← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§353.8-354.31

词项陈述不当与混淆性向及状态导致的谬误

亚历山大注解了亚里士多德《前分析篇》47b40,通过第一格模态命题混合推论的例子,论述了因未妥当列明命题词项——具体表现为混淆状态本身(健康、疾病)与依状态而定的性向(健康、患病)——而导致错误结论或无法构成有效推论的谬误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.243

" Πολλάκις δὲ διαψεύδεσθαι 〈συμπεσεῖται〉 παρὰ τὸ μὴ καλῶς ἐκτίθεσθαι τοὺς κατὰ τὴν πρότασιν ὅρους." Εἰ γὰρ λόγον ἀναλύοντες τὸν ‘τὸ ὑγιαίνειν οὐδενὶ νοσοῦντι, τὸ νοσεῖν παντὶ ἀνθρώπῳ’ ἐκτιθέμενοι τοὺς ὅρους μὴ τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν λαμβάνοιμεν ἀλλὰ νόσον καὶ ὑγείαν, ἔσται τοῦτο ἡμῖν ἀπάτης αἴτιον· αἰτίαν γὰρ ἀπάτης φησὶ γίνεσθαι καὶ τὴν ἔκθεσιν τῶν ὅρων, ὅταν μὴ δεόντως γένηται. ὅταν γὰρ ἀντὶ τῶν κατὰ τὰς ἕξεις αὐτὰς τὰς ἕξεις ἐν τοῖς ὅροις λάβωμεν ὡς μηδὲν διαφέρον οὕτως ἢ ἐκείνως λαβεῖν, ἀσυλλογίστους παρὰ τοῦτο ποιήσομεν τοὺς λόγους. ἐπεὶ γὰρ οὐκ ἔστιν ἀληθὲς οὐδὲ δυνατὸν 〈τὸ〉 ‘ἄνθρωπος ὑγεία ἐστίν’ ἢ ‘ἄνθρωπος νόσος ἐστίν’, δύναται μέντοι ἀληθὲς εἶναι τὸ ‘ἄνθρωπος νοσεῖ’ ἢ τὸ ὑπάρχειν νόσον ἢ τὸ νοσεῖν ἀνθρώπῳ, ἢ πάλιν τὸ ‘ἄνθρωπος ὑγιαίνει’ ἢ ‘ὑπάρχει αὐτῷ ὑγεία ἢ τὸ ὑγιαίνειν’ (ἡ μὲν γὰρ ὑγεία καὶ ἡ νόσος αἱ ἕξεις ἦσαν, τὸ δὲ ‘ὑγιαίνει’ καὶ τὸ ‘νοσεῖ’ διαθέσεις κατὰ τὰς ἕξεις), ὅταν οὖν τοὺς ὅρους τούτους ἐκτιθώμεθα ὡς κατηγορήσοντες τοῦ ἀνθρώπου, οὐ τὰς ἕξεις αὐτὰς χρὴ λαμβάνειν ἀλλὰ τὰς κατὰ τὰς ἕξεις διαθέσεις· ἢ γὰρ ψευδῆ πρότασιν ληψόμεθα, ἢ ἀσυλλόγιστος ὁ λόγος ἔσται. εἰ γὰρ λάβοιμεν ἐπὶ τοῦ Α ὑγείαν, ἐπὶ δὲ τοῦ Β νόσον, ἐπὶ δὲ τοῦ Γ ἄνθρωπον, ἔπειτα τὸ Α ἐξ ἀνάγκης μηδενὶ τῷ Β λάβοιμεν ἀληθὲς ὄν (ἐξ ἀνάγκης γὰρ οὐδεμία νόσος ὑγεία ἐστίν), τὸ δὲ Β τῷ Γ ὑπάρχειν παντὶ θῶμεν, τοῦτ’ ἔστι νόσον παντὶ ἀνθρώπῳ (οὐ γὰρ ἀδύνατον δόξει, ἐπειδὴ πᾶς ἄνθρωπος δοκεῖ δεκτικὸς εἶναι νόσου), δεήσει μὲν συνάγεσθαι τὸ ἐξ ἀνάγκης τὴν ὑγείαν μηδενὶ ἀνθρώπῳ, ἐπειδὴ εἴληπται ἐν τῷ πρώτῳ σχήματι ἀναγκαία μὲν ἡ μείζων ὑπάρχουσα δὲ ἡ ἐλάττων, ἐδόκει δὲ αὐτῷ ἐν ταῖς τοιαύταις μίξεσιν ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα,1 ὅπερ ψεῦδός ἐστιν ἐπὶ τοῦ προκειμένου· τὸ γὰρ ὑγείαν ἐξ ἀνάγκης μηδενὶ ἀνθρώπῳ ψεῦδος. τοῦτο δὴ τὸ ἄτοπον φησιν ἠκολουθηκέναι παρὰ τὸ τοὺς ὅρους μὴ καλῶς ληφθῆναι· οὐ γὰρ τὰς ἕξεις ἐν τοῖς ὅροις δεῖ τιθέναι τοῖς Α, Β, τὴν ὑγείαν καὶ τὴν νόσον, ἀλλὰ τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν, ἅ ἐστι κατὰ τὰς ἕξεις· οὕτως γὰρ ληφθέντων οὐκέτι γίνεται ἀληθὲς τὸ ὑγιαίνειν ἐξ ἀνάγκης μηδενὶ νοσοῦντι. οὕτως δὲ δεῖ λαμβάνειν, ὅτι τὸ μὲν πάντα ἄνθρωπον νοσεῖν δύναται ὡς ὑπάρχον ἀληθὲς ληφθῆναι καθ’ ὑπόθεσιν, τὸ δὲ πάντα ἄνθρωπον νόσον εἶναι ἀδύνατον. ὃ οὖν τοῦ ἀνθρώπου κατηγορεῖται, τοῦτο δεῖ μέσον ὅρον τιθέναι· ἔστι δὲ τὸ νοσεῖν· οὕτως γὰρ ἀληθὲς τὸ νόσον ὑπάρχειν παντὶ ἀνθρώπῳ, ὅτι νοσεῖν οἷόν τε αὐτόν, οὐχ ὅτι νόσον εἶναι. οὐ γὰρ ὁμοίως τοῦ ἀνθρώπου τὸ ζῷον καὶ ἡ νόσος κατηγορεῖται· τὸ μὲν γὰρ τὸν ἄνθρωπον ζῷον εἶναι ἀληθές, τὸ δὲ νόσον οὐκ ἀληθές, ὅτι μὴ ἐν τῷ τί ἐστιν αὐτοῦ τῶν τοιούτων τι κατηγορεῖται. οὐδεμία δὲ νόσος ὑγεία ἐξ ἀνάγκης, καθ’ ὅσον οὐχ οἷόν τε τὴν νόσον ὑγείαν εἶναι. καὶ ἄλλως τὸ ἀληθὲς ἐπὶ τῆς πρώτης προτάσεως, ἄλλως ἐπὶ τῆς δευτέρας· ἐπὶ μὲν γὰρ τῆς πρώτης τῷ τὴν νόσον εἰλῆφθαι, ἐπὶ δὲ τῆς δευτέρας τῷ τὸ νοσοῦν. τοῦ δὴ νοσοῦντος εἰ μὲν τὸ ὑγιαίνειν κατηγοροῖτο, ἐνδεχομένη ἀποφατικὴ ἔσται ἀλλ’ οὐκ ἀναγκαία, καὶ τὸ συμπέρασμα τοιοῦτον (τὸ γὰρ ὑγιαίνειν ἐνδέχεται μηδενὶ ἀνθρώπῳ), εἰ δὲ ἡ ὑγεία, ἔσται καὶ τὸ συμπέρασμα ἀναγκαῖον ἀποφατικόν· ἐξ ἀνάγκης γὰρ οὐδεὶς ἄνθρωπος ὑγεία ἐστίν. οὐ μὴν ἀληθὴς ἔτι ἡ τὴν νόσον παντὸς ἀνθρώπου κατηγοροῦσα οὕτως ὥστε λέγειν τὸν ἄνθρωπον νόσον εἶναι. εἰ δὲ τὸ ὑπάρχειν προσθείη τις, οὐ τὸν αὐτὸν λήψεται μέσον.2 μεταληφθέντων δὲ τῶν ὅρων ἀπὸ τῶν ἕξεων εἰς τὰ κατὰ τὰς ἕξεις, οὐκ ἔσεσθαί φησι συλλογισμὸν τοῦτον, ὃν ἔλεγεν ἐξ ἀναγκαίας ἀποφατικῆς τῆς μείζονος καθόλου καὶ καταφατικῆς ὑπαρχούσης τῆς ἐλάττονος ἐν πρώτῳ σχήματι· οὐκέτι γὰρ γίνεται ἡ καθόλου ἀποφατικὴ ἀναγκαία 〈ἀλλ’〉 ἐνδεχομένη. διὸ τοῦ μὲν ἀναγκαίου συλλογισμὸς οὐκ ἔσται, τοῦ δὲ ἐνδεχομένου ἔσται· γίνεται γὰρ ἐνδεχομένη μὲν ἀποφατικὴ ἡ μείζων καθόλου ἡ ‘τὸ ὑγιαίνειν οὐδενὶ νοσοῦντι’, ὑπάρχουσα δὲ ἡ ἐλάττων καθόλου καταφατικὴ ἢ ἐνδεχομένη καὶ αὐτὴ ἡ ‘τὸ νοσεῖν παντὶ ἀνθρώπῳ’. ὅπως δ’ ἄν ἔχῃ, συλλογιστικὴ μὲν ἡ συζυγία ἐν πρώτῳ σχήματι, οὐ μὴν ἐξ ἀνάγκης ἀλλὰ τοῦ ἐνδέχεσθαι τὸ συμπέρασμα, ὡς καὶ αὐτὸς εἶπεν· ἐνδέχεται γάρ, φησί, μηδενὶ ἀνθρώπῳ ὑπάρχειν ὑγείαν, ὃ ἴσον ἐστὶ τῷ ‘ἐνδέχεται μηδένα ἄνθρωπον ὑγιαίνειν’· τὸ γὰρ ὑπάρχειν ὑγείαν ἢ νόσον τὸ ὑγιαίνειν ἢ νοσεῖν σημαίνει.

“往往由于未能妥当地列明命题中的词项,便会发生陷入错误的情况。” 因为如果在分析“康健不属于任何患病者,患病属于每一个人”这一论证时,我们在列明词项时不是提取康健与患病,而是提取疾病与健康,这就会成为我们受骗的原因;因为他说,当词项的列明未能按所应当的那样进行时,它也会成为受骗的原因。因为每当我们取状态本身而非取依状态而定者作为词项,仿佛这样提取或那样提取毫无差别,我们便会因此使得论证无法构成推论。因为既然“人是健康”或“人是疾病”既非真实亦不可能,然而“人患病”或疾病属于人、患病属于人却可能是真的,抑或反之,“人康健”或“健康或康健属于他”可能是真的(因为健康和疾病是状态,而“康健”与“患病”是依状态而定的性向),因此,每当我们列明这些词项以便将其述及人时,不应当提取状态本身,而应当提取依状态而定的性向;否则我们或者会提取假前提,或者论证将无法构成推论。因为如果我们取健康为Α,取疾病为Β,取人为Γ,随后将Α必然不属于任何Β作为真命题提取(因为必然没有疾病是健康),而将Β属于一切Γ,即疾病属于每一个人予以设定(因为这不会显得不可能,既然人人都被认为能够接纳疾病),那么确实必须推导出健康必然不属于任何人,因为在第一格中大前提被取为必然命题,小前提被取为实然命题,而在他看来,在这样的混合中结论必然成为必然命题,然而这在当前的情形中却是假的;因为健康必然不属于任何人是假的。他说,这一荒谬的结论恰恰是由于词项未能妥当地提取而随之产生的;因为不应当在词项Α和Β中放置作为状态的健康与疾病,而应当放置依状态而定的康健与患病;因为这样提取之后,康健必然不属于任何患病者便不再成其为真。之所以应当这样提取,乃是因为每一个人患病可以作为实然真实依据假定而被提取,但每一个人是疾病却是不可能的。因此,必须将那述及人的东西设定为中项;而这就是患病;因为疾病属于每一个人之所以是真的,乃是在于他有可能患病,而不是在于他是疾病。因为动物与疾病并非以同样的方式述及人;因为人是动物是真的,而人是疾病却不是真的,因为此类事物绝非在人的本质中被述及。然而没有任何疾病是健康乃是出于必然,只要疾病不可能成为健康。并且在第一个前提中的真与在第二个前提中的真呈现为不同的方式;因为在第一个前提中是由于提取了疾病,而在第二个前提中是由于提取了患病者。因此,若将康健述及患病者,它将是一个偶然否定前提,而不是必然前提,而结论也将是此类(因为康健可能不属于任何人);但若述及健康,结论也将是一个必然否定命题;因为必然没有任何人是健康。然而将疾病述及每一个人以致断言人是疾病的前提却不再为真。而如果有人追加“属于”一词,他所提取的中项就将不再是同一个。他说,当词项从状态转换为依状态而定者时,这就不会是他所说的那种在第一格中由全称必然否定大前提和实然肯定小前提所构成的推论了;因为全称否定前提不再是必然的,而是偶然的。因此不会有关于必然性的推论,但会有关于偶然性的推论;因为全称否定大前提变成了偶然命题,即“康健不属于任何患病者”,而全称肯定小前提则是实然命题或其自身亦是偶然命题,即“患病属于每一个人”。但无论如何,第一格中的这一组合是具有推论性的,然而正如他自己也说过的,结论并非出于必然,而是关于偶然的;因为他说,健康可能不属于任何人,这等同于“没有任何人康健是可能的”;因为健康或疾病属于,所指的正是康健或患病。

语法注2 条
  1. 2.243ἐδόκει δὲ αὐτῷ ἐν ταῖς τοιαύταις μίξεσιν ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα

    代词 αὐτῷ 指亚里士多德。此处指的是亚里士多德在《前分析篇》第一卷第9章中的学说,即在第一格中,当大前提为必然命题而小前提为实然命题时,结论也是必然命题。

  2. 2.243εἰ δὲ τὸ ὑπάρχειν προσθείη τις, οὐ τὸν αὐτὸν λήψεται μέσον.

    在条件分句“如果有人追加‘属于’一词”中,省略的逻辑意涵是:即使为了避免将人直接等同于疾病本身的虚假性而表述为“疾病属于人”,该中项在范畴和句法上也无法与大前提中出现的“疾病”本身保持一致,从而无法维持同一个中项。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:353.8-354.31