← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§354.32-356.21

第二格与第三格中的词项设定与状态

本节考察在第二格(48a15)与第三格(48a18)中因词项列明不当而产生的虚假结论,阐明为何必须设定依状态而定者(健康/患病)而非状态本身(健康/疾病)作为词项的逻辑理由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.244

" Πάλιν ἐπὶ τοῦ μέσου σχήματος ὁμοίως ἔσται τὸ ψεῦδος." Δείκνυσι καὶ ἐπὶ τοῦ δευτέρου σχήματος παρὰ τὴν τῶν ὅρων ὁμοίαν ἔκθεσιν τὸ δοκοῦν συμπέρασμα ψεῦδος γινόμενον ἐπὶ ταῖς προτάσεσι ταῖς λαμβανομέναις ἀληθέσιν. ἂν γὰρ λάβωμεν ὑγείαν νόσῳ μὲν μηδεμιᾷ ἐξ ἀνάγκης, ἀνθρώπῳ δὲ παντὶ ὑπάρχειν, συνάγεσθαι μὲν δόξει τὸ νόσον ἐξ ἀνάγκης μηδενὶ ἀνθρώπῳ· ψεῦδος δὲ τοῦτο, ἐπειδὴ ἐπιδεκτικὸς ὁ ἄνθρωπος νόσου ὥσπεροῦν καὶ ὑγείας. ἀλλ’ οὐχ ὁμοίως ἀληθὴς ἥ τε λέγουσα ὑγείαν μηδεμιᾷ νόσῳ καὶ ἡ λέγουσα ὑγείαν παντὶ ἀνθρώπῳ· ἡ μὲν γὰρ ‘ὑγεία οὐδεμιᾷ νόσῳ’ οὕτως ἀληθὴς ὡς λέγουσα ‘οὐδεμία νόσος ὑγεία ἐστίν’ (τοῦτο γὰρ σημαίνει), ἡ δὲ ὑγείαν παντὶ ἀνθρώπῳ οὐκέτι ὡς λέγουσα ‘πᾶς ἄνθρωπος ὑγεία ἐστίν’, ἀλλ’ ὡς λέγουσα ‘πᾶς ἄνθρωπος ὑγιαίνει’. ἂν οὖν μεταλαμβάνωμεν ἀντὶ τῆς ὑγείας καὶ τῆς νόσου τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν, οὐκ ἔσται ἀναγκαία καθόλου ἀποφατικὴ ἀληθὴς ἡ λέγουσα τὸ ὑγιαίνειν ἐξ ἀνάγκης οὐδενὶ νοσοῦντι. ἔνεστι δὲ καὶ ἐπὶ ταύτης τῆς συζυγίας τὰ αὐτὰ εἰπεῖν, ὅτι οὐδὲ ἡ πρότασις ἀληθὴς ἁπλῶς ἡ λέγουσα ‘ὑγεία κατὰ παντὸς ἀνθρώπου’, ὅτι μηδὲ ἀληθὲς εἶναι δύναται τὸ ‘πᾶς ἄνθρωπος ὑγεία ἐστίν’. ὥστε καὶ διὰ τοῦτο οὐ καλῶς οἱ ὅροι εἰσὶ κείμενοι, ἀλλὰ χρὴ μεταλαμβάνειν τὰς ἕξεις εἰς τὰ κατὰ τὰς ἕξεις. ὁ γὰρ λέγων παντὶ ἀνθρώπῳ ὑγείαν ὑπάρχειν ἴσον λέγει τῷ ‘πᾶς ἄνθρωπος ὑγιαίνει’· ὅρον οὖν τὸ ὑγιαίνειν θετέον, οὐ τὴν ὑγείαν. εἰ δέ τις ἐκείνην παραδέξαιτο ὡς ἀληθῆ, ἔσται καὶ τὸ συμπέρασμα ἀληθὲς τὸ νόσον μηδενὶ ἀνθρώπῳ, ἀλλ’ οὐκ ἀναγκαῖον ἀλλὰ ὑπάρχον, ὅ τι ἦν ἀντιλεγόμενον αὖ τῷ ἐπὶ τῆς προκειμένης μίξεως ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα.1

“同样,在中格中错误也会类似地出现。” 他指出,在第二格中,同样由于词项的类似列明,在被取为真实的前提下,所认为的结论也会变成假的。因为如果我们设定健康必然不属于任何疾病,但属于每一个人,那么似乎会推导出疾病必然不属于任何人;但这是假的,因为人既能接纳健康,同样也能接纳疾病。然而,“健康不属于任何疾病”这一命题与“健康属于每一个人”这一命题并非以同样的方式为真;因为“健康不属于任何疾病”之所以为真,乃是在于断言“没有任何疾病是健康”(因为所指即是这个),而断言健康属于每一个人的命题,却不再是在于断言“每一个人都是健康”,而是在于断言“每一个人都健康”。因此,如果我们转换词项,取健康与患病来代替作为状态的健康与疾病,那么断言健康必然不属于任何患病者的命题,就不会是一个真实的必然全称否定命题。而且对于这一组合同样可以说,断言“健康述及每一个人”的前提也根本不是单纯地为真的,因为“每一个人都是健康”甚至不可能是真的。因此也正因如此,词项的设定是不妥当的,而是必须将状态转换为依状态而定者。因为断言健康属于每一个人的人,所说的等同于“每一个人都健康”;因此应当将健康设定为词项,而不是作为状态的健康。但如果有人将那个前提接受为真,那么疾病不属于任何人这一结论也同样会是真的,但不是作为必然命题,而是作为实然命题,而这恰恰是对当前混合中结论成为必然命题这一观点的再次反驳。

§2.245#1

"Ἐν δὲ τῷ τρίτῳ σχήματι κατὰ τὸ ἐνδέχεσθαι." Δείξας ἐπὶ τοῦ πρώτου καὶ δευτέρου σχήματος ἀναγκαίας τῆς μείζονος λαμβανομένης ὑπαρχούσης δὲ τῆς ἐλάττονος μὴ γινόμενον ἀναγκαῖον τὸ συμπέρασμα παρὰ τὸ μὴ γίνεσθαι τὴν ἔκθεσιν τὴν τῶν ὅρων οἰκείως, ἐπὶ τοῦ τρίτου σχήματος οὐκέτι κατὰ τὸ ἐξ ἀνάγκης μέν τινα λαμβάνεσθαι τῶν προτάσεων ὁμολογούμενον δὲ τῇ τοιαύτῃ προτάσει γενέσθαι τὸ συμπέρασμα τὸ ἄτοπον γίνεσθαι λέγει, ἀλλ’ ὅτι2 ἐνδεχομένων ἀμφοτέρων λαμβανομένων τῶν προτάσεων οὐκ ἀκολουθεῖ τὸ συμπέρασμα. ἔμπαλιν γὰρ ἐπὶ τούτου τοῦ σχήματος τὸ συμβαῖνον· ἀναγκαῖον γὰρ ἀποφατικὸν συναγόμενον εὑρίσκεται τὸ συμπέρασμα ἐξ ἐνδεχομένων καταφατικῶν, εἰ οὕτως οἱ ὅροι λαμβάνοιντο. ἐνδεχομένων γὰρ οὐσῶν καθόλου καταφατικῶν ἐν αὐτῷ τῶν δύο προτάσεων τὸ συμπέρασμα οὔτ’ ἐπὶ μέρους καταφατικὸν ἐνδεχόμενον γίνεται, ὃ συνάγεται ἐκ τῆς τοιαύτης συζυγίας, οὔτ’ ἐπὶ μέρους ἐνδεχόμενον ἀποφατικόν, ἀλλ’ οὐδὲ καθόλου καταφατικὸν ἐνδεχόμενον οὔτε ἀποφατικὸν ἀλλ’ ἀναγκαῖον ἀποφατικὸν καθόλου. διὸ καὶ οὕτως εἶπεν· ἐν δὲ τῷ τρίτῳ σχήματι συμβαίνει τὸ ψεῦδος κατὰ τὸ ἐνδέχεσθαι. ἐν μὲν γὰρ τῷ πρώτῳ καὶ δευτέρῳ σχήματι κατὰ τὸ ἀναγκαῖον, ὥσπερ εἶπον· ἀναγκαίας γὰρ δοκούσης εἶναι τῆς μείζονος οὐκ ἐγίνετο τὸ συμπέρασμα τοιοῦτον. ἐν δὲ τῷ τρίτῳ ἔμπαλιν αἱ μὲν προτάσεις ἐνδεχόμεναι τὸ δὲ συμπέρασμα ἀναγκαῖον· οὕτω γὰρ κειμένων τῶν ἄκρων ἐξ ἀνάγκης οὐδενὶ ὁ ἕτερος τῷ ἑτέρῳ.3 εἰ δὲ τοῦτο, ἀσυλλόγιστος ἂν γίνοιτο ἡ τοιαύτη συζυγία, ἣν φθάσας ἔδειξεν οὖσαν συλλογιστικήν. ὑγείαν γὰρ ἐνδέχεται παντὶ ἀνθρώπῳ, καὶ νόσον ἐνδέχεται παντὶ ἀνθρώπῳ, καὶ ὑγεία ἐξ ἀνάγκης οὐδεμιᾷ νόσῳ. αἴτιον δὲ τούτου πάλιν τὸ μὴ καλῶς εἰλῆφθαι τοὺς ὅρους τοὺς ἄκρους τοὺς κατηγορουμένους τοῦ ἀνθρώπου· οὐ γὰρ τὴν ὑγείαν χρὴ λαμβάνειν καὶ τὴν νόσον ἀλλὰ τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν. οὕτως γὰρ λαμβανομένων αὐτῶν ἀληθεῖς αἱ προτάσεις ἐνδεχόμεναι καθόλου καταφατικαί, ἐκείνως δ’ οὔ. ὁ γὰρ λέγων τὴν ὑγείαν ἐνδέχεσθαι παντὶ ἀνθρώπῳ ἴσον λέγει τῷ ‘πάντα ἄνθρωπον ἐνδέχεται ὑγιαίνειν’· τὴν ὑγείαν γὰρ ἀντὶ τοῦ ὑγιαίνειν λαμβάνει· οὕτως γὰρ ἀληθὴς ἑκατέρα τῶν προτάσεων, ἀλλ’ οὐχ ὅτι ἐνδέχεται τὸν ἄνθρωπον ἢ ὑγείαν ἢ νόσον εἶναι. ὥστε ἐν τῇ τῶν ὅρων ἐκθέσει χρὴ τιθέναι τὸ ὑγιαίνειν· ὁμοίως δὲ καὶ ἐπὶ τῆς νόσου. ληφθέντων δὲ ἀντὶ τῶν ἕξεων τῶν κατὰ τὰς ἕξεις ὁμοίως αἵ τε προτάσεις ἀληθεῖς καὶ τὸ ἐπ’ αὐταῖς συμπέρασμα. τό τε γὰρ ὑγιαίνειν ἐνδέχεται παντὶ ἀνθρώπῳ· ὁμοίως δὲ καὶ τὸ νοσεῖν· καὶ τὸ ὑγιαίνειν ἐνδέχεται τινὶ νοσοῦντι, ὅπερ ἐστὶ τῆς προκειμένης συζυγίας συμπέρασμα. ὁ δ’ αὐτὸς λόγος, κἂν ἄλλαι τινὲς ἕξεις ἐναντίαι ληφθῶσι. καὶ ἔοικέ γε φανερώτερον διαβεβλῆσθαι ἡ τοιαύτη τῶν ὅρων λῆψις ἐπὶ τοῦ τρίτου σχήματος ἢ ἐπὶ τῶν πρὸ αὐτοῦ.

“但在第三格中,则是关于偶然性的。” 在指出了在第一格和第二格中,当大前提被取为必然命题而小前提被取为实然命题时,由于词项的列明未能妥当进行以致结论不成其为必然命题之后,他说,在第三格中,荒谬性的产生不再是由于前提之一被取为必然命题且得出了与此类前提一致的结论,而是因为在两个前提都被取为偶然命题时结论无法随之推导出来。因为在这个格中所发生的恰恰相反;因为人们发现,如果词项这样提取,从偶然肯定前提中推导出来的反而是必然否定结论。因为当其中的两个前提是全称偶然肯定命题时,结论既不是由此类组合所推导出的特称偶然肯定命题,也不是特称偶然否定命题,甚至根本不是全称偶然肯定命题或全称偶然否定命题,而是全称必然否定命题。因此他也这样说:“但在第三格中,错误是关于偶然性而发生的。”因为正如我说过的,在第一格和第二格中是关于必然性而发生的;因为虽然大前提看起来是必然的,结论却不成其为此类。但在第三格中恰恰相反:前提是偶然的,而结论却是必然的;因为当两极项这样放置时,一者必然不属于另一者的任何一个。如果是这样,此类组合就会变成无法构成推论的,而他此前曾证明它是具有推论性的。因为健康可能属于每一个人,疾病也可能属于每一个人,而健康必然不属于任何疾病。而这其中的原因,再次在于述及人的两极项未能被妥当地提取;因为不应当提取作为状态的健康与疾病,而应当提取依状态而定的健康与患病。因为当它们这样被提取时,全称偶然肯定前提才是真的,而那样提取则不然。因为断言健康可能属于每一个人的人,所说的等同于“每一个人都有可能健康”;因为他是取〔作为状态的〕健康来代替〔依状态而定的〕健康;因为正是在这种意义上两个前提各自为真,而不是在于人可能成为健康或疾病。因此在列明词项时必须放置〔依状态而定的〕健康;关于疾病亦同样如此。而一旦取依状态而定者代替状态本身,前提及其结论便同样成为真的。因为健康可能属于每一个人,患病亦同样如此,并且健康可能属于某个患病者,而这正是当前组合的结论。即使提取了其他某些相反的状态,同样的论证也依然成立。而且这种词项的提取方式,在第三格中似乎比在其前诸格中被更为明显地驳斥了。

语法注3 条
  1. 2.244ὅ τι ἦν ἀντιλεγόμενον αὖ τῷ ἐπὶ τῆς προκειμένης μίξεως ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα

    ὅ τι 是包含先行词的关系代名词,指代结论实为实然命题这一事实。ἀντιλεγόμενον 支配与格定冠词不定词短语 τῷ ... γίνεσθαι(“反驳关于结论成为必然命题的观点”)。

  2. 2.245οὐκέτι κατὰ τὸ ἐξ ἀνάγκης μέν τινα λαμβάνεσθαι τῶν προτάσεων ὁμολογούμενον δὲ τῇ τοιαύτῃ προτάσει γενέσθαι τὸ συμπέρασμα τὸ ἄτοπον γίνεσθαι λέγει, ἀλλ’ ὅτι

    此处构成 οὐκέτι κατὰ τὸ ... ἀλλ' ὅτι ... 的对应对比结构。前半部分由介词 κατὰ 支配定冠词不定词结构 τὸ ... λαμβάνεσθαι ... γενέσθαι 表示原因,后半部分转为原因状语 ὅτι 从句。ὁμολογούμενον 作分词修饰 συμπέρασμα,意为“(结论)与此类前提相符”。

  3. 2.245ὁ ἕτερος τῷ ἑτέρῳ

    使用主格主语 ὁ ἕτερος(一个极端项)与与格 τῷ ἑτέρῳ(另一个极端项)表示相互关系。谓语动词 ὑπάρχει 被省略,意为“一者[不属于]另一者的任何一个”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:354.32-356.21