← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§349.1-350.8

依中项位置判定格式与推论还原

亚历山大根据亚里士多德的原著,阐释了依据中项对两端项的主述关系来判定三个格的方法,并说明了如何根据待证明论题的命题类型将推论还原至相应格的具体分析步骤。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.240

" Ἐὰν μὲν οὖν καὶ κατηγορῇ καὶ κατηγορῆται1 τὸ μέσον." Μετὰ τὸ λαβεῖν τὰς κυρίας τοῦ συμπεράσματος προτάσεις καὶ τοὺς ὅρους ἐκλαβεῖν ἀπ’ αὐτῶν ῥᾳδία λοιπὸν ἡ ἀναγωγὴ ἡ εἰς τὸ οἰκεῖον σχῆμα τοῦ ἀναγομένου συλλογισμοῦ. ἡ γὰρ τοῦ μέσου πρὸς τοὺς ἄκρους σχέσις τοῦτο φανερὸν ποιεῖ. ἂν μὲν γὰρ ὁ μέσος ἐν ἀμφοτέραις ὢν ταῖς προτάσεσιν οὕτως ᾖ ὡς τοῦ μὲν κατηγορεῖσθαι αὐτῶν τῷ δὲ ὑποκεῖσθαι, πρῶτον ἔσται σχῆμα. τοῦτο γὰρ δηλοῖ τὸ κατηγορῇ καὶ κατηγορῆται· τὸ γὰρ κατηγορῆται σημαίνει τὸ ὑποκείμενον, ὅταν ᾖ τι κατηγορούμενον αὐτοῦ καταφατικῶς. ὁμοίως κἂν αὐτὸ μέν τινος κατηγορῆται, ἄλλο δὲ αὐτοῦ ἀποφάσκηται. ἐὰν δὲ ἀμφοτέρων κατηγορῆται τῶν ἄκρων, ἀλλὰ τοῦ μὲν καταφατικῶς τοῦ δὲ ἀποφατικῶς, ἐν δευτέρῳ σχήματι ὁ συλλογισμός· ἄλλως γὰρ ἔχοντος τοῦ μέσου πρὸς τοὺς ἄκρους, ὧν κατηγορεῖται, ἔσται μὲν ἐν δευτέρῳ σχήματι ἡ συζυγία, ἀλλ’ οὐ συλλογιστική. ἐὰν δὲ τὰ ἄκρα (ταῦτα γὰρ εἶπε τὰ ἄλλα) τοῦ μέσου ἀμφότερα κατηγορῆται, ἢ καταφατικῶς ἢ θάτερον μὲν καταφατικῶς θάτερον δὲ ἀποφατικῶς, ὁ συλλογισμὸς ἐν τρίτῳ σχήματι. ὁμοίως δὲ ἀναχθήσονται οἱ συλλογισμοί, κἂν μὴ ἀμφότεραι ὦσιν αἱ προτάσεις καθόλου, ἀλλ’ ἡ ἑτέρα μόνον· καὶ γὰρ καθόλου οὐσῶν τῶν προτάσεων ἀμφοτέρων καὶ τῆς ἑτέρας μόνης τριττὴ τοῦ μέσου πρὸς τοὺς ἄκρους ἡ σχέσις, κατὰ δὲ τὰς τῶν σχέσεων διαφορὰς ἡ τῶν σχημάτων διαφορά. δῆλον δέ φησιν ἐκ τῶν εἰρημένων εἶναι καὶ τοῦτο, ὅτι, ἐν ᾧ λόγῳ ὁ αὐτὸς ὅρος πλεονάκις οὐκ εἴληπται, οὗτος οὐκ ἔστι συλλογισμός· ἀδύνατον γὰρ συλλογισμὸν γενέσθαι χωρὶς μέσου, ὡς δέδεικται· μέσος δέ ἐστιν ἐν πᾶσι τοῖς σχήμασιν ὁ δὶς λαμβανόμενος.

“因此,若中项既述及又被述及”在提取出结论的本权前提并从中抽取出词项之后,将待还原的推论还原到其固有格中,从此便轻而易举了。因为中项对两端项的关系使这一点变得显而易见。因为中项若同时存在于两条前提中,其情形表现为述及〔两端项〕其中一者而又充当另一者的主项,则将构成第一格。因为“既述及又被述及”所表明的正是这一点;因为“被述及”指的是充当主项,只要有某物肯定性地述及它。同样,即使中项自身述及某物,而另一词项从它那里被否定,情形也是一样。但若中项述及两端项,对一者是肯定性地述及,对另一者是否定性地述及,则推论属于第二格;因为中项对于它所述及的两端项若处于其他关系中,则联结虽然属于第二格,却并非推论性的。若两端项(因为他所谓的“其他项”即是指这些)皆述及中项,或肯定性地述及,或一者肯定性地述及而另一者否定性地述及,则推论属于第三格。即便两条前提并非皆为全称,而仅有一条为全称,推论亦将以同样方式还原;因为无论两条前提皆为全称,还是仅有一条为全称,中项对两端项的关系皆有三重,而依照这些关系的差异便决定了各格的差异。他也指出,由上述内容显然可知:在任何未将同一词项提取多次的论辩中,该论辩皆非推论;因为正如已经证明的那样,没有中项就不可能产生推论;而在所有的格中,被提取两次的词项即是中项。

§2.241

"Ἐπεὶ δὲ ἔχομεν, ποῖον ἐν ἑκάστῳ σχήματι περαίνεται τῶν προβλημάτων." Καὶ ταύτην ἡμῖν ὁδὸν τῆς ἀναλύσεως τῶν συλλογισμῶν τῆς εἰς τὰ σχήματα ὑπογράφει· ἐπεὶ γὰρ τεσσάρων ὄντων τῶν προβλημάτων ἔχομεν, ποῖον ἐν ἑκάστῳ σχήματι δείκνυται, λαβόντας χρὴ τὸ πρόβλημα καὶ τὸ συμπέρασμα, δι’ οὗ σχήματος τοῦτο συνάγεσθαι πέφυκεν, ἐν τούτῳ ζητεῖν2 καὶ μὴ ἐν πᾶσιν. ἐπὶ μὲν οὖν τοῦ καθόλου καταφατικοῦ ῥᾴδιον τοῦτο· ἐν γὰρ τῷ πρώτῳ σχήματι μόνῳ τοῦτο δείκνυται τὸ πρόβλημα. τῶν δ’ ἄλλων προβλημάτων τὸ μὲν καθόλου ἀποφατικὸν διά τε τοῦ πρώτου δείκνυται σχήματος καὶ διὰ τοῦ δευτέρου, μοναχῶς μὲν διὰ τοῦ πρώτου διχῶς δὲ διὰ τοῦ δευτέρου, τὸ δὲ ἐπὶ μέρους καταφατικὸν πάλιν διά τε τοῦ πρώτου καὶ διὰ τοῦ τρίτου, μοναχῶς μὲν διὰ τοῦ πρώτου τριχῶς δὲ διὰ τοῦ τρίτου, τὸ δὲ ἐπὶ μέρους ἀποφατικὸν καὶ διὰ τοῦ πρώτου καὶ διὰ τοῦ δευτέρου καὶ διὰ τοῦ τρίτου, μοναχῶς μὲν διὰ τοῦ πρώτου, διχῶς δὲ διὰ τοῦ δευτέρου, τριχῶς δὲ διὰ τοῦ τρίτου. ἐπὶ δὲ τῶν διὰ πλειόνων σχημάτων δεικνυμένων προβλημάτων ἐπιβλεπτέον μὲν καὶ ἐκεῖνο, δι’ οὗ μᾶλλον δείκνυται καὶ πλεονάκις. οὐ μὴν ἀλλὰ γνώριμον ποιήσει τὸ σχῆμα ἡ τοῦ μέσου θέσις· εἰ μὲν γὰρ ὁ αὐτὸς ὑποκείμενος καὶ κατηγορούμενος εἴη, τὸ πρῶτον ἔσται σχῆμα, εἰ δὲ μόνον κατηγορούμενος, τὸ δεύτερον, εἰ δὲ μόνον ὑποκείμενος, τὸ τρίτον.

“既然我们知晓每个格中能得出哪类论题”他也为我们将推论分析还原到诸格描绘了这条路径。因为既然论题共有四种,且我们知晓每个格中能证明哪一种,那么在提取了论题与结论之后,就应当在自然适于推导出该结论的格中去寻找,而不是在所有的格中去寻找。对于全称肯定论题而言,这是容易的;因为唯独在第一格中才能证明这一论题。在其余论题中,全称否定论题通过第一格与第二格得到证明,通过第一格有一种方式,通过第二格有两种方式;特称肯定论题则通过第一格与第三格得到证明,通过第一格有一种方式,通过第三格有三种方式;特称否定论题则通过第一格、第二格与第三格皆可得到证明,通过第一格有一种方式,通过第二格有两种方式,通过第三格有三种方式。而在可通过多个格证明的论题上,还必须着眼于那更主要且更频繁地证明它的格。不仅如此,中项的位置亦将使格变得容易辨认:因为若同一词项既作主项又作述项,它将是第一格;若仅作述项,则是第二格;若仅作主项,则是第三格。

语法注2 条
  1. 2.240κατηγορῇ καὶ κατηγορῆται

    主动语态 κατηγορῇ 表示中项作为述项去述及他项,而被动语态 κατηγορῆται 则表示中项自身充当主项并被他项所述及;正如亚历山大行文所释(τὸ γὰρ κατηγορῆται σημαίνει τὸ ὑποκείμενον),二者分别对应述项与主项的句法功能。

  2. 2.241λαβόντας χρὴ τὸ πρόβλημα καὶ τὸ συμπέρασμα, δι’ οὗ σχήματος τοῦτο συνάγεσθαι πέφυκεν, ἐν τούτῳ ζητεῖν

    非人称动词 χρή 支配不定式 ζητεῖν,其逻辑主语由宾格分词 λαβόντας 充当。关系从句 δι’ οὗ σχήματος τοῦτο συνάγεσθαι πέφυκεν 的先行词是主句中的 ἐν τούτῳ[τῷ σχήματι],名词 σχήματος 被吸引进入了关系分句中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:349.1-350.8