕξειν καὶ ἐπὶ τῶν ἄλλων, ἐν οἷς ἀποφατικόν τι συνάγεται (τοῦτο γάρ ἐστι τὸ ἀναιρεῖται τὸ πρόβλημα) κατὰ τὴν ποιὰν σχέσιν τοῦ κατηγορουμένου πρὸς τοὺς ὑποκειμένους ἢ τῷ κατὰ σχέσιν πως καὶ κατὰ πτῶσιν ἐν τῇ ἀποφατικῇ προτάσει συντάσσεσθαι τὸν ὑποκείμενον τῷ κατηγορουμένῳ τε καὶ τῷ μέσῳ, ὃ γίνεται ἐν τῷ μέσῳ σχήματι. οὕτως καὶ τὸ συμπέρασμα ἀποφατικὸν γενήσεται· ἐν γὰρ τῷ δευτέρῳ σχήματι ὁ μέσος ἐστὶν ὁ κατηγορούμενος ἀμφοτέρων· τῷ γὰρ λέγεσθαί πως πρὸς τὸ ὑποκείμενον τὸ κατηγορούμενον ἀποφατικῶς, καθ’ ἣν δήποτε πτῶσιν ἁρμόζει, τὸ συμπέρασμα ἀποφατικὸν ἔσται. ἡ δὲ λέξις ἀσαφής, ὅτι ἀντὶ τοῦ ‘κατηγορούμενον’ λαβεῖν καὶ ‘μέσον’ γένος εἶπεν,2 ὃ οὔτε ἐπὶ πάντων τῶν καταφατικῶς κατηγορουμένων ἀληθὲς οὔτε ἔτι μᾶλλον ἐπὶ τῶν ἀποφατικῶς. ἐχρήσατο δ’ αὐτῷ, ὅτι καὶ τὸ γένος ἀεὶ κατηγορεῖται, ὧν ἐστι γένος, καὶ ἐν τῷ μέσῳ σχήματι ὁ μέσος πάντων τῶν ἄκρων κατηγορεῖται καὶ κατὰ τοῦτο ταὐτὸν πέπονθε τῷ γένει· γένους γὰρ χώραν ὁ μέσος ἐν τῷ δευτέρῳ σχήματι ἔχει, καθ’ ὅσον πάντων κατηγορεῖται. ὅτι γὰρ ἐπὶ τοῦ δευτέρου σχήματος τὸν μέσον καὶ κατηγορούμενον γένος εἶπεν, ὃς ὅπως ἂν καὶ καθ’ ὁποίαν πτῶσιν συνταχθῇ τῷ ἑτέρῳ τῶν ἄκρων ἀποφατικῶς, ἀναιρεῖ τὸ πρόβλημα, δῆλον ἐξ ὧν ἐπιφέρει· μετὰ γὰρ τὸ τοῦτο εἰπεῖν πάλιν ἀποφατικοῦ συλλογισμοῦ παράδειγμα ἐν τρίτῳ σχήματι ἐκτίθεται, ὡς οὐκέτι ἐπὶ τούτου τοῦ παραδείγματος τοῦ μέσου ὅρου γένους τάξιν ἐπέχοντος, ὅτι μηδὲ κατηγορεῖται. ἢ οὐκ ἐπὶ τῆς ἀποφατικῆς προτάσεως εἶπε μόνης τῷ λέγεσθαί πως πρὸς αὐτὸ τὸ γένος, ἀλλ’ ἐπὶ τοῦ προβλήματος ὅλου·3 ὁ γὰρ μέσος ἐν τῷ δευτέρῳ σχήματι ἀμφοτέρων τῶν ἐν τῷ προβλήματι ὅρων κατηγορούμενος αἴτιος τοῦ ἀποφατικοῦ συμπεράσματος. ἐν πᾶσι δέ, ἐν οἷς ἀποφατικόν τι συνάγεται τῷ κατὰ σχέσιν τινὰ καὶ κατὰ πτῶσιν συντάσσεσθαι τῷ ἀναιρουμένῳ ἐν τῷ προβλήματι τὸν μέσον ἢ καταφατικῶς ἢ ἀποφατικῶς, οὐκ ἔσονται οἱ ὅροι πάντως κατ’ εὐθεῖαν πτῶσιν ἀλλήλοις συντιθέμενοι ἀλλὰ οὕτως ὡς ἐπὶ τῶν προειρημένων παραδειγμάτων.

“同样在其他通过属以某种方式针对它被言说从而问题被驳斥的情况中,也是如此。” 在说明了在第二格中被问及的两个推论中,否定前提和肯定前提都不是按照主格而是按照属格被选取,而结论则是按照主格成为否定命题之后,他说,在其他通过谓项针对诸主项的某种关系,或者通过主项在否定前提中按照某种关系和某种格与谓项及中项相结合,从而推导出来某种否定命题(这便是“问题被驳斥”)的情况中,情形也是相同的,这发生在中间格(第二格)中。这样,结论也将成为否定命题;因为在第二格中,中项是两项的谓项;因为通过谓项无论按照何种适宜的格,以某种方式针对主项被否定地言说,结论都将是否定的。但这一表述是不明晰的,因为他没有采用“谓项”和“中项”,而是说了“属”,这既不是在所有被肯定断定的事物上都成立,在否定断定的事物上更是如此。但他之所以使用它,是因为属也总是关于它作为其属的那些事物被断定,并且在中间格中中项关于所有极端被断定,在这方面它与属承受着相同的情形;因为第二格中的中项只要它是关于所有事物被断定的,便占据着属的位置。因为他在第二格的情况下把中项和谓项称为“属” ——无论它以何种方式以及按照何种格与极端之一否定地相结合,都会驳斥该问题——这一点从他接下来补充的内容中是显然的;因为在说了这一点之后,他又列出了一个在第三格中的否定推论的例子,鉴于在这个例子中中项不再保持属的位次,因为它甚至不被断定。或者,他并不是仅仅就否定前提说了“通过属以某种方式针对它被言说”,而是就整个问题说的;因为在第二格中,中项关于问题中的两个词项都被断定,是否定结论的原因。而在所有通过中项肯定地或否定地按照某种关系以及按照某种格与问题中被驳斥的词项相结合,从而推导出来某种否定命题的情况中,词项决不会完全按照主格相互结合,而是会像在前述诸例中那样[结合]。

语法注3 条
  1. 2.252τὸ μέντοι συμπέρασμα

    带有转折连词 μέντοι 的省略结构,与前面的 τῶν μὲν γὰρ προτάσεων οὐδεμία κατ’ εὐθεῖαν πτῶσιν συντέτακται 相对比,省略了谓语 συντέτακται κατ’ εὐθεῖαν πτῶσιν。其后第二个例子中的同形短语亦依此补全理解。

  2. 2.253ἀντὶ τοῦ ‘κατηγορούμενον’ λαβεῖν καὶ ‘μέσον’ γένος εἶπεν

    在介词短语 ἀντὶ τοῦ ... λαβεῖν 内部,‘κατηγορούμενον’ 与 ‘μέσον’ 是不定式 λαβεῖν 的宾语,而主句动词 εἶπεν 的直接宾语是 γένος。整句结构表达“他没有采用‘谓项’和‘中项’,而是说了‘属’”。

  3. 2.253ἢ οὐκ ἐπὶ τῆς ἀποφατικῆς προτάσεως εἶπε μόνης... ἀλλ’ ἐπὶ τοῦ προβλήματος ὅλου

    连词 ἤ 标志着评注者提出了替代前面观点(即亚里士多德将否定前提的中项称为属)的另一种解释。介词短语 ἐπὶ τῆς ἀποφατικῆς προτάσεως ... μόνης 与 ἀλλ’ ἐπὶ τοῦ προβλήματος ὅλου 相对照,充当动词 εἶπε 的指涉范围。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:363.32-365.16