- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:346.7-347.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解《前分析篇》47a22,分别阐述了容易看出缺陷的论辩(如伊壁鸠鲁和巴门尼德得出错误结论的论辩)和不易察觉的论辩(关于实体与部分的论证),并展示了如何通过换位、代换和补充所缺前提将后者还原为第一格的正规推论。
" Ἐνίων μὲν οὖν ῥᾴδιον ἰδεῖν τὸ ἐνδεές, ἔνιοι δὲ λανθάνουσι καὶ δοκοῦσι συλλελογίσθαι διὰ τὸ ἀναγκαῖόν τι συμβαίνειν ἐκ τῶν κειμένων." Ἐπ’ ἐνίων φησὶ λέγων οὐ χαλεπὸν τὸ συνιδεῖν, τί ἐνδεῖ πρὸς τὸ πλήρη τὸν συλλογισμὸν γίνεσθαι, καὶ τί περιττὸν εἴληπται, ὡς ἐφ’ ὧν προειρήκαμεν λόγων· δῆλον γὰρ ἐν τούτοις τὸ παρειάμενον. ἀλλὰ καὶ ἐφ’ ὧν ἄλλο τι συμπέρασμα ἐπενήνεκται καὶ οὐ τὸ ἐκ τῶν κειμένων συναγόμενον, ὡς ἔχει ἐπὶ τοῦ ὑπὸ τοῦ Ἐπικούρου λόγου ἠρωτημένου τοῦ ‘ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς·1 τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ, τὸ δ’ ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς’. ἀλλ’ οὐ τοῦτο τὸ συναγόμενον, ἀλλ’ ὅτι τὸ διαλυθὲν οὐδὲν πρὸς ἡμᾶς, ἐν πρώτῳ σχήματι. ὁμοίως καὶ ἐπὶ τοῦ Παρμενίδου λόγου συνάγοντος, ὅτι ἓν τὸ ὄν, ἐκ τῶν ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν’· καὶ γὰρ ἐνταῦθα τὸ συναγόμενον φανερόν ἐστι· συνάγεται γὰρ ἐκ τῶν κειμένων τὸ παρὰ τὸ ὂν μηδὲν εἶναι ἐν πρώτῳ σχήματι, ἀλλ’ οὐ τὸ ‘ἓν ἄρα τὸ ὄν’, ὡς ἐκεῖνος οἴεται. δεῖ γὰρ καθόλου τὸ συμπέρασμα ἐκ τῶν ἄκρων τῶν εἰλημμένων ἐν ταῖς προτάσεσι ταῖς δύο συγκεῖσθαι. ἄκροι δέ εἰσιν ἐν ταῖς προτάσεσιν οἱ ἀνὰ ἅπαξ εἰλημμένοι ἐν τῇ θέσει τῶν προτάσεων· ὁ γὰρ ἐν ἀμφοτέραις κείμενος ταῖς προτάσεσι καὶ ἑκατέρῳ τῶν ἄκρων συναπτόμενος ὁ μέσος ἐστίν. ἐπ’ ἐνίων μὲν οὖν, ὡς ἔφην, ῥᾷον τὸ φωρᾶσαι τὴν κατὰ τοὺς λόγους ἁμαρτίαν· ἐπ’ ἐνίων δὲ οὐ ῥᾴδιον συνιδεῖν, ἀλλὰ δοκοῦσι συλλογισμοὶ εἶναι, οὐκ ὄντες, διὰ τὸ τοῖς κειμένοις ἕπεσθαι τὸ ἐπιφερόμενον ἐξ ἀνάγκης, ὡς ἐφ’ ὧν γε ἡμεῖς εἰρήκαμεν δῆλόν ἐστιν καὶ ἐφ’ οὗ αὐτὸς παρατίθεται παραδείγματος τοῦ μὴ οὐσίας ἀναιρουμένης μὴ ἀναιρεῖσθαι οὐσίαν, ἐξ ὧν δέ ἐστί τι, ἀναιρουμένων2 καὶ τὸ ἐκ τούτων φθείρεσθαι. ἐκ γὰρ τούτων ἀναγκαῖον μὲν τὸ οὐσίας μέρος εἶναι οὐσίαν, οὐ μὴν συλλογιστικῶς δέδεικται, ἀλλ’ ἐλλείπουσί τινες προτάσεις πρὸς τὸ γενέσθαι συλλογισμόν, τοῦτ’ ἔστιν οὐχ ἃ ἔδει ληφθῆναι κεῖνται, ἀλλ’ αἱ μὲν ἰσοδυναμοῦσι ταῖς, ἐξ ὧν ἂν δειχθείη τι συλλογιστικῶς, τὸ δέ τι παρείαται. ἂν δὴ εἰς ἐκείνας μεταληφθῶσιν αὗται αἱ κείμεναι καὶ προσληφθῇ τὸ λεῖπον, συλλογισμὸς ἔσται. τῇ μὲν γὰρ ‘οὐσίας μὴ ἀναιρουμένης οὐκ ἀναιρεῖται οὐσία’ ἴσον δύναται ἡ ἀντιστρέφουσα αὐτῇ ἡ λέγουσα ‘οὐσία ὑπὸ οὐσίας ἀναιρεῖται’, ᾗ ἴσον δύναται ἡ λέγουσα ‘τὸ συναναιροῦν οὐσίαν οὐσία ἐστίν’· οὗ γὰρ ἀναιρουμένου ἀναιρεῖται οὐσία, ἐκεῖνο οὐσία ἐστίν. πάλιν δ’ αὖ τῇ λεγούσῃ ἐξ ὧν δέ ἐστιν, ἀναιρουμένων καὶ τὸ ἐκ τούτων φθείρεται προσληπτέον ὡς λεῖπον τὸ ‘ἐκ δὲ τῶν μερῶν τὸ ὅλον’· ἔσται γὰρ ἀληθὲς καὶ τὸ τῶν μερῶν ἀναιρουμένων τὸ ὅλον φθείρεσθαι, ᾧ ἕπεται τὸ καὶ τῶν τῆς οὐσίας μερῶν ἀναιρουμένων καὶ τὴν ἐξ αὐτῶν φθείρεσθαι, ᾧ ἴσον τὸ τὰ μέρη τῆς οὐσίας τὴν οὐσίαν συναναιροῦντα οὐσίαν εἶναι, ὃ μεταληφθὲν ἐξ ἐκείνων κεῖται.3 γίνονται οὖν προτάσεις ‘τὰ μέρη τῆς οὐσίας συναναιρεῖ οὐσίαν, τὰ συναναιροῦντα οὐσίαν οὐσία’· ἐκ τούτων συνάγεται συμπέρασμα τὸ ‘τὰ μέρη ἄρα τῆς οὐσίας οὐσία’ ἐν πρώτῳ σχήματι. ἄλλαι τε οὖν ἀντ’ ἄλλων προτάσεις ἐλήφθησαν ἐν τῷ λόγῳ καὶ παρειάθησαν.
“因此,对于某些论辩而言,看出所欠缺之处是容易的,但某些论辩则不易察觉,且由于从所设定的命题中必然得出某种结论,因而看似构成了推论。” 他说,在某些情况下,看清推论为了变得完全还欠缺什么,以及多余地提取了什么,并非难事,正如我们先前讨论过的那些论辩一样;因为在这些论辩中被遗漏的部分是显而易见的。然而,在那些得出了别的结论而非从所设前提推导出的结论的论辩中,情况也是如此,正如伊壁鸠鲁所提出的论辩那样:“死亡与我们无涉;因为消解之物已无感觉,而无感觉之物与我们无涉。”但推导出的并不是这一结论,而是在第一格中推导出消解之物与我们无涉。巴门尼德从“在存在者之外的是非存在,非存在为无”推导“存在者为一”的论辩也是如此;因为在这里推导出的结论同样是明显的:从所设前提在第一格中推导出的是在存在者之外的乃是无,而不是如他所认为的“因此存在者为一”。因为普遍而言,结论必须由在两条前提中提取的端项构成。而前提中的端项,乃是在前提设定中各被提取了一次的那些项;因为在两条前提中皆被设定且与两个端项各自相联结的项乃是中项。因此,正如我所说,在某些情况下发现论辩中的错误较为容易;但在另一些情况下却不易看清,它们虽非推论却看似推论,这是由于后承命题必然伴随所设定的前提而来,正如在我们提到的那些情况下是清楚的,在他自己所举的例子中也是清楚的,该例为:“当实体不被消除时,实体便不被消除;但当某物由之构成的东西被消除时,由这些东西构成之物也被毁灭。”因为从这些前提中,实体的部分是实体这一结论固然是必然的,却未曾以推论方式得到证明;相反,为了构成推论还缺少若干前提,也就是说,应当被提取的前提未被设定,而有些前提虽与能够由此按推论证明某事的那些前提具有同等效力,但某物却被遗漏了。因此,如果这些已设定的前提被转换为那些前提,且欠缺之物被补充提取,那么推论便会成立。因为对于“实体不被消除时实体便不被消除”而言,与其相换位的“实体被实体所消除”具有同等效力,而声称“一并消除实体者是实体”的命题与后者效力相等;因为凡因其被消除而使实体也被消除者,那便是实体。再者,对于声称“某物由之构成的东西被消除时,由这些东西构成之物也被毁灭”的命题,必须补充提取作为欠缺的前提“全体由部分构成”;因为“部分被消除时全体被毁灭”也将为真,随之而来的则是“实体的部分被消除时,由它们构成的实体也被毁灭”,与之等价的则是“实体的部分一并消除实体,因而是实体”,这一命题是从那些前提转换而设定的。于是就产生了两条前提:“实体的部分一并消除实体;凡一并消除实体者皆为实体”;从这些前提中,在第一格中推导出的结论是“因此实体的部分是实体”。因此,在这段论辩中,既提取了替代其他前提的前提,又遗漏了前提。
- 2.238ὡς ἔχει ἐπὶ τοῦ ὑπὸ τοῦ Ἐπικούρου λόγου ἠρωτημένου τοῦ ‘ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς
在介词短语 ἐπὶ τοῦ... λόγου ἠρωτημένου 中,属格分词 ἠρωτημένου 修饰名词 λόγου,其后的冠词 τοῦ 则将所引用的整段论辩名物化,作为属格同位语连接。
- 2.238ὧν δέ ἐστί τι, ἀναιρουμένων
关系代词 ὧν 与分词 ἀναιρουμένων 构成包含先行词的独立属格结构,起条件状语作用,意为“当某物由之构成的事物被消除时”。
- 2.238ὃ μεταληφθὲν ἐξ ἐκείνων κεῖται
关系代名词 ὃ 指代前面的命题内容(实体的部分一并消除实体),被动分词 μεταληφθὲν 与动词 κεῖται 结合,意为“从那些前提转换而来而被设定”。
