- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:359.15-360.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大基于《前分析篇》卷一第36章开头(48a40),论述了前提中词项的结合并不局限于单独列出时的主格,而是可以采取包含斜格在内的各种格,并且大前提与小前提中断定的格也无需一致。
" Τό τε ὑπάρχειν τὸν πρῶτον τῷ μέσῳ καὶ τοῦτον τῷ ἄκρῳ οὐ δεῖ λαμβάνειν ὡς αἰεὶ κατηγορηθησομένων ἀλλήλων1 ἢ ὁμοίως τό τε πρῶτον τοῦ μέσου καὶ τοῦτο τοῦ ἐσχάτου." Διδάσκει ἡμᾶς διὰ τούτων, ὅτι μὴ δεῖ τοὺς ὅρους, ὡς εἰσιν ἐκκείμενοι, οὕτως αὐτοὺς καὶ ἐν ταῖς προτάσεσι καὶ ἐν ταῖς πρὸς ἀλλήλους συμπλοκαῖς σχηματίζειν κατὰ τὰς πτώσεις. τοὺς μὲν γὰρ ὅρους ἐν ταῖς ἐκλογαῖς ἐκθετέον ἀεὶ κατ’ εὐθεῖαν πτῶσιν, τὰς δὲ συμπλοκὰς αὐτῶν, καθ’ ἣν ἂν ἐνδέχηται γίνεσθαι πτῶσιν, κατὰ ταύτην ποιητέον, ἐπειδὴ κατὰ πάσας τὰς πτώσεις αἱ κατηγορίαι τῶν ὅρων γίνονται. οὐ γὰρ πάντα τὰ κατηγορούμενα ὡς καθ’ ὑποκειμένου κατηγορεῖται· ἐπεὶ πάσας ἂν ἔδει τὰς προτάσεις τοὺς ὅρους ἔχειν κατ’ εὐθεῖαν πτῶσιν συντεταγμένους, ὡς ἐπὶ τῶν ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν, ἡ γραμματικὴ ἐπιστήμη ἐστίν, τὸ χρῶμα ποιότης ἐστίν’. ἐπεὶ δ’ οὐ μόνα τὰ καθ’ ὑποκειμένου λεγόμενα κατηγορεῖται ἀλλὰ καὶ τὰ συμβεβηκότα καὶ ἐν ὑποκειμένῳ ὄντα, ὧν οὐκ ἀεὶ κατ’ ὀρθὴν πτῶσιν αἱ κατηγορίαι, ἀλλὰ ποτὲ μὲν κατ’ ὀρθήν, ὡς ὅταν λέγωμεν ‘τὸ σῶμα λευκόν ἐστιν, ἡ ὑγεία ἀγαθόν’, ποτὲ δὲ κατὰ γενικήν, ὡς ὅταν λέγωμεν ‘ὁ ἀδελφὸς ἀδελφὸς ἀδελφοῦ ἐστί’, ποτὲ δὲ κατὰ δοτικήν, ὡς ‘τὸ ὅμοιον ὁμοίῳ ὅμοιον’, ποτὲ δὲ πρὸς αἰτιατικήν, ὡς ὅταν λέγωμεν ‘τὸ μέγα πρὸς μικρὸν λέγεται’ καὶ ‘Πλάτων ἐπαινεῖ Σωκράτην’, ἐπεὶ τοίνυν αἱ κατηγορίαι τῶν κατηγορουμένων κατὰ πάσας γίνονται τὰς πτώσεις, αἱ δὲ προτάσεις ἐν ταῖς κατηγορίαις, δεῖν φησι τοὺς μὲν ὅρους ἐκτίθεσθαι τοὺς τῶν προτάσεων καὶ συλλογισμῶν, ὅταν ἐκλέγωμεν αὐτούς, κατ’ εὐθεῖαν πτῶσιν, τὰς δὲ κατηγορίας αὐτῶν καὶ τὰς προτάσεις ἐν τῇ πρὸς ἀλλήλας συντάξει οὕτως ποιεῖσθαι, ὡς ἐγχωρεῖ. κατηγορούμενα δὲ ἀλλήλων τὰ κατ’ εὐθεῖαν πτῶσιν λέγει, ὅτι αὐτὸ τὸ ὑποκείμενον πρᾶγμα ὑπὸ τῆς εὐθείας δηλοῦται. ὅταν οὖν τὸ κατηγορούμενον κατ’ εὐθεῖαν κατηγορῆται, τότε κυρίως κατὰ τοῦ ὑποκειμένου κατηγορεῖται· καὶ γὰρ τὸ ὑποκείμενον τότε κατ’ εὐθεῖαν λαμβάνεται. ἂν δὲ κατὰ πτῶσιν, οὐκέτι κατ’ αὐτοῦ τῷ τὴν πτῶσιν μὴ τὸ ὑποκείμενον αὐτὸ σημαίνειν,2 τοῦ δὲ σημαινομένου ὑπὸ τῆς πτώσεως κατηγορεῖται. ἀλλ’ οὐδ’ ὁμοίως ὡς τὸ πρῶτον τοῦ δευτέρου κατηγορούμενον εἴληπται καὶ καθ’ ἣν πτῶσιν, κατὰ τὴν αὐτὴν καὶ τὸ δεύτερον τοῦ τρίτου ληπτέον πάντως κατηγορεῖσθαι. οὔτε γὰρ εἰ τὸ πρῶτον τοῦ δευτέρου κατ’ εὐθεῖαν, δεῖ καὶ τοῦτο τοῦ ἐσχάτου ἄκρου κατ’ εὐθεῖαν πτῶσιν κατηγορεῖν· τὴν γὰρ κατ’ εὐθεῖαν βουλόμενος δηλῶσαι κατηγορίαν εἶπεν ὡς ἀεὶ κατηγορηθησομένων ἀλλήλων. ἄκρον δὲ εἶπεν τὸν ἔσχατον ὅρον πρὸς ἀντιδιαστολὴν τοῦ μέσου· ἄκροι γὰρ οἱ παρὰ τὸν μέσον. εἰπὼν δὲ ἐπὶ τῆς εὐθείας πτώσεως μὴ ὁμοίας ἐν ἀμφοτέραις ταῖς προτάσεσι τὰς κατηγορίας ἔσεσθαι κατὰ τὴν πτῶσιν ἐπήνεγκε καθολικώτερον τὸ μηδὲ ὁμοίως τό τε πρῶτον τοῦ μέσου3 μηδὲ καθ’ οἵαν τοῦτο πτῶσιν, κατ’ ἐκείνην πάντως καὶ τὸ μέσον καὶ τοῦτο τοῦ ἐσχάτου. τὸ δ’ αὐτὸ οὐ μόνον, φησίν, ἐπὶ τῶν καταφατικῶν, τοῦτ’ ἔστι καταφατικῶς κατηγορουμένων, ἀλλὰ καὶ ἐπὶ τῶν ἀποφατικῶν ποιητέον.
“至于第一项属于中项以及中项属于端项,不应理解为它们将始终相互断定,或者第一项之于中项与中项之于末项是以同样的方式[被断定]。” 他通过这些话教导我们,不应当按照词项被列出时的样子,就在前提中以及它们相互的结合中同样按照格来构成它们。因为在选取词项时,固然应当始终按照主格来列出词项,但在结合它们时,则应当按照可能出现的无论哪种格来进行结合,因为词项的断定是按照所有的格产生的。实际上,并非所有被断定的事物都是作为“关于主词”而被断定的;否则,一切前提就都必须具有按照主格结合起来的词项,正如在“人是动物”、“文法学是知识”、“颜色是性质”这些例子中所见的那样。但由于不仅被称为“关于主词”的事物被断定,而且偶性以及“在主词之中”的事物也被断定——关于它们的断定并不总是按照直格,而是有时按照直格,正如当我们说“身体是白的”、“健康是善”时那样;有时按照属格,正如当我们说“兄弟是兄弟的兄弟”时那样;有时按照与格,正如“相似者与相似者相似”;有时涉及宾格,正如当我们说“大是相对于小而言的”和“柏拉图称赞苏格拉底”时那样——既然被断定者的断定是按照所有的格产生的,而前提存在于断定之中,因此他说,当我们选取前提和推论的词项时,固然应当按照主格来列出它们,但它们在彼此搭配中的断定和前提,则应当按照可能的方式来构成。他说相互断定的事物是按照主格的,是因为底层的具体事物本身是由主格表示的。因此,当被断定者按照主格被断定时,此时它是在本义上关于主词被断定的;因为此时主词也是按照主格被选取的。但如果是按照斜格,由于斜格并不表示主词本身,它就不再是关于主词本身被断定,而是关于由斜格所表示的事物被断定。再者,第一项作为第二项的谓项是如何被选取的,以及是按照何种格,第二项之于第三项也决不必须完全按照相同的格被断定。因为即便第一项之于第二项是按照主格,第二项之于最后的端项也不必按照主格来断定;因为他想要表明按照主格的断定,才说了“仿佛它们将始终相互断定”。他称末项为“端项”,是为了将其与中项区分开来;因为中项之外的各项都是端项。在说明了关于主格的情况,即在两个前提中断定在格上不会相同之后,他补充了更为普遍的一点,即“第一项之于中项也不是以同样的方式”,第一项无论按照哪种格,中项之于末项也决不必须完全按照那种格来断定。他说,不仅在肯定命题中,即以肯定方式断定的事物中,而且在否定命题中也应当同样如此处理。
- 2.248ὡς αἰεὶ κατηγορηθησομένων ἀλλήλων
带有 ὡς 的属格绝对结构,表达亚里士多德正文中被否定的错误假定(“仿佛它们将始终相互断定”)。亚历山大在后文中将其解释为主格断定(τὴν κατ’ εὐθεῖαν βουλόμενος δηλῶσαι κατηγορίαν),因为在主格命题中主谓项最容易表现出相互断定的形态。
- 2.248τῷ τὴν πτῶσιν μὴ τὸ ὑποκείμενον αὐτὸ σημαίνειν
由与格冠词 τῷ 引导的不定式短语构成的表示原因的与格结构。不定式 σημαίνειν 的逻辑主语是 τὴν πτῶσιν(在此指斜格),宾语是 τὸ ὑποκείμενον αὐτό,意为“因为斜格并不表示底层的基体本身”。
- 2.248ἐπήνεγκε καθολικώτερον τὸ μηδὲ ὁμοίως τό τε πρῶτον τοῦ μέσου
由中性单数宾格冠词 τὸ 引导的短语(τὸ μηδὲ ὁμοίως...)作为动词 ἐπήνεγκε 的直接宾语。副词 καθολικώτερον 作状语或表语性修饰,意为“更加普遍地[补充道]”或“补充了更为普遍的一点”。
