← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§361.22-362.18

包含主格与斜格词项的推论探讨

亚历山大讨论了第一项(大项)关于中项在主格中被断定、而中项关于第三项(小项)以斜格(属格)被断定的推论情况(48b10),并对亚里士多德在小前提表述中混入大项“知识”导致文句晦涩的原因提出了三种解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.250

" Συμβαίνει δ’ ὁτὲ μὲν ἐπὶ τοῦ μέσου τὸ πρῶτον λέγεσθαι,1 τὸ δὲ μέσον ἐπὶ τοῦ τρίτου μὴ λέγεσθαι." Δείξας, πῶς ἐν ταῖς προτάσεσιν οὐκ ἀεὶ κατ’ εὐθεῖαν αἱ τῶν ὅρων κατηγορίαι γίνονται, ἐπὶ παραδείγματος τοῦ “τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη”, νῦν καθόλου ἐπὶ τῶν ἐν τοῖς συλλογισμοῖς προτάσεων δείκνυσιν, ὅτι μὴ αἰεὶ αἱ κατηγορίαι τῶν ὅρων ὅμοιαι καὶ κατὰ τὴν αὐτὴν πτῶσιν, ἀλλὰ ἔν τισι μὲν ὁ πρῶτος ὅρος κατὰ τοῦ μέσου λέγεται, τοῦτ’ ἔστι κατ’ εὐθεῖαν πτῶσιν κατηγορεῖται, οὐκέτι δὲ ὁ μέσος τοῦ τρίτου, ὡς ἐφ’ οὗ παρέθετο αὐτὸς ἔχει παραδείγματος ‘ἡ τοῦ ἀγαθοῦ γνῶσις σοφία ἐστίν, ἡ σοφία ἐπιστήμη ἐστίν, ἡ τοῦ ἀγαθοῦ ἄρα γνῶσις ἐπιστήμη ἐστίν’. ἡ μὲν γὰρ μείζων πρότασις ἡ λέγουσα ‘ἡ σοφία ἐπιστήμη ἐστίν’ κατ’ εὐθεῖαν πτῶσιν ἔχει τοὺς ὅρους, οὐκέτι δὲ ἡ ἐλάττων ἡ λέγουσα τοῦ ἀγαθοῦ τὴν σοφίαν εἶναι· γενικὴ γὰρ πτῶσις ἡ ‘τοῦ ἀγαθοῦ’. ἐν δὲ τῇ ἐκθέσει τῶν προτάσεων συνέπλεξε τῇ ἐλάττονι προτάσει καὶ τὸν μείζονα 〈καὶ〉 κατηγορούμενον συνθεὶς αὐτὸν τῷ μέσῳ εἰπὼν 〈τοῦ〉 δὲ ἀγαθοῦ ἐστιν ἡ σοφία ἐπιστήμη· ἦν γὰρ ἡ πρότασις ‘ἡ τοῦ ἀγαθοῦ γνῶσίς ἐστι σοφία’. ἡ γὰρ ἐπιστήμη οὐ τῇ σοφίᾳ συνῆπται οὐδὲ ἔστι τοῦ μέσου ὅρου μέρος, ἀλλ’ ἔστιν ὁ κατηγορούμενος καὶ μείζων ὅρος· ἡ γὰρ σοφία ἐπιστήμη. παρ’ ὃ καὶ ἀσαφεστέρα ἡ λέξις γέγονεν. ὅτι γὰρ ὁ κατηγορούμενος ὅρος ἐστὶν ἡ ἐπιστήμη, ἐδήλωσε δι’ οὗ ἐπήνεγκε συμπεράσματος· γίνεσθαι γὰρ εἶπε συμπέρασμα τὸ τοῦ ἀγαθοῦ ἐπιστήμην εἶναι, ὃ οὐκ ἂν ἦν συμπέρασμα, εἰ ἡ ἐπιστήμη συνῆπτο τῇ σοφίᾳ ὡς ἕνα καὶ μέσον ὅρον τὸ ὅλον εἶναι. δύναται τὸ [ἡ] ἐπιστήμη προστεθεικέναι2 ὑπὲρ τοῦ δεῖξαι, ὅτι κατὰ γενικὴν πτῶσιν λαμβανομένου τοῦ ἀγαθοῦ ἡ σοφία κατηγορεῖται· ὅτι γὰρ ἐπιστήμη ἐστὶν αὐτοῦ ἡ σοφία. δύναται καὶ ἀντὶ τοῦ ‘γνῶσις’ 〈τὸ〉 ἐπιστήμη εἰρηκέναι· ἦν γὰρ ἡ τοῦ ἀγαθοῦ γνῶσις σοφία, ᾧ ὡς ἴσον εἶπε τοῦ ἀγαθοῦ ἡ σοφία ἐστὶν ἐπιστήμη ἀντὶ τοῦ ‘τοῦ δ’ ἀγαθοῦ ἡ γνῶσίς ἐστι σοφία’, ὡς μετειλῆφθαι τὴν γνῶσιν εἰς ἐπιστήμην. ἢ ἀμφότερα ἔλαβεν ἅμα, καὶ τὸν μέσον ὅρον, τὴν σοφίαν, καὶ τὸν μείζονα ἄκρον, τὴν ἐπιστήμην, ὑπὲρ τοῦ δεῖξαι, ὅτι καὶ ἡ πρότασις ἡ ἐλάττων καὶ τὸ συμπέρασμα τὴν αὐτὴν πτῶσιν κειμένην ἔχει· ὥσπερ δὲ ἡ ἐλάττων πρότασις οὐκ εἶχε κατ’ εὐθεῖαν τὴν κατηγορίαν, οὕτως οὐδὲ τὸ συμπέρασμα.

“然而有时发生的是,第一项关于中项被言说,而中项不关于第三项被言说。” 在通过“对立者的知识是单一的”这一例子表明了前提中词项的断定并非总是按照主格进行之后,他现在针对推论中的前提普遍地表明,词项的断定并非总是相似且处于相同的格,而是在某些推论中第一项关于中项被言说,也就是按照主格被断定,而中项关于第三项则不再[如此被断定],正如在他自己引用的例子中所呈现的那样:“对善的认识是智慧,智慧是知识,因此对善的认识是知识。”因为断言“智慧是知识”的大前提拥有处于主格的词项,但断言智慧属于善的小前提则不再如此;因为“善的”是属格。然而,在列出这些前提时,他说“而属于善的,智慧是知识”,从而将作为被断定者的大项同中项复合在一起,也织入了小前提之中;因为原本的前提是“对善的认识是智慧”。因为知识既没有与智慧结合在一起,也不是中项的一部分,而是被断定的大项;因为智慧是知识。正因如此,文句也变得更加晦涩了。因为被断定的词项是知识这一点,他通过所附上的结论阐明了;因为他说产生的结论是“知识属于善”,而如果知识曾与智慧结合而使得整体构成一个中项,这绝不会成为结论。他添加“知识”有可能是为了表明,当善以属格被选取时,智慧被断定;因为智慧正是关于它的知识。也有可能是他用“知识”代替了“认识”;因为原本是“对善的认识是智慧”,他用“属于善的,智慧是知识”来等同于它,以代替“而属于善的,认识是智慧”,仿佛认识被替换成了知识。抑或是,他同时选取了两者——既选取了中项即智慧,又选取了大极端即知识——为了表明小前提和结论都设定了相同的格;正如小前提并不具有按照主格的断定那样,结论同样也不具有。

语法注2 条
  1. 2.250ἐπὶ τοῦ μέσου τὸ πρῶτον λέγεσθαι, τὸ δὲ μέσον ἐπὶ τοῦ τρίτου μὴ λέγεσθαι

    介词短语 ἐπί 加属格在此逻辑学语境中与 κατηγορεῖσθαι κατά 加属格(关于……被断定)同义,意为“关于……被言说”。后半句的 μὴ λέγεσθαι 并非指完全不被述说,而是指中项不再“按照主格”关于第三项被断定,正如亚历山大紧接着的解释所阐明的那样。

  2. 2.250δύναται τὸ [ἡ] ἐπιστήμη προστεθεικέναι

    δύναται 统辖完成时主动不定词 προστεθεικέναι,以亚里士多德为不定词的逻辑主语(意为“他有可能添加了……”)。带定冠词的引用短语 τὸ ἐπιστήμη 充当 προστεθεικέναι 的直接宾语。下文平行的 δύναται καὶ ἀντὶ τοῦ ‘γνῶσις’ τὸ ἐπιστήμη εἰρηκέναι 结构亦相同。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:361.22-362.18