- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:362.19-363.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德《前分析篇》48b13评注。亚历山大结合具体事例解释了仅大前提处于斜格,以及两前提均处于斜格(由此产生斜格结论或主格结论)的推论结构。
" Τὸ μὲν δὴ ἀγαθὸν οὐκ ἔστιν ἐπιστήμη." Διὰ τούτου δείκνυσιν, ὅτι μηδὲ ἐν τῷ συμπεράσματι κατ’ εὐθεῖαν ἡ κατηγορία, ἀλλ’ ὥσπερ εἶχεν ἐν τῇ ἐλάττονι προτάσει. ἄλλοτε δ’ αὖ πάλιν φησὶ τὴν μὲν ἐλάττονα πρότασιν κατ’ εὐθεῖαν ἔχειν τὴν κατηγορίαν τοῦ μέσου κατὰ τοῦ ἐσχάτου ὅρου, τὴν δὲ μείζονα μηκέτι κατ’ εὐθεῖαν τῷ τὸν μείζονα ὅρον μηκέτι τοῦ μέσου οὕτως κατηγορεῖσθαι.1 ὃ καὶ αὐτὸ διὰ παραδείγματος δείκνυσιν ἐκθέμενος συλλογισμὸν τοιοῦτον· τοῦ ἐναντίου παντὸς ἐπιστήμη ἐστί, τὸ ἀγαθὸν ἐναντίον· συμπέρασμα μὲν τὸ ‘τοῦ ἀγαθοῦ ἐπιστήμη ἐστίν’. ἐν δὲ ταῖς προτάσεσι τοῦ μὲν ἐλάττονος καὶ ὑποκειμένου ὅρου ὁ μέσος ὅρος κατ’ εὐθεῖαν κατηγορεῖται πτῶσιν· οὕτως γὰρ ἔχει ἡ πρότασις ἡ λέγουσα ‘τὸ ἀγαθὸν ἐναντίον’. οὐκέτι δὲ τοῦ μέσου ὁ μείζων ἄκρος οὕτως· ἐν γὰρ τῇ προτάσει τῇ μείζονι τῇ λεγούσῃ τοῦ ἐναντίου ἐπιστήμην εἶναι οὐ ‘τὸ ἐναντίον’ ὑπόκειται, ὅπερ ἦν εὐθεῖα πτῶσις, ἀλλὰ ‘τοῦ ἐναντίου’, ὅ ἐστι γενική. λαμβάνει δὲ μέσον ποτὲ μὲν ἐναντίον ποτὲ δὲ ποῖον. ὁπότερον δ’ ἂν ληφθῇ, αἱ προτάσεις ὅμοιαι· ἔσται γὰρ ποτὲ μὲν ‘τὸ ἀγαθὸν ποιόν, τοῦ ποιοῦ ἐπιστήμη ἐστί’, ποτὲ δὲ ‘τὸ ἀγαθὸν ἐναντίον, τοῦ ἐναντίου ἐπιστήμη ἐστίν’. ἀλλ’ οὐδὲ τὸ συμπέρασμα κατ’ εὐθεῖαν γίνεται πτῶσιν· τοῦ γὰρ ἀγαθοῦ ἐπιστήμη εἶναι συνάγεται, ἀλλ’ οὐ τὸ ἀγαθόν, ὥσπερ οὐδὲ τὸ ποιὸν ἐλέγετο ἢ τὸ ἐναντίον ἐπιστήμη εἶναι, ἃ ἦσαν οἱ μέσοι ὅροι, ἀλλὰ τούτων ἐπιστήμη. τὸ μὲν οὖν ἀγαθὸν ἔκειτο ἢ ἐναντίον εἶναι ἢ ποιὸν κατ’ εὐθεῖαν πτῶσιν· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἀλλὰ τὸ ἀγαθὸν ταῦτα, ὧν ἐμνημόνευσεν· τὸ γὰρ ἀγαθὸν ἐναντίον ἢ ποιόν, ἄμφω κατ’ εὐθεῖαν. Ἔστι δέ, φησίν, ὅτε μήτε τὸ πρῶτον κατὰ τοῦ μέσου μήτε τοῦτο κατὰ τοῦ τρίτου κατ’ εὐθεῖαν πτῶσιν κατηγορεῖται· τὴν γὰρ κατ’ εὐθεῖαν καὶ οὕτως [οὕτως] κατηγορίαν καὶ ἁπλῶς κατηγορίαν, ὡς εἶπον, λέγει, ὅταν ᾖ εἰπεῖν τόδε τόδε εἶναι, τὸ ὑποκείμενον, ὅπερ τὸ κατηγορούμενον.2 τὸ δὲ πρῶτον τοῦ τρίτου οὕτως ἐχουσῶν τῶν προτάσεων ὁτὲ μὲν κατ’ εὐθεῖαν ὁτὲ δὲ οὐ κατ’ εὐθεῖαν κατηγορεῖται. παράδειγμα δὲ πάλιν παρέθετο τοῦ μέν, ἐν ᾧ συλλογισμῷ μήτε τῶν προτάσεών τις κατ’ εὐθεῖαν εἴληπται μήτε τὸ συμπέρασμα, τὸν λέγοντα3 οὗ ἐστιν ἐπιστήμη, ἔστι τούτου γένος, τοῦ δὲ ἀγαθοῦ ἐστιν ἐπιστήμη, τοῦ ἄρα ἀγαθοῦ ἐστι γένος. οὔτε γὰρ ἐν ταῖς προτάσεσιν εἴληπται ὅρος τις ὅρου κατ’ εὐθεῖαν πτῶσιν κατηγορούμενος (καὶ γὰρ ἐν τῇ μείζονι εἴληπται οὗ ἐστιν ἐπιστήμη, τούτου γένος εἶναι, οὐχ ὅ ἐστιν ἐπιστήμη, τοῦτο γένος, καὶ ἐν τῇ ἐλάττονι τοῦ ἀγαθοῦ εἶναι ἐπιστήμην, οὐ τὸ ἀγαθόν), καὶ ἐν τῷ συμπεράσματι πάλιν τοῦ ἀγαθοῦ γένος εἶναι, οὐ τὸ ἀγαθόν· οὐ γὰρ ταὐτόν ἐστιν εἰπεῖν τὸ ἀγαθὸν γένος ἢ τοῦ ἀγαθοῦ γένος εἶναι. τοῦ δέ, ἐν ᾧ ἐν μὲν ταῖς προτάσεσιν ἐν οὐδετέρᾳ αὐτῶν κατ’ εὐθεῖαν ἡ κατηγορία ἐν μέντοι τῷ συμπεράσματι κατ’ εὐθεῖαν, τοῦ δὴ τοιούτου συλλογισμοῦ παράδειγμα ἐξέθετο τοιοῦτον συλλογισμόν· οὗ ἐστιν ἐπιστήμη, γένος ἐστὶ τοῦτο, τοῦ δ’ ἀγαθοῦ ἐστιν ἐπιστήμη· συμπέρασμα ‘τὸ ἀγαθὸν ἄρα γένος’, αὐτὸ μὲν κατ’ εὐθεῖαν πτῶσιν ὄν, τῶν δὲ προτάσεων μηδετέρας τοῦτ’ ἐχούσης. ἄκρον δὲ πάλιν εἶπε τὸν ἔσχατον ὅρον τὸν ὑποκείμενον ἐν τῷ συμπεράσματι· ἔστι δὲ τὸ ἀγαθόν· κατὰ μὲν γὰρ τούτου τὸ γένος αὐτὸ εἶναι κατηγορεῖται. ἐν δὲ ταῖς προτάσεσιν οὔτε τούτου ἡ ἐπιστήμη οὔτε τῆς ἐπιστήμης τὸ γένος· τοῦτο γὰρ δηλοῖ τὸ κατ’ ἀλλήλων δὲ οὐ λέγεται.
“善并不是知识。” 通过这句话他表明,即使在结论中,断定也不是按照主格进行的,而是正如它在小前提中所具有的那样。他又说,在另一些时候,小前提按照主格具有中项关于最后项的断定,但大前提则不再按照主格,这是由于大项不再如此关于中项被断定。这一点他本身也通过例子来说明,列出了这样一个推论:“关于每一个对立者都有知识,善是对立者;结论是‘关于善有知识’。”在这些前提中,中项关于作为小项和主项的词项是按照主格被断定的;因为断言“善是对立者”的前提正是如此。但大极端关于中项则不再如此;因为在断言知识属于对立者的大前提中,充当主项的并不是“对立者”——这原本是主格——而是“对立者的”,这是属格。他有时选取“对立者”,有时选取“性质”作为中项。无论选取哪一个,前提都是类似的;因为有时将是“善是性质,关于性质有知识”,有时则是“善是对立者,关于对立者有知识”。然而结论同样不是按照主格产生的;因为推导出来的是知识属于善,而不是善[是知识],正如作为中项的性质或对立者也并没有被说成是知识,而是说知识属于它们。因此,善曾按照主格被设定为或者对立者或者性质;因为他通过说“但善是这些东西”即他所提及的那些,阐明了这一点;因为善是对立者或性质,两者都是按照主格的。 他又说,有时第一项关于中项以及中项关于第三项都不按照主格被断定;因为正如我所说,他把能够说“这个是那个”——即主项就是作为谓项的那个东西——的情况,称为按照主格的断定、如此的断定以及无条件的断定。而当诸前提处于这种状态时,第一项关于第三项有时按照主格被断定,有时不按照主格被断定。他又引证了一个在其中诸前提和结论都没有按照主格被选取的推论作为例子,即断言:“凡有知识属于其者,亦有属属于其;有知识属于善;因此有属属于善。”因为在前提中并没有任何词项按照主格关于另一词项被断定并被选取(因为在大前提中选取的是凡有知识属于其者,便有属属于其,而不是作为知识者,这便是属;在小前提中选取的是知识属于善,而不是善[是知识]),在结论中同样是属属于善,而不是善[是属];因为说善是属,同说属属于善,并不是同一回事。另一方面,作为前提中均不按照主格进行断定、而在结论中却按照主格进行的这样一种推论的例子,他列出了如下推论:“凡有知识属于其者,这便是属;有知识属于善;结论是‘因此善是属’”,结论本身处于主格,而两前提均不具有这一点。他又把在结论中充当主项的最后项称为“极端”;这便是善;因为关于它被断定的是它是属。但在前提中,既不是知识[关于它被断定],也不是属关于知识[被断定];因为“但它们并不相互言说”所表明的正是这一点。
- 2.251τῷ τὸν μείζονα ὅρον μηκέτι τοῦ μέσου οὕτως κατηγορεῖσθαι
带冠词的不定词与格 τῷ κατηγορεῖσθαι 构成表示原因的状语短语(原因与格),其逻辑主语由宾格 τὸν μείζονα ὅρον 充当。该短语解释了紧接在前一句中大前提不再按照主格拥有断定的原因。
- 2.251τὸ ὑποκείμενον, ὅπερ τὸ κατηγορούμενον
ὅπερ 为中性单数关系代词(主格)。系动词 ἐστί 在此被省略,构成一个同位补足短语:“主项[正是]谓项所是的那个东西”,统语上进一步阐释前文所提及的公式 τόδε τόδε εἶναι。
- 2.251παράδειγμα δὲ πάλιν παρέθετο τοῦ μέν, ἐν ᾧ συλλογισμῷ μήτε τῶν προτάσεών τις κατ’ εὐθεῖαν εἴληπται μήτε τὸ συμπέρασμα, τὸν λέγοντα
主动词是 παρέθετο,其直接宾语是 παράδειγμα;属格 τοῦ μέν 依附于 παράδειγμα(表示“关于前一种[推论]的例证”,与后文的 τοῦ δέ 相对)。在关系从句 ἐν ᾧ συλλογισμῷ... 修饰 τοῦ μέν 之后,宾格分词短语 τὸν λέγοντα(修饰意会的 συλλογισμόν)作为同位语补足 παράδειγμα,并引出具体的推论表述。
