← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§356.21-358.4

第三格的反驳谬误分析及言述构成的词项

亚历山大总结了第三格中的驳斥与前几格不同,在于它否定了公认的规则,并讨论了因中项歧义或大前提不定而产生的谬误(如巴门尼德的论证)。随后,针对48a29,他结合实例阐明推论的词项不一定必须是单一名称,也可以是复合陈述(言述)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.245#2

ἐπ’ ἐκείνων μὲν γὰρ διεβάλλετο, ἐπεὶ κειμένῳ τῷ ἐξ ἀναγκαίας τῆς μείζονος καὶ ὑπαρχούσης τῆς ἐλάττονος ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα[, ὃ] οὐκ ἦν συγχωρούμενον·1 ἐπὶ δὲ τοῦ τρίτου ὁμολογούμενον ὂν ἀναιρεῖται τῷ ἐξ ἐνδεχομένων γίνεσθαι τὸ συμπέρασμα ἐνδεχόμενον. ἀξιοῖ δὲ καθόλου ἡμᾶς ἐν ταῖς τῶν τοιούτων συλλογισμῶν ἀναλύσεσι τοὺς ὅρους ἐκτιθεμένους μὴ τὰς ἕξεις αὐτὰς ἐκτίθεσθαι ἀλλὰ τὰ κατὰ τὰς ἕξεις. Σημειωτέον δέ, ὅτι γίνεται ποτε ἀπάτη καὶ παρὰ τὸ τὸν μέσον μὴ τὸν αὐτὸν ἐν ἀμφοτέραις εἰλῆφθαι ταῖς προτάσεσιν ἢ τῇ λέξει μόνον,2 οἷον ἂν ληφθῇ τὸ χρῶμα κατὰ παντὸς λευκοῦ, τὸ λευκὸν κατὰ παντὸς κύκνου· οὐκέτι γὰρ τὸ χρῶμα κατὰ παντὸς κύκνου· οὐ γὰρ ὁ κύκνος χρῶμα. αἴτιον δ’, ὅτι τὸ λευκὸν οὐ ταὐτὸν ἐν ἀμφοτέραις ταῖς προτάσεσιν ἐλήφθη, ἀλλ’ ἐν μὲν τῇ πρώτῃ ἡ ποιότης (ὡς γὰρ λευκότης, ὅπερ ἐστὶν ἡ ἕξις αὐτή), ἐν δὲ τῇ δευτέρᾳ τὸ τὴν ποιότητα ἔχον ὡσανεὶ τὸ κατὰ τὴν ἕξιν· οὐ γὰρ τὸ λευκὸν τὸ ὡς λευκότης ἀληθὲς κατὰ κύκνου (ἦν γὰρ ἄν πᾶς κύκνος λευκότης), ἀλλ’ ὡς τὸ λευκότητα ἔχον. ἢ καὶ τοῦτο τὸ εἶδος ὑπάγεται τῷ τὴν μείζονα ἀδιόριστον, μὴ καθόλου λαμβάνεσθαι· οὐ γὰρ ἀληθὴς ἡ λέγουσα τὸ χρῶμα κατὰ παντὸς λευκοῦ· ψεῦδος γὰρ τὸ πᾶν λευκὸν χρῶμα. οὕτω παραλογίζεται καὶ Παρμενίδης ἑαυτὸν λέγων “τὸ παρὰ τὸ ὂν οὐκ ἔστιν ὄν, τὸ μὴ ὂν οὐδέν ἐστιν”. τὸ μὲν γὰρ πρῶτον οὕτως ἀληθὲς ἐλάμβανεν, ὅτι ἀντὶ τῆς οὐσίας τῷ ὄντι ἐχρήσατο· τὸ γὰρ παρὰ τὴν οὐσίαν οὐκ ἔστιν οὐσία· διὰ γὰρ τὸ οὕτως λαμβάνειν τὸ ὂν πειρᾶται ἐπιφέρειν τὸ “ἓν ἄρα τὸ ὄν”. τὸ δὲ δεύτερον οὐκ ἐπὶ τῆς οὐσίας φυλάσσει τὸ ὄν· οὐ γὰρ ἀληθὲς τὸ παρὰ τὴν οὐσίαν μηδὲν εἶναι· ἀλλ’ ὡς λαβὼν τὸ πρῶτον τὸ παρὰ πᾶν τὸ ὂν πᾶν οὐκ ὂν εἶναι οὕτως τὸ δεύτερον προστίθησι τὸ τὸ οὐκ ὂν οὐδέν. οἷς οὕτως εἰλημμένοις ἕπεται συμπέρασμα3 τὸ παρὰ πᾶν τὸ ὂν πᾶν μηδὲν εἶναι, δι’ οὗ συμπεράσματος ὁμολογεῖται πολλὰ εἶναι τὰ ὄντα· τὸ γὰρ πᾶν τοῦ ‘πολλά’ δηλωτικόν. τοιοῦτός ἐστιν ὁ λέγων ‘τὸ πεπερασμένον ἀρχὴν ἔχει, τὸ ἀρχὴν ἔχον ἐγένετο, τὸ πεπερασμένον ἄρα γέγονεν, ὥστε, εἰ καὶ ὁ κόσμος πεπερασμένος, γέγονεν’· τὸ γὰρ ἀρχὴν ἔχειν ὅπου μὲν εἴληπται τὴν κατὰ μέγεθος (οὕτως γὰρ ἐπὶ τοῦ πεπερασμένου καὶ τοῦ κόσμου), ἐν δέ γε τῷ γεγονότι τὴν κατὰ χρόνον· τὸ γὰρ τὴν κατὰ χρόνον ἀρχὴν ἔχον γέγονεν, οὐ τὸ τὴν κατὰ μέγεθος. διὰ τοῦτο πανταχοῦ λέγει δεῖν φυλάττεσθαι τὰς ὁμωνυμίας. οὐδ’ ἐνταῦθα δὲ ἡ μείζων πρότασις καθόλου· οὐ γὰρ ἀληθὲς τὸ πᾶν τὸ ἀρχὴν ἔχον γεγονέναι.

因为在那些格中,之所以受到驳斥,乃是因为在设定了大前提为必然命题且小前提为实然命题时结论会成为必然命题[这一主张]未被认可;但在第三格中,从偶然命题中结论成为偶然命题这一公认的事实却遭到了否定。他全般地要求我们在分析此类推论而列明词项时,不要列明状态本身,而要列明依状态而定者。应当指出的是,欺瞒有时也会由于中项在两个前提中没有被取为同一者、或者仅仅在言辞上[同一]而产生,例如如果设定颜色属于每一个白,白属于每一只天鹅;因为颜色不再属于每一只天鹅,因为天鹅并不是颜色。其原因在于,白在两个前提中没有被取为同一者,而是在第一个前提中被取为性质(即作为白性,这正是状态本身),在第二个前提中则被取为具有该性质者,亦即依状态而定者;因为作为白性的白述及天鹅并不是真的(否则每一只天鹅就会是白性了),而作为具有白性者则是[真的]。或者这一类欺瞒也被归入大前提是不定的、未被全称地提取;因为断言颜色属于每一个白的前提并非真的,因为“每一个白都是颜色”是假的。巴门尼德也同样如此误导了自己,他说:“在有之外的不是有,非有是无。”因为他之所以将第一个前提这样取为真,乃是因为他用有代替了实体;因为在实体之外的并不是实体;因为通过这样提取有,他试图得出“因此有是一”。但在第二个前提中,他并没有将有保留在实体的意义上;因为在实体之外的是无并非真的;而是如同把第一个前提取为“凡在所有的有之外的全然是非有”,他因而添加了第二个前提“非有是无”。从这样提取的这些前提中,得出了“凡在所有的有之外的全然是无”这一结论,而通过这一结论,有者是多数的这一事实反而被承认了;因为“凡(所有)”是表明“多数”的。断言“有限者有始端,有始端者生成了,因此有限者生成了,以致如果宇宙也是有限的,它便生成了”的人也是如此。因为“有始端”在一处被取为关于大小的始端(在有限者和宇宙中便是如此),而在生成者中则被取为关于时间的始端;因为生成的是在时间上有始端者,而不是在大小上有始端者。因此他说必须在一切地方防范同音异义。而且在这里大前提同样不是全称的;因为“凡有始端者皆已生成”并不是真的。

§2.246

"Οὐ δεῖ δὲ τοὺς ὅρους ἀεὶ ζητεῖν ὀνόματι ἐκτίθεσθαι· πολλάκις γὰρ ἔσονται λόγοι, οἷς οὐκ ἔσται ὀνομασία." Πολλῶν φησι συλλογισμῶν τοὺς ὅρους ἢ τινὰς ἢ πάντας λόγῳ δηλοῦσθαι καὶ λόγους εἶναι, οὐκ ὀνόματα, ἐφ’ ὧν οὐ δεῖ, φησί, τοὺς ἀναλύειν βουλομένους ζητεῖν πάντως τοὺς ὅρους δι’ ὀνομάτων ἐκτίθεσθαι, ἀλλὰ τοὺς λόγους αὐτοὺς τοὺς κειμένους ἐκθετέον ἐν τῇ τῶν ὅρων λήψει. παρὰ γὰρ τοῦτο πολλάκις χαλεπὴ καὶ δύσκολος ἡ ἀναγωγὴ γίνεται τῷ μὴ εὑρίσκεσθαι τῶν ὅρων ὀνόματα· οἷον εἴ τις συλλογίσαιτο τὸν ἀνδρεῖον τιμῆς ἄξιον εἶναι διὰ μέσου τοῦ καταφρονεῖν τῆς ἑαυτοῦ σωτηρίας ὑπὲρ τοῦ κοινῇ συμφέροντος λέγων ‘ὁ ἀνδρεῖος καταφρονεῖ τῆς ἑαυτοῦ σωτηρίας ὑπὲρ τοῦ κοινῇ συμφέροντος, πᾶς ὁ καταφρονῶν τῆς ἑαυτοῦ σωτηρίας ὑπὲρ τοῦ κοινῇ συμφέροντος τιμῆς ἄξιος, ὁ ἄρα ἀνδρεῖος τιμῆς ἄξιος’. τὸν γὰρ βουλόμενον ἐκλαμβάνειν τοὺς ὅρους τούτου τοῦ συλλογισμοῦ οὐ δεῖ τὸν μέσον ὅρον ὄνομα ζητεῖν· λόγος γάρ ἐστιν, οὗ φυλαχθέντος ἥ τε διαίρεσις ἡ εἰς τοὺς ὅρους φανερὰ καὶ ἡ τοῦ συλλογισμοῦ ἡ εἰς τὸ πρῶτον σχῆμα ἀνάλυσις.4 πάλιν εἴ τις λάβοι, ὅτι ἡ τοῦ ὄντος ἐπιστήμη ᾗ ὂν ἐπιστήμη ἐστὶ τοῦ πρώτου αἰτίου κινοῦντος, ἡ δέ γε ἐπιστήμη ἡ τοῦ πρώτου αἰτίου κινοῦντος ἡ πρώτη ἐστὶ φιλοσοφία, καὶ συνάγοι, ἐκ τούτων, ὅτι ἡ τοῦ ὄντος ᾗ ὂν ἐπιστήμη ἡ πρώτη ἐστὶ φιλοσοφία· καὶ γὰρ οὕτως συλλογισάμενος τοὺς ὅρους οὐκ ὀνόματα ἀλλὰ λόγους εἴληφε πάντας, οὓς εἰ μὴ ὁ βουλόμενος ἀναλύειν τὸν λόγον λάβοι, ὀνόματα δὲ ζητοίη ἀντ’ αὐτῶν, οὐκ ἂν εὕροι τὴν ἀνάλυσιν τοῦ συλλογισμοῦ εἰς τὸ οἰκεῖον σχῆμα ὂν τὸ πρῶτον.

“不应当总是寻求用名称来列明词项;因为往往会有没有名称的言述。” 他说,在许多推论中,词项或者部分或者全部是由言述所表示并且是言述,而非名称;他说,在这些情况下,希望进行分析的人绝不应当寻求一定要通过名称来列明词项,而是在提取词项时必须列明所设定的言述本身。因为常常正是由于没有做到这一点,由于未能找到词项的名称,还原变得困难且不易进行;例如,如果有人通过“为了共同利益而轻视自身的保全”这一中项推论勇敢者配受荣誉,他说:“勇敢者为了共同利益而轻视自身的保全,凡为了共同利益而轻视自身的保全者皆配受荣誉,因此勇敢者配受荣誉。”希望提取该推论各词项的人不应当寻求中项的名称;因为它是一个言述,一旦保留了它,向词项的划分以及推论向第一格的分析就都会变得清晰明了。再次,如果有人设定:关于作为有的有的知识是关于第一动因的知识,而关于第一动因的知识是第一哲学,并且由此得出结论说关于作为有的有的知识是第一哲学;因为这样进行推论的人同样是将所有的词项都取为了言述而不是名称,如果希望分析该论证的人不提取这些言述,而是寻求用名称代替它们,他就无法找到该推论向其本性格即第一格的分析。

语法注4 条
  1. 2.245ἐπεὶ κειμένῳ τῷ ἐξ ἀναγκαίας τῆς μείζονος καὶ ὑπαρχούσης τῆς ἐλάττονος ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα[, ὃ] οὐκ ἦν συγχωρούμενον

    与格短语 κειμένῳ τῷ ... ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα 起到关系与格或准绝对与格的作用,用以引出驳斥发生的背景前提:即尽管曾设定从必然大前提和实然小前提中可以得出必然结论,但这一点未被承认。

  2. 2.245παρὰ τὸ τὸν μέσον μὴ τὸν αὐτὸν ἐν ἀμφοτέραις εἰλῆφθαι ταῖς προτάσεσιν ἢ τῇ λέξει μόνον

    介词 παρὰ 后接带冠词不定式短语 τὸ ... εἰλῆφθαι,表导致欺瞒发生的原因。句末的 ἢ τῇ λέξει μόνον 对词项同一性的缺失进行限定和对比,意为“或者仅在言辞(字面)上相同”。

  3. 2.245οἷς οὕτως εἰλημμένοις ἕπεται συμπέρασμα

    关系代词与格 οἷς 指代前述的两个前提,与分词 εἰλημμένοις 一同充当动词 ἕπεται 的补足语:“从这些被这样提取的前提中,随之得出结论”。

  4. 2.246οὗ φυλαχθέντος ἥ τε διαίρεσις ἡ εἰς τοὺς ὅρους φανερὰ καὶ ἡ τοῦ συλλογισμοῦ ἡ εἰς τὸ πρῶτον σχῆμα ἀνάλυσις

    οὗ φυλαχθέντος 是以言述(λόγος)为先行词的属格独立结构,表条件。主句中系动词(ἐστί 或 γίνεται)承谓词形容词 φανερά 而省略,统辖两个并列主语 ἥ τε διαίρεσις 与 ἡ ... ἀνάλυσις。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:356.21-358.4