- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:347.15-348.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德所举的假言例证(人、动物与实体)虽然得出必然结论,但因欠缺全称直言前提而并非推论,阐明了单纯的必然归结与推论之间的差别,并重申了从前提中分解命题与提取中项的方法。
" Πάλιν εἰ ἀνθρώπου ὄντος ἀνάγκη ζῷον εἶναι καὶ ζῴου οὐσίαν, ἀνθρώπου ἄρα ὄντος ἀνάγκη οὐσίαν εἶναι· 〈ἀλλ’ οὔπω συλλελόγισται·〉 οὐ γὰρ ἔχουσιν αἱ προτάσεις, ὡς εἴπομεν." Αἰτιᾶται καὶ τοῦτο τὸ παράδειγμα ὡς ἔχον μὲν ἐξ ἀνάγκης τοῖς κειμένοις ἑπόμενον, τῷ γε ἀνθρώπου ὄντος ζῷον εἶναι καὶ ζῴου ὄντος οὐσίαν εἶναι, τὸ ἀνθρώπου ὄντος οὐσίαν εἶναι, οὐ μὴν συλλογιστικῶς. οὐ γὰρ ἔχουσιν αἱ προτάσεις, ὡς εἴρηται δεῖν ἔχειν, εἰ μέλλοι συλλογισμὸς ἔσεσθαι· ἔστι δὲ τοῦτο τὸ δεῖν ἢ ἀμφοτέρας εἶναι τὰς προτάσεις καθόλου ἢ πάντως γε τὴν ἑτέραν. ἐνταῦθα δὲ οὐδεμία εἴληπται καθόλου. τῷ μέντοι τὴν καθόλου ἀληθῆ εἶναι τὴν παρειαμένην, ἧς τεθείσης συλλογισμὸς ἔσται, ἀληθὲς δοκεῖ τὸ τοῖς κειμένοις ἕπεσθαι δοκοῦν. ἔστι δὲ ἡ καθόλου πρότασις ‘πᾶν τὸ ἑπόμενόν τινι ἕπεται καὶ ᾧ ἐκεῖνο ἕπεται’. ἐν δὲ τῷ ‘εἰ ἀνθρώπου ὄντος ζῷόν ἐστι καὶ ζῴου ὄντος οὐσία’ τῷ μὲν ζῴῳ ἕπεται ἡ οὐσία, τῷ δ’ ἀνθρώπῳ ἕπεται τὸ ζῷον· καὶ τῷ ἀνθρώπῳ ἄρα ἕπεται ἡ οὐσία. ἢ καὶ οὕτως· ἐν οἷς τρισὶν οὖσιν ἕπεται τῷ πρώτῳ τὸ δεύτερον καὶ τῷ δευτέρῳ τὸ τρίτον, ἐν τούτοις ἀκολουθεῖ καὶ τῷ πρώτῳ τὸ τρίτον· ἐν δὲ τῷ ἀνθρώπῳ καὶ τῷ ζῴῳ καὶ τῇ οὐσίᾳ τρισὶν οὖσιν ἀκολουθεῖ τῷ μὲν ἀνθρώπῳ τὸ ζῷον τῷ δὲ ζῴῳ ἡ οὐσία· ἐν τούτοις ἄρα ἀκολουθήσει καὶ τῷ ἀνθρώπῳ ἡ οὐσία. ληφθέντος γὰρ τοῦ καθόλου, οὗ προειρήκαμεν, καὶ προσληφθέντος αὐτῷ τοῦ ‘ἀνθρώπου δὲ ὄντος ζῷόν ἐστι καὶ ζῴου οὐσία’ συνάγεται συλλογιστικῶς τὸ καὶ ἐν τούτοις ἀνθρώπου ὄντος οὐσίαν εἶναι. ὅτι γὰρ οὐ παρὰ τὴν κειμένην ἀκολουθίαν τὸ συμπέρασμα ἀλλὰ παρὰ τὸ τὴν καθόλου ἀληθῆ εἶναι πρότασιν,1 ἣν προσειλήφαμεν, δῆλον ἂν γένοιτο, εἰ ἄλλην τινὰ ἀκολουθίαν προχειρισαίμεθα ἀληθῆ μὲν 〈καὶ〉 αὐτὴν οὐκέτι δὲ ὑπό τι ἀληθὲς καθόλου τεταγμένην, οἵα ἐστὶν ἡ τοιαύτη ‘τὸ Α τοῦ Β πήχει ὑπερέχει, καὶ τὸ Β τοῦ Γ πήχει ὑπερέχει’. οὐκέτι γὰρ καὶ τὸ Α τοῦ Γ πήχει ὑπερέξει· ψεῦδος γὰρ τοῦτο. ἡ δ’ αἰτία τούτου, ὅτι καὶ ἡ καθόλου ψευδὴς ἡ λέγουσα ‘εἴ τί τινος ὑπερέχει μέτρῳ τινὶ κἀκεῖνο ἄλλου τῷ αὐτῷ, καὶ τὸ πρῶτον τοῦ τρίτου τῷ αὐτῷ ὑπερέξει’. δῆλος δέ ἐστι διὰ τούτων καὶ τὸν διὰ τριῶν λεγόμενον λόγον ἐξ ἀνάγκης μὲν λέγων ἔχειν τὸ ἑπόμενον τὸ τοῦ πρώτου ὄντος τὸ τρίτον εἶναι, οὐ μὴν συλλογιστικῶς, οὐδ’ εἶναι τὸν διὰ τριῶν λόγον συλλογισμὸν οὐδὲ ὅλως τὸν δι’ ὅλων ὑποθετικὸν λεγόμενον. διὸ καὶ μᾶλλον δύναται ἐπὶ τοῦ παραδείγματος τοῦ πάλιν εἰ ἀνθρώπου ὄντος ἀνάγκη ζῷον εἶναι εἰρηκέναι τὸ ἀλλ’ οὔπω συλλελόγισται· οὐ γὰρ ἔχουσιν αἱ προτάσεις, ὡς εἴπομεν, ὅτι μὴ δεικτικῶς μηδὲ καθόλου ἐλήφθησαν. ἔσται γὰρ συλλογισμός, ἂν οὕτω ληφθῶσι ‘πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον οὐσία’. ἐκείνως δὲ ληφθέντων ἀναγκαῖον μὲν τὸ συμβαῖνον οὐ μὴν συλλογιστικῶς, ἐπεὶ πᾶς συλλογισμὸς κεῖται ὑπάρχειν ἢ μὴ ὑπάρχειν δεικνύναι. δυνατὸν πάλιν τὸ εἰ ἀνθρώπου ὄντος ἀνάγκη ζῷον εἶναι καὶ ζῴου οὐσίαν αἰτιᾶσθαι ὡς μὴ συλλογιστικῶς συνάγον, ὅτι ἀδιόριστοι αἱ προτάσεις, ἥ τε ‘ὁ ἄνθρωπος ζῷον’ καὶ ἡ ‘τὸ ζῷον οὐσία’. λέγει μέντοι περὶ τούτου ἐν τοῖς ἑξῆς φανερώτερον. Φανερῶς δὲ καὶ τὴν διαφορὰν τοῦ ἀναγκαίου καὶ τοῦ συλλογισμοῦ δηλοῖ, δι’ ὧν ἐπενήνοχεν. ὧν δὲ χάριν ταῦτα παρέθετο, ἃ εἶπεν, ἔστι τὸ ὥστε οὐκ εἴ τι συμβαίνει τεθέντων τινῶν, πειρατέον ἀνάγειν εὐθύς· ὅταν γὰρ συλλογιστικῶς συμβαίνῃ τι, τότε δεῖ ἀνάγειν τὸν λόγον εἴς τι τῶν σχημάτων ὡς ὄντα συλλογισμόν, ἀλλ’ οὐχ ὅταν ἁπλῶς ἐξ ἀνάγκης συμβαίνῃ τι. εἰ δὲ οὕτως ταῦτα λέγοιτο, εἴη ἂν καὶ ἐν τῷ τοῦ συλλογισμοῦ ὅρῳ τὸ “τεθέντων” ἐπὶ τοῦ ‘κατηγορικῶς ληφθέντων’ εἰρημένον ἴσον τῷ ‘εἶναι ἢ μὴ εἶναι ληφθέντων’ ἀλλ’ οὐχ ‘ὑποτεθέντων’,2 ἐπεὶ μὴ συλλογιστικῶς τοῖς ὑποτεθεῖσι τὸ ἀναγκαίως ἑπόμενον ἕπεται. εἰπὼν δὲ διὰ μέσου ταῦτα ἐπανῆλθεν ἐπὶ τὸ προειρημένον τὸ ὅτι πρῶτον ληπτέον τὰς δύο προτάσεις (ῥᾷον γάρ, ὡς εἶπεν, εἰς τὰ μεγάλα καὶ συγκείμενα διελεῖν), εἶτα οὕτως ἐκ τῶν προτάσεων τοὺς ὅρους ἐκληπτέον καὶ μέσον τῶν ὅρων θετέον τὸν ἐν ἀμφοτέραις ὄντα ταῖς προτάσεσιν. ὁ γὰρ δὶς λαμβανόμενος καὶ ἑκατέρῳ συντεθειμένος τῶν ἄκρων ἐν πᾶσι τοῖς σχήμασιν ὁ αὐτός ἐστιν ὁ μέσος ὅρος· τοιοῦτος γὰρ ὁ μέσος ἐν τοῖς τρισὶ σχήμασιν.
“再者,如果人存在必然有动物存在,且动物存在必然有实体存在,那么人存在必然有实体存在;〈但这尚未构成推论;〉因为前提并不具备我们所说的那种形态。” 他也批评了这一例证,因为虽然确实具有必然伴随设定前提——即人存在则有动物存在,且动物存在则有实体存在——而来的“人存在则有实体存在”,但这绝非循着推论而来。因为前提并不具备若要构成推论据称应当具备的形态;而这一应当具备的形态,就是两条前提或者皆为全称,或者至少有一条为全称。但在这里,没有一条前提是作为全称被提取的。然而,由于被遗漏的全称命题——一旦设定它推论即告成立——为真,那看似伴随设定前提而来的命题便显得为真。而该全称命题是:“凡伴随某物者,亦伴随该物所伴随者。”而在“如果人存在则有动物存在,且动物存在则有实体存在”中,实体伴随动物,动物伴随人;因此实体也伴随人。或者也可以这样表述:“在有三者存在且第二者伴随第一者、第三者伴随第二者之处,在这些情况下第三者亦随顺第一者;而对于人、动物和实体这三者而言,动物随顺人,实体随顺动物;因此在这些情况下实体亦将随顺人。”因为一旦提取了我们先前所说的全称命题,并且将“人存在则有动物存在,且动物存在则有实体”补充提取于其中,便能以推论方式得出在这些情况下人存在亦有实体存在这一结论。因为结论并非归因于已设定的后承关系,而是归因于我们补充提取的全称命题为真,这一点如果在我们提出另一条本身虽真、却不再从属于某一真实全称命题的后承关系时,就会变得显而易见,例如这样的后承关系:“A比B长一肘,且B比C长一肘。”因为A绝不会再比C长一肘;因为这是假的。而其原因在于,声称“若某物以某一量度超过某物,且彼物亦以同一量度超过另一物,则第一者亦将以同一量度超过第三者”的全称命题也是假的。通过这些,他显然是在说明,所谓“通过三项”的论辩虽然必然具有其后承命题——即第一者存在则第三者存在——但绝非以推论方式具有,且“通过三项”的论辩不是推论,所谓“完全假言”的论辩在总体上也绝非推论。因此,对于“再者,如果人存在必然有动物存在”这一例证,他更有理由说“但这尚未构成推论;因为前提并不具备我们所说的那种形态”,因为它们既非直言地亦非全称地被提取。因为若它们这样被提取,就会成为推论:“所有人皆是动物,所有动物皆是实体。”但若依前一种方式提取,所产生的结果固然是必然的,却并非循着推论而来,因为所有推论的设定都在于表明[述项]属于或不属于[主项]。再者,对于“如果人存在必然有动物存在,且动物存在必然有实体存在”,也可以批评它之所以未能以推论方式推导,乃是因为前提是不定的,即“人是动物”和“动物是实体”都是不定命题。不过,关于这一点他在接下来的部分中有更明确的说明。而且通过他所补充的内容,他清楚地表明了必然之物与推论的区别。他之所以引出他所说的这些话,其目的在于:“因此,并非只要设定了某些东西而有某事随之产生,就应当立刻尝试将其还原”;因为当某事以推论方式产生时,那时才应当将该论辩作为推论还原到某一格中,而当某事仅仅是必然地产生时则不应当如此。如果这些话是这样讲的,那么在推论的定义中,“设定某些东西时”也是在“直言地提取时”的意义上说的,等同于“作为存在或不存在而被提取时”,而不是“被假定时”,因为必然伴随而来的事物并非以推论方式伴随被假定的事物。在顺带说了这些之后,他返回到了先前所讲的内容:即首先应当提取两条前提(因为正如他所说,划分成大的、复合的部分更容易),然后应当这样从前提中抽取出词项,并将同时存在于两条前提中的词项设定为词项中的中项。因为在所有的格中,被提取了两次且与两个端项各自相结合的词项,都是同一个中项;因为在三个格中中项皆是如此的。
- 2.239οὐ παρὰ τὴν κειμένην ἀκολουθίαν τὸ συμπέρασμα ἀλλὰ παρὰ τὸ τὴν καθόλου ἀληθῆ εἶναι πρότασιν
介词 παρά 接宾格在此表示原因或理由(“由于……”、“归因于……”)。通过对照结构 οὐ παρὰ ... ἀλλὰ παρὰ ...,指明结论的真理性并非源于表面设定的后承关系,而是归因于背后补充的真实全称命题。
- 2.239ἐν τῷ τοῦ συλλογισμοῦ ὅρῳ τὸ “τεθέντων” ἐπὶ τοῦ ‘κατηγορικῶς ληφθέντων’ εἰρημένον ἴσον τῷ ‘εἶναι ἢ μὴ εἶναι ληφθέντων’ ἀλλ’ οὐχ ‘ὑποτεθέντων’
对亚里士多德推论定义中“当设定某些东西时(τεθέντων τινῶν)”的分词 τεθέντων 的句法与语义学解释。ἐπί 接属格表示“在……的意义上”,说明该词是指“以直言方式(肯定或否定地)提取”,而非单纯的“假设设立(ὑποτεθέντων)”。
