← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§358.5-359.14

无名中项与三角形内角和的论证

亚历山大注解48a31,讨论了仅因中项无法用单一名称表达便将可论证的命题误认为无中项且不可论证的命题这一谬误,并详细阐述了“三角形内角和等于两直角”的几何证明,以说明作为言述的中项。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.247

" Ἐνίοτε δὲ καὶ ἀπατᾶσθαι συμβήσεται διὰ τὴν τοιαύτην ζήτησιν." Ἐνίοτε παρὰ τὴν τοιαύτην ζήτησιν τῶν ὅρων φησὶ γίνεσθαι τὴν ἀπάτην. πολλοὺς γὰρ τῶν συλλογιστικῶν, ἐπεὶ οὐκ ἔστι μέσον ὅρον δι’ ὀνόματος λαβόντας δεῖξαι τῶν ἄκρων συμπέρασμα, ἡγεῖσθαι τὰ τοιαῦτα ἄμεσά τε εἶναι καὶ ἀναπόδεικτα, ὄντα [ἢ] ἀποδεικτὰ μὲν ἀλλ’ οὐχ ὑπ’ ὀνόματος δηλωθῆναι δυναμένου τοῦ μέσου ὅρου, 〈δι’〉 οὗ ὁ συλλογισμός· ὑπολαβόντας δὲ εἶναι τὰ τοιαῦτα ἀναπόδεικτα τοῖς βουλομένοις αὐτὰ διὰ τοῦ οἰκείου μέσου δεικνύειν ὄντος λόγου ἐπικαλεῖν ὄντα ἀναπόδεικτα καὶ ἄμεσα [τοῖς βουλομένοις] ἀποδεικνύειν τε καὶ συλλογίζεσθαι.1 τοῦτο δέ ἐστι τὸ λεγόμενον διὰ τοῦ οἷον ὅτι τῶν ἀμέσων ὁ συλλογισμός.2 τὸ δὲ παράδειγμα, ᾧ κέχρηται, τοιοῦτον· ἔλαβε τὸ ἰσοσκελὲς τρίγωνον τρίγωνον εἶναι μόνον καὶ πᾶν τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς τρεῖς γωνίας· ἐξ ὧν συνάγεται τὸ ἰσοσκελὲς δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς τρεῖς γωνίας. τίθησι δὲ ἐπὶ μὲν τοῦ Γ τὸ ἰσοσκελές, δῆλον ὅτι τρίγωνον, ἐπὶ δὲ τοῦ Β τὸ τρίγωνον, ἐπὶ δὲ τοῦ Α τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς τρεῖς γωνίας. τὸ μὲν οὖν συμπέρασμα τὸ κείμενον διὰ μέσου ὀνόματος ὄντος δείκνυται. εἰ δέ τις ἐπὶ τοῦ Α Β, ὅτι μηκέτ’ ἔστι μέσον ὅρον δι’ ὀνόματος λαβεῖν, ἡγοῖτο τὸ παντὸς τριγώνου τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι ἄμεσόν τε πρότασιν εἶναι καὶ ἀναπόδεικτον καὶ αἰτιῷτο τοὺς οὕτως δεικνύειν αὐτὸ πειρωμένους, ἀπατᾶται τὸ ἀποδεικτὸν ἀναπόδεικτον ἡγούμενος. ἔστι γὰρ καὶ τούτου ἀπόδειξις· ἀλλ’ ὁ μέσος ὅρος λόγος ἐστίν, οὐκ ὄνομα. * * * ε λόγος ‘τοῦ τριγώνου αἱ τρεῖς γωνίαι ταῖς ἐφεξῆς ἀλλήλαις ἴσαι’. εἰ δὲ ταῖς ἐφεξῆς ἴσαι ἀλλήλαις, καὶ δυσὶν ὀρθαῖς ἴσαι· τοῦτο δ’, ἐπεὶ πᾶσα εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἤτοι δύο ὀρθὰς ἢ δυσὶν ὀρθαῖς ἴσας ποιεῖ. αἱ τοῦ τριγώνου ἄρα γωνίαι τρεῖς δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. ὅτι μὲν οὖν ἀποδεικτόν, δῆλον. ὁ δὲ μὴ οἰόμενος αὐτὸ ἀποδεικτόν, ὅτι μὴ ὁ μέσος ὅρος ὄνομα εὑρίσκετο, ἀπατᾶται ἀγνοίᾳ τοῦ μὴ πάντας τοὺς ἐν τοῖς συλλογισμοῖς ὅρους ὀνόματι ὀφείλειν δηλοῦσθαι. αὐτὸς μέντοι εἰπὼν ἀποδεικτὸν εἶναι τὸ Α Β, τοῦτ’ ἔστι τὸ τὰς τοῦ τριγώνου τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι, οὐκέτι παρέθετο τοῦ μέσου ὅρου λόγου ὄντος τὸ παράδειγμα, δι’ οὗ δείκνυται τὸ ἄμεσον εἶναι δοκοῦν. ἡ δὲ δεῖξις· τρίγωνον λαμβάνεται τὰ Α Β Γ καὶ ἐκβάλλεται ἡ Β Γ Α ἐπὶ τὸ Ε καὶ δείκνυται ἡ ἐκτὸς γωνία τοῦ τριγώνου ἡ Γ ταῖς ἐντὸς τοῦ τριγώνου καὶ ἀπεναντίον αὐτῇ οὔσαις δυσὶ γωνίαις ἴση. ἀχθείσης γὰρ διὰ τοῦ Γ σημείου παραλλήλου τῇ Β Α τῆς Γ Δ, ἐπεὶ παράλληλοι ἡ Α Β, Γ Δ καὶ εἰς αὐτὰς εὐθεῖα ἐμπέπτωκεν ἡ Α Γ, αἱ ἐναλλὰξ γωνίαι ἴσαι αἱ Α Γ Δ, Γ Α Β. πάλιν ἐπεὶ παράλληλοι αἱ Α Β, Γ Δ καὶ εἰς αὐτὰς ἐμπέπτωκεν ἡ Β Ε, ἡ ἐκτὸς γωνία ἡ κατὰ τὸ Γ τῇ ἐντὸς καὶ ἀπεναντίον ἴση τῇ Β γωνίᾳ. ὅλη ἄρα ἡ Γ ἡ ἐκτὸς τοῦ τριγώνου ἴση ἐστὶ ταῖς Α, Β γωνίαις τοῦ τριγώνου ταῖς ἀπεναντίον αὐτῆς γωνίαις. * δὲ ὅτι τῇ τε ἐκτὸς τοῦ τριγώνου καὶ ταῖς ἀπεναντίον αὐτῆς κοινῆς προσληφθείσης τῆς ἐφεξῆς τῇ ἐκτὸς τοῦ τριγώνου τῇ Γ3 γίνονται ταῖς δύο ταῖς ἐφεξῆς αἱ τοῦ τριγώνου τρεῖς ἴσαι· αἱ δὲ ἐφεξῆς δυσὶν ὀρθαῖς ἴσαι· ὥστε καὶ αἱ τρεῖς τοῦ τριγώνου δυσὶν ὀρθαῖς ἴσαι.

“有时由于这种探求,也会发生受蒙骗的情况。” 他说,有时由于对词项的这种探求会产生蒙骗。因为许多从事推论的人,由于无法通过名称提取中项来展示外项的结论,便认为此类事物是直接的且不可论证的,尽管它们是可论证的,只是推论所赖以成立的中项无法通过名称表示而已;他们认为此类事物是不可论证的,便指责那些希望通过固有的中项(它是一个言述)来展示它们的人,是在试图论证和推论不可论证且直接的事物。这就是通过“诸如关于直接事物有推论”这句话所表达的意思。他所使用的例证是这样的:他设定等腰三角形仅仅是三角形,并且每一个三角形都具有等于两直角的三个角;由此得出等腰三角形具有等于两直角的三个角。他把等腰三角形(显然是三角形)置于Γ,把三角形置于Β,把具有等于两直角的三个角置于Α。于是,所设定的结论便通过作为名称的中项得到了展示。但如果有人对于Α Β,仅仅因为不再能够通过名称提取中项,就认为每一个三角形的三个角等于两直角是一个直接且不可论证的前提,并责难那些试图这样展示它的人,那么他由于把可论证的事物视为不可论证的而受到了蒙骗。因为对此也确实存在论证;只是其中项是一个言述,而不是名称。[……]言述是:“三角形的三个角等于彼此相邻的角”。如果它们等于彼此相邻的角,它们也就等于两直角;这是因为,凡立在一直线上的直线,所构成的邻角要么是两直角,要么等于两直角。因此,三角形的三个角等于两直角。由此可见,它是可论证的,这是显而易见的。而由于未发现中项是名称就认为它不可论证的人,则是因为不知道推论中的词项并非全都必须通过名称来表示而受到了蒙骗。然而,他自己虽然说了Α Β(即三角形的三个角等于两直角)是可论证的,却没有进一步列出作为言述的中项的例证,即通过它展示看来是直接的事物的例证。其证明如下:设定一个三角形Α Β Γ,将Β Γ延长至Ε,并展示三角形的外角Γ等于三角形的两个内对角。因为当过点Γ引一条与Β Α平行的直线Γ Δ时,由于Α Β与Γ Δ平行,且直线Α Γ交于其上,错角Α Γ Δ与Γ Α Β相等。再次,由于Α Β与Γ Δ平行,且直线Β Ε交于其上,在Γ处的外角等于内对角角Β。因此,在三角形之外的整个角Γ等于作为其对角的三角形各角Α与Β。[……]而当将与三角形外角Γ相邻的角作为共同部分加到三角形的外角以及它的对角两者之上时,三角形的三个角便等于两个相邻的角;而相邻的角等于两直角;因此三角形的三个角也等于两直角。

语法注3 条
  1. 2.247ἐπικαλεῖν ὄντα ἀναπόδεικτα καὶ ἄμεσα [τοῖς βουλομένοις] ἀποδεικνύειν τε καὶ συλλογίζεσθαι

    动词ἐπικαλεῖν支配与格(τοῖς βουλομένοις),意为“指责/责难[某人]”。不定式ἀποδεικνύειν τε καὶ συλλογίζεσθαι表示指责的内容(“试图论证与推论”),其宾语为ὄντα ἀναπόδεικτα καὶ ἄμεσα(不可论证且直接的事物)。方括号中的τοῖς βουλομένοις疑为前面同形短语的重抄(dittography),整个句子的骨架由前面的与格成分τοῖς βουλομένοις αὐτὰ διὰ τοῦ οἰκείου μέσου δεικνύειν统领,构成“对……指责其试图做某事”。

  2. 2.247τὸ λεγόμενον διὰ τοῦ οἷον ὅτι τῶν ἀμέσων ὁ συλλογισμός

    介词短语διὰ τοῦ...将亚里士多德原文(48a33,οἷον ὅτι τῶν ἀμέσων ἔστι συλλογισμός,“诸如直接事物有推论”)的引文加以名词化。整句结构τὸ λεγόμενον διὰ τοῦ...意为“通过……[字句]所表达的意思”。

  3. 2.247κοινῆς προσληφθείσης τῆς ἐφεξῆς τῇ ἐκτὸς τοῦ τριγώνου τῇ Γ

    属格独立结构。语法主语为τῆς ἐφεξῆς τῇ ἐκτὸς τοῦ τριγώνου τῇ Γ(“与三角形外角Γ相邻的[角]”),分词为προσληφθείσης,配以表述语的形容词κοινῆς(“作为公共部分”)。位于其前的与格短语τῇ τε ἐκτὸς τοῦ τριγώνου καὶ ταῖς ἀπεναντίον αὐτῆς由分词中的前缀πρός-所要求,表示所添加到的对象(“加到外角及其对角之上”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:358.5-359.14