← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§350.9-351.24

混淆必然性与不定前提导致的谬误

亚历山大讨论了亚里士多德在47b15中指出的因混淆必然性与推论而产生的谬误,并通过阿里斯托墨涅斯的例子解释了将不定前提误作全称前提如何导致推论的虚假表象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.242#1

" Πολλάκις μὲν οὖν ἀπατᾶσθαι συμβαίνει περὶ τοὺς συλλογισμοὺς διὰ τὸ ἀναγκαῖον, ὥσπερ εἴρηται πρότερον." Ἐπιζητήσαι τις ἂν ἐνταῦθα γενόμενος, πῶς ἔτι ὁρισμὸς τοῦ συλλογισμοῦ ὁ ἀποδεδομένος λόγος, εἴ γε καὶ ἄλλοι εἰσὶ λόγοι, ἐν οἷς “τεθέντων1 τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει”. ἢ λείπει τούτοις τοῖς λόγοις, ὡς προείρηται ἐν τοῖς ἐπάνω, τὸ “τῷ ταῦτα κεῖσθαι”· οὐ γὰρ διὰ τὰ κείμενα τὸ ἀναγκαῖον ἐν τούτοις ἀλλὰ παρὰ τὸ ἀληθὲς εἶναι τὸ καθόλου παρειμένον, οὗ προστεθέντος γίνεται συλλογισμὸς καὶ αὐτός. ὁ δὲ δι’ ὅλων ὑποθετικὸς ἀποκρίνοιτο ἂν τοῦ συλλογισμοῦ τῷ “τεθέντων”, ἐπεὶ ἔχει γε καὶ οὗτος τὸ ἐπὶ τοῖς κειμένοις συμπέρασμα, ἀλλ’ οὐ τῷ “ταῦτα εἶναι”. δείξας δέ, πῶς χρὴ τὴν ἀνάλυσιν τῶν συλλογισμῶν ποιεῖσθαι, νῦν ὑπογράφει, τίνα δεῖ φυλάσσεσθαι ὡς δυνάμενα ἡμᾶς ἐξαπατᾶν πρὸς τὸ ἡγεῖσθαι τοὺς μὴ συλλογισμοὺς συλλογισμοὺς εἶναι· τοῦτο γὰρ εἰδότες φυλάσσεσθαι οὐ ματαιοπονήσομεν ὡς συλλογισμοὺς ἀναλύειν πειρώμενοι τοὺς μὴ συλλογισμούς. πρῶτον μὲν οὖν 〈οὐ〉 χρὴ πρὸς τὸ ἀναγκαίως ἕπεσθαι τοῖς κειμένοις τὸ ἐπιφερόμενον βλέποντας εὐθὺς ἡγεῖσθαι καὶ συλλογισμὸν εἶναι τὸν λόγον·2 ἀπάτη γὰρ γίνεται παρὰ τοῦτο. εἴρηται δὲ περὶ τούτου καὶ δέδεικται, ὅτι ἐπὶ πλέον τὸ ἀναγκαῖον τὸ ἐν λόγοις τοῦ ἐν συλλογισμοῖς. ἐνίοτε δὲ ἀπατώμεθα διὰ τὴν ὁμοιότητα τῆς τῶν ὅρων θέσεως· οὐδὲν γὰρ δοκεῖ διαφέρειν ἢ ἀδιορίστως θεῖναι τὴν πρότασιν ἢ καθόλου. διὸ καὶ προτείναντός τινος ἀδιόριστον πρότασιν συγχωροῦμεν ὡς οὐδὲν διάφορον οὖσαν τῆς καθόλου. τοιούτων δὲ ληφθεισῶν οὐ γίνεται συλλογισμός. καὶ τοῦτο καὶ διὰ παραδειγμάτων ἡμᾶς διδάσκει λαβὼν ἐπὶ μὲν τοῦ Α τὸ ἀεὶ εἶναι, ἐπὶ δὲ τοῦ Β διανοητὸν Ἀριστομένη, ἐπὶ δὲ τοῦ Γ Ἀριστομένη· οὓς λαβὼν ὅρους καὶ κατηγορήσας τὸ μὲν Α κατὰ τοῦ Β ἀδιορίστως, τὸ ἀεὶ εἶναι κατὰ τοῦ διανοητοῦ Ἀριστομένους, ἀληθὲς ὄν (διανοητὸς γὰρ Ἀριστομένης ἀεί, τοῦτ’ ἔστιν οἷόν τε ἀεὶ διανοεῖσθαί τινα Ἀριστομένη καὶ διανοεῖσθαί τινα περὶ Ἀριστομένους), τὸ δὲ Β κατὰ τοῦ Γ (καὶ γὰρ τοῦτο ἀληθὲς τὸ τὸν Ἀριστομένη, ὅπερ ἐστὶ τὸ Γ, διανοητὸν εἶναι Ἀριστομένη, ὃ ἦν τὸ Β), οὐκέτι φησὶν ἀληθὲς γίνεσθαι τὸ τὸ Α κατὰ τοῦ Γ, τὸ αἰεὶ εἶναι κατὰ Ἀριστομένους, ὅπερ ἐστὶ τὸ συνάγεσθαι δοκοῦν. οὐ γὰρ ἀεί ἐστιν Ἀριστομένης· φθαρτὸς γάρ. οὕτως δὲ δόξει διαβάλλεσθαι τοῦ πρώτου σχήματος ἡ πρώτη συμπλοκὴ καὶ ὁ πρῶτος συλλογισμός, εἴ γε ἀληθῶν οὐσῶν τῶν προτάσεων τὸ συμπέρασμα ψεῦδος. ἀλλὰ τούτου αἴτιον τὸ μὴ συλλογιστικῶς ληφθῆναι τὰς προτάσεις. ἀδιορίστως μὲν γὰρ λαμβανομένη ἡ Α πρότασις ἀληθὴς εἶναι δύναται ἡ λέγουσα διανοητὸν Ἀριστομένην ἀεὶ εἶναι, ἂν μέντοι καθόλου ληφθῇ καὶ γένηται ‘πᾶς ὁ διανοητὸς Ἀριστομένης ἀεί ἐστι’, ψευδής. ὁ γὰρ λέγων ‘πᾶς ὁ διανοητὸς Ἀριστομένης αἰεί ἐστιν’ οὐκέτι λαμβάνει πάντα τὸν διανοητὸν Ἀριστομένη ἀεὶ εἶναι διανοητόν, ἀλλ’ Ἀριστομένη, ᾧ ὑπάρχει διανοητῷ εἶναι, ἀεὶ εἶναι· ὃ ψεῦδος ὂν εἰ ἐσήμαινε καὶ ἡ ἀδιόριστος ἡ λέγουσα ‘διανοητὸς Ἀριστομένης ἀεί ἐστι’, ψευδὴς ἂν ἦν καὶ αὐτὴ τῷ μηδέ τινα Ἀριστομένη, ᾧ συμβέβηκε διανοητῷ εἶναι,3 δύνασθαι ἀεὶ εἶναι. νῦν δὲ ἄλλο μὲν ὑπ’ ἐκείνης τῆς ἀδιορίστου ἐσημαίνετο, ἄλλο δὲ τὸ σημαινόμενον καὶ ἀλλοῖον ἐγένετο τοῦ ‘πᾶς’ προστεθέντος. ἐπεὶ εἰ καὶ προστεθέντος τοῦ ‘πᾶς’ ταὐτὸ ἔτι ἐσημαίνετο, ἦν ἂν καὶ ἡ καθόλου ὁμοίως τῇ ἀδιορίστῳ ἀληθής· πᾶς γὰρ Ἀριστομένης ἀεὶ διανοητός ἐστι. διὸ οὐ ταὐτὸν τὸ νῦν εἰρημένον ὑπ’ αὐτοῦ τῷ πρὸ ὀλίγου, ὅτε ἔλεγε “πάλιν εἰ ἀνθρώπου ὄντος ἀνάγκη ζῷον εἶναι”. οὕτως δέ γε λαμβανομένη ἀνάγκη συλλογιστικὴ γίνεται, ἀλλ’ οὐκ ἀδιορίστως· δεῖ γὰρ ἐν τῷ πρώτῳ σχήματι τὴν μείζονα πρότασιν ἀεὶ καθόλου εἶναι. Χρῆται δὲ καὶ ἄλλῳ παραδείγματι πρὸς τὴν τοῦ αὐτοῦ ἀπόδειξιν.

“因此,正如此前所说,由于必然性的缘故,在推论方面常常发生受骗的情况。” 来到此处,有人可能会追问:若在其他论辩中也同样是“由于某些事物被设定,不同于所设定事物的某一事物必然发生”,那么此前作为推论定义而给出的表述如何还能是其定义呢?抑或是,正如上文所言,这些论辩缺少了“因这些设定存在”这一条件;因为在这些论辩中,必然性并非出自所设定的事物,而是由于那被省略的全称命题为真,一旦将此全称命题补足,该论辩自身便也成为推论。而完全假言的论辩将通过“被设定”而与推论相区别,因为它虽然同样拥有基于所设定事物的结论,却非由于“这些事物是如此”。在指明了应当如何对推论进行分析之后,他现在勾勒出应当防范哪些能够欺骗我们、使我们误将非推论当作推论的事物;因为只要知道防范这一点,我们便不至于因试图将非推论当作推论来分析而徒劳无功。因此首先,绝〈不〉应当一看到所推出的结论必然随从于所设定的事物,就立刻认为该论辩也是推论;因为欺骗正是由此产生的。关于这一点已经说明并证明过:论辩中的必然性比推论中的必然性范围更广。有时,我们也会因词项排列的相似性而受骗;因为将前提不定地设定还是全称地设定,似乎毫无区别。因此,即便是有人提出了不定前提,我们也将其视作与全称前提毫无差异而予以认可。但在提取了这类前提时,并不会产生推论。他也通过实例向我们说明了这一点:他将Α取为“永恒存在”,将Β取为“可思考的阿里斯托墨涅斯”,将Γ取为“阿里斯托墨涅斯”。在提取了这些词项后,他将Α不定地述及Β,即将“永恒存在”述及“可思考的阿里斯托墨涅斯”,这是真的(因为阿里斯托墨涅斯是永恒可思考的,即某人总是可能思考阿里斯托墨涅斯并思及阿里斯托墨涅斯);而将Β述及Γ(因为这也是真的:作为Γ的阿里斯托墨涅斯是作为Β的可思考的阿里斯托墨涅斯),但他指出,Α述及Γ,即“永恒存在”述及“阿里斯托墨涅斯”——这正是那看似被推导出来的结论——却不再成其为真。因为阿里斯托墨涅斯并非永恒存在;因为他是可毁灭的。这样一来,若在前提皆为真的情况下结论却是假的,第一格的第一种联结和第一种推论似乎就遭到了驳斥。但这其中的原因在于,前提并未以推论性的方式被提取。因为若不定地提取,主张“可思考的阿里斯托墨涅斯永恒存在”的Α前提可以是真,但若全称地提取而成为“每一个可思考的阿里斯托墨涅斯都永恒存在”,它则是假的。因为主张“每一个可思考的阿里斯托墨涅斯都永恒存在”的人,不再是认为每一个可思考的阿里斯托墨涅斯都永恒是可思考的,而是认为具备可思考之性质的阿里斯托墨涅斯永恒存在;由于这本身是假的,若主张“可思考的阿里斯托墨涅斯永恒存在”的不定前提也表示这一含义,那么由于哪怕任何一个偶然具备可思考性质的阿里斯托墨涅斯都绝不可能永恒存在,该不定前提自身本来也会是假的。但事实上,那条不定前提所表示的是一回事,而在添加了“每一个”之后,所表示的内容则变成了另一回事且性质完全不同。因为倘若在添加了“每一个”之后表示的仍是同一回事,那么全称前提就会像不定前提一样同样为真;因为每一个阿里斯托墨涅斯都总是可思考的。因此,他现在所说的话与不久前所说的“再次,若人在,必有动物在”并不是同一回事。以此种方式被提取的必然性才成为推论性的,但不定地〔被提取时则〕不然;因为在第一格中,大前提必须始终是全称的。为了证明同一论点,他还使用了另一个例子。

语法注3 条
  1. 2.242ὁ δὲ δι’ ὅλων ὑποθετικὸς ἀποκρίνοιτο ἂν τοῦ συλλογισμοῦ τῷ “τεθέντων”

    动词 ἀποκρίνοιτο 带有表示分离的属格 τοῦ συλλογισμοῦ,意为“与推论相区分/排除在推论之外”。与格短语 τῷ “τεθέντων”(“依据‘被设定’这一表述”)表示区分的标准。

  2. 2.242πρῶτον μὲν οὖν 〈οὐ〉 χρὴ πρὸς τὸ ἀναγκαίως ἕπεσθαι τοῖς κειμένοις τὸ ἐπιφερόμενον βλέποντας εὐθὺς ἡγεῖσθαι καὶ συλλογισμὸν εἶναι τὸν λόγον

    校勘补入的否定词 〈οὐ〉 修饰无人称动词 χρὴ,表示“绝不应当……”。宾格分词 βλέποντας 与不定式 ἡγεῖσθαι 的逻辑主语(即泛指的人们)保持一致。πρὸς ... βλέποντας 是表示“着眼于……”的介词短语。

  3. 2.242ψευδὴς ἂν ἦν καὶ αὐτὴ τῷ μηδέ τινα Ἀριστομένη, ᾧ συμβέβηκε διανοητῷ εἶναι, δύνασθαι ἀεὶ εἶναι

    在与过去事实相反的主句(ψευδὴς ἂν ἦν)之后,τῷ ... δύνασθαι 是表示原因的带冠词与格不定式(“由于……这一事实”)。带有否定词的宾格短语 μηδέ τινα Ἀριστομένη 充当不定式 δύνασθαι 的逻辑主语,关系从句 ᾧ συμβέβηκε διανοητῷ εἶναι 嵌入其中修饰该主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:350.9-351.24