- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:360.22-361.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德在《前分析篇》第1卷第36章(48b2)中关于依据“是”的多重含义与真实性来构成前提的准则,并以“对立者的知识是单一的”为例,论证了词项在列出时需用主格,而在构成真实命题时需转化为斜格(属格)。
" Ἀλλ’ ὁσαχῶς τὸ εἶναι λέγεται καὶ τὸ ἀληθὲς εἰπεῖν τοῦτο.1" Τοῦτ’ ἔστι· καθ’ ὅσους τρόπους καὶ καθ’ ὅσας πτώσεις ἄλλο ἄλλῳ συντάσσοντες τῷ εἶναι καὶ τῷ ‘ἐστί’ χρώμεθα ἐπ’ αὐτῶν, καὶ ὁσαχῶς συντεταγμένων ἀλλήλοις τῶν ὅρων ἔστιν ἀληθῆ εἰπεῖν εἶναι τὴν πρότασιν, τοσαυταχῶς χρὴ τοὺς ὅρους ἐν ταῖς προτάσεσι πειρᾶσθαι συμπλέκειν ἀλλήλοις καὶ λέγειν ὑπάρχειν τὸν ἕτερον τῷ ἑτέρῳ. δείκνυσι δέ, δι’ ὧν ἐπιφέρει, πῶς μὲν χρὴ τὴν ἔκθεσιν τῶν ὅρων τῶν ἐν ταῖς προτάσεσι κατ’ εὐθεῖαν ποιεῖσθαι, πῶς δ’ αὐτοὺς ἐν τῇ γενέσει τῶν προτάσεων συμπλέκειν ἀλλήλοις. λαβόντες γὰρ πρότασιν τὴν λέγουσαν τῶν ἐναντίων μίαν εἶναι ἐπιστήμην ἐκτιθέμενοι μὲν τοὺς ὅρους ‘μία ἐπιστήμη ἐστί’ καὶ τὰ ἐναντία ἀλλήλοις ἐκθησόμεθα· λαβόντες δὲ τοὺς ὅρους ἐν τῇ προτάσει οὐ ‘τὰ ἐναντία μία ἐπιστήμη ἐστίν’ ἐροῦμεν, ἀλλ’ ἀντὶ τοῦ ‘τὰ ἐναντία ἐστί’ μετασχηματίσαντες ποιήσομεν τῶν ἐναντίων ἐστὶ μία ἐπιστήμη· οὕτως γὰρ ἀληθὴς ἡ πρότασις. ὡς γὰρ εἴρηται, ὁσαχῶς ἄλλο ἄλλου κατηγορούμενον ἀληθεύεσθαι δύναται κατὰ τὸν τῆς λέξεως σχηματισμὸν καταφατικῶς τε καὶ ἀποφατικῶς, τοσαυταχῶς καὶ τὰς προτάσεις καὶ τὰς τῶν ὅρων κατηγορίας ποιεῖσθαι χρή, ὡς ἂν ὑπακούωσιν οἱ κείμενοι ὅροι ἐν τῇ πρὸς ἀλλήλους συμπλοκῇ πρός τε τὸ κατὰ φύσιν γίνεσθαι τὴν κατηγορίαν καὶ πρὸς τὸ ἀληθές·2 τοῦτο γὰρ σημαίνει ἡ λέξις ἀλλ’ ὁσαχῶς τὸ εἶναι λέγεται ἢ τὸ ἀληθὲς εἰπεῖν τοῦτο. τὸ μὲν οὖν ζῷον κατὰ ἀνθρώπου καὶ ἄνθρωπος 〈κατὰ〉 γραμματικοῦ καὶ τὸ ζῷον κατὰ γραμματικοῦ ὁμοίως πάντα κατηγορεῖται· κατὰ γὰρ εὐθεῖαν πτῶσιν ὅ τε γραμματικὸς ἄνθρωπός ἐστιν καὶ ὁ ἄνθρωπος ζῷον, καὶ διὰ τοῦτο ὁ γραμματικὸς ζῷον. οὐ μὴν ἐπὶ πάντων τῶν συλλογισμῶν οἷόν τε οὕτως κατηγορεῖσθαι τὰ κατηγορούμενα, οἷον ἐν τῇ προτάσει, ἣν αὐτὸς ἐξέθετο, τῇ λεγούσῃ τῶν ἐναντίων ἀλλήλοις μίαν εἶναι ἐπιστήμην κατηγορούμενον μέν ἐστι τὸ ‘μία ἐπιστήμη ἐστί’, διὸ καὶ ἐπὶ τοῦ Α ἔθηκεν αὐτό, ὑποκείμενον δὲ τὸ ‘τῶν ἐναντίων ἀλλήλοις’, ὃ τίθησιν ἐπὶ τοῦ Β. οὐ δὴ οὕτως ὑπάρχει τὸ Α τῷ Β ἐνταῦθα ὡς δύνασθαι λέγειν ‘τόδε τόδε ἐστίν’, ὡς λέγομεν ‘ὁ γραμματικὸς ἄνθρωπος ἐστιν’· οὐ γάρ ἐστιν ἡ πρότασις λέγουσα ‘τὰ ἐναντία μία ἐστὶν ἐπιστήμη’ (ἀδιανόητον γὰρ καὶ σόλοικον λέγειν ‘τὰ ἐναντία ἀλλήλοις μία ἐπιστήμη ἐστίν’), ἀλλ’ ὅτι τῶν ἐναντίων, ὅπερ ἐστὶ γενικὴ πτῶσις, μία ἐστὶν ἐπιστήμη· οὕτως γὰρ συντεταγμένων αὐτῶν ἀληθές ἐστιν εἰπεῖν τὸ τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη. ἐν μὲν οὖν τῇ ἐκθέσει τῶν ὅρων ἦν κείμενα τὰ ἐναντία καὶ μία ἐπιστήμη, ἐν δὲ τῇ προτάσει οὐ ‘τὰ ἐναντία’ ἔτι ἥρμοσε λαβεῖν ἀλλὰ ‘τῶν ἐναντίων’.
“而应按照‘是’在何等多的意义上被言说,以及说这是真的在何等多的意义上[被言说]。” 这就是说:当我们把一项与另一项结合并在它们之上使用“是”与“存在”时,按照多少种方式和多少种格,以及当词项彼此结合时,在多少种方式上可以说前提是真的,就必须在同样多的方式上尝试在前提中将词项相互结合,并说一者属于另一者。他通过接下来的论述表明,人们应当如何按照主格将前提中的词项列出,以及在前提的构成中应当如何将它们彼此结合。因为若取一个断言“对立者的知识是单一的”的前提,当我们列出词项时,我们将列出“存在一种知识”和“彼此对立者”;但在前提中选取词项时,我们不会说“对立者是单一的知识”,而是变换格的形态,用“对立者的知识是单一的”来代替“对立者是”;因为唯有这样前提才是真的。正如已经说过的,一者关于另一者被断定,按照词句的形成,无论在肯定还是否定方面能在多少种方式上为真,就必须在同样多的方式上构成前提和词项的断定,以便所设定的词项在彼此结合中能够遵从断定的合乎本性以及遵从真实;因为“而应按照‘是’在何等多的意义上被言说,或者说这是真的”这句话正意味着这一点。因此,动物关于人被断定、人关于文法学者被断定、动物关于文法学者被断定,都是以同样的方式被断定的;因为按照主格,文法学者是人,人是动物,正因如此文法学者是动物。然而,并非在所有推论中被断定的事物都能够这样被断定,例如在他自己列出的断言“彼此对立者的知识是单一的”这个前提中,被断定的谓项是“存在一种知识”,因此他也将其置于Α,而主词是“彼此对立者的”,他将其置于Β。在这里,Α属于Β确实并不是以能够说“这者是那者”的方式,正如我们说“文法学者是人”那样;因为前提并不是断言“对立者是单一的知识”(因为说“彼此对立者是单一的知识”是不可理喻且不合文法的),而是说“对立者的”——这正是属格——知识是单一的;因为唯有当它们这样结合时,说“对立者的知识是单一的”才是真的。因此,在词项的列出中,设定的固然是“对立者”和“单一知识”,但在前提中,适宜选取的不再是“对立者”,而是“对立者的”。
- 2.249Ἀλλ’ ὁσαχῶς τὸ εἶναι λέγεται καὶ τὸ ἀληθὲς εἰπεῖν τοῦτο
在引文的句法中,在 ἀλλʼ ὁσαχῶς 之后,τὸ εἶναι λέγεται 与 καὶ τὸ ἀληθὲς εἰπεῖν τοῦτο 并列。后半句 τὸ ἀληθὲς εἰπεῖν τοῦτο 作为并列主语(“说这是真的[被言说]”),亚历山大在下文中将其释为 ἔστιν ἀληθῆ εἰπεῖν εἶναι τὴν πρότασιν(“可以说前提是真的”)。
- 2.249ὡς ἂν ὑπακούωσιν οἱ κείμενοι ὅροι ἐν τῇ πρὸς ἀλλήλους συμπλοκῇ πρός τε τὸ κατὰ φύσιν γίνεσθαι τὴν κατηγορίαν καὶ πρὸς τὸ ἀληθές
连词 ὡς ἄν 搭配虚拟语气(ὑπακούωσιν)构成目的从句。动词 ὑπακούω(“顺从”、“遵循”)支配由介词 πρός 引导的宾格短语(πρός τε τὸ κατὰ φύσιν γίνεσθαι... καὶ πρὸς τὸ ἀληθές),表示所设定的词项在彼此结合中能够遵从断定的自然与真理。
