- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:345.3-346.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大举出全称前提若为假则结论不能成立的例子(同父异母或同母异父的兄弟),并证明斯多亚派所谓“无方法地得出结论的论辩”同样源于遗漏全称前提和分割小前提,因而在本质上不同于定言推论。
ὅτι γὰρ διὰ τὴν καθόλου πρότασιν τὴν προστεθειμένην ὁ συλλογισμός, δῆλον ἐκ τοῦ ἂν μὴ τὸ καθόλου ἀληθὲς ᾖ, μηκέτ’ ἀληθὲς γίνεσθαι τὸ ἐπὶ τοῖς οὕτως ληφθεῖσι συμπέρασμα· οὐ γὰρ ἔτι ἀληθὲς γίνεται, ἂν λάβωμεν ‘ὁ A τοῦ B ἀδελφός ἐστιν, ὁ B τοῦ Γ ἀδελφός’, τὸ καὶ τὸν A τοῦ Γ ἐξ ἀνάγκης ἀδελφὸν εἶναι τῷ μὴ εἶναι τὴν καθόλου πρότασιν ἀληθῆ τὴν ὅτι οἱ τῷ αὐτῷ ἀδελφοὶ καὶ ἀλλήλοις εἰσὶν ἀδελφοί. ὁ γὰρ παῖδα ἔχων καὶ ἀγαγόμενος ἄλλην γυναῖκα παῖδα καὶ αὐτὴν ἔχουσαν ἂν σχῇ ἐξ αὐτῆς παῖδα, ἑκατέρου μὲν τῶν προυπαρχόντων αὐτοῖς παιδίων ἀδελφὸς ἔσται τοῦτο, οὐ μὴν διὰ τοῦτο καὶ ἀλλήλων ἀδελφοὶ οἱ προυπάρχοντες. Τοιοῦτοί εἰσι καὶ οὓς λέγουσιν οἱ νεώτεροι ἀμεθόδως περαίνοντας. οὓς ὅτι μὲν μὴ λέγουσι1 συλλογιστικῶς συνάγειν, ὑγιῶς λέγουσι· πολλοὶ γὰρ αὐτῶν εἰσι τοιοῦτοι. ὅτι δὲ ἡγοῦνται ὁμοίους αὐτοὺς εἶναι τοῖς κατηγορικοῖς συλλογισμοῖς, περὶ ὧν ἡ παροῦσα πραγματεία, οὕτως λαμβανομένους, ὡς τιθέασιν αὐτούς, τοῦ παντὸς διαμαρτάνουσιν· εἰ γὰρ ἦσαν τούτοις ὅμοιοι, εἶχον ἂν καὶ τὸ εἶναι συλλογισμοί. νῦν δὲ οἱ μὲν πολλοὶ τῶν τοιούτων λόγων ἐκ πάντων ἐπὶ μέρους εἰσίν· ἡμεῖς δὲ ἐδείξαμεν μηδένα τῶν κατηγορικῶν συλλογισμῶν γινόμενον χωρὶς καθόλου προτάσεως. εἰ γὰρ ἐγίνετό τι κατὰ συλλογισμὸν συμπέρασμα ἐπὶ δύο προτάσεσιν ἐν μέρει, ἔδει ἐπὶ πάσης ὕλης τὸ ὅμοιον γίνεσθαι συμπέρασμα· διὸ καὶ οὗτοι οὐκ ὄντες καθ’ αὑτοὺς συλλογιστικοὶ προστεθείσης αὐτοῖς τῆς καθόλου προτάσεως, ὡς εἰρήκαμεν, γίνονται συλλογισμοί. ἡ γὰρ αἰτία τοῦ τοὺς λεγομένους ἀμεθόδως περαίνειν ἔχειν ἐξ ἀνάγκης τοῖς κειμένοις ἑπόμενον τὸ δοκοῦν συνάγεσθαι παρὰ τὸ καὶ ἐν τούτοις ἀληθῆ εἶναι τὴν καθόλου πρότασιν2 ὄντων τοιούτων τῶν λαμβανομένων, ἣν παραλείπουσιν· διαιροῦσι δὲ τὴν ἐλάττονα εἰς δύο προτάσεις. τοιοῦτοι γάρ εἰσιν οἱ τοιοίδε· λέγει Δίων, ὅτι ἡμέρα ἐστίν· ἀλλὰ καὶ ἀληθεύει Δίων· ἡμέρα ἄρα ἐστίν. πάλιν λέγει Δίων, ὅτι ἡμέρα ἐστίν· ἀλλὰ καὶ ἡμέρα ἐστίν· ἀληθεύει ἄρα Δίων. προσληφθέντι μὲν γὰρ τῷ εἶναι τοῦτο, ὃ λέγει τις, ἕπεται τὸ ἀληθεύειν αὐτόν, εἰ δὲ ἀληθεύειν προσληφθείη, ἕπεται τὸ εἶναι τοῦτο, ὃ λέγει εἶναι. ἐν ἑκατέρῳ γὰρ τῶν λόγων παρειάθησαν καθόλου προτάσεις ἀληθεῖς οὖσαι, ἐν τῷ μὲν τὸ ‘πᾶν, ὃ λέγων τις ἀληθεύει, ἐκεῖνο ἔστιν· ἀληθεύει δὲ Δίων λέγων, ὅτι ἡμέρα ἐστίν’, ὃ διῄρηται εἴς τε τὸ ‘λέγει Δίων, ὅτι ἡμέρα ἐστίν’ καὶ τὸ ‘ἀλλὰ καὶ ἀληθεύει Δίων’, ἐφ’ οἷς συμπέρασμα κατὰ συλλογισμὸν τὸ ‘ἡμέρα ἄρα ἐστίν, ὃ λέγει Δίων’· ἐν δὲ τῷ ἑτέρῳ ἡ μὲν παρειμένη πρότασις οὖσα καθόλου ἐστὶν ὅτι ὁ τὸ ὂν λέγων, ὅτι ἐστίν, ἀληθεύει· διῄρηται δὲ ἡ ‘Δίων δὲ ἡμέρας οὔσης λέγει, ὅτι ἡμέρα ἐστίν’· αὕτη γὰρ διῄρηται εἴς τε τὴν ‘λέγει Δίων, ὅτι ἡμέρα ἐστί’ καὶ τὴν ‘καὶ ἡμέρα ἐστίν’. συμπέρασμα γὰρ συλλογιστικῶς, οὐκέτ’ ἀμεθόδως οὕτως ληφθεισῶν τῶν προτάσεων τὸ ‘Δίων ἀληθεύει’. ὅσον δὴ οἱ οὕτως λαμβανόμενοι τῶν ἐκείνως διαφέρουσι, τοσοῦτον καὶ οἱ κατηγορικοὶ συλλογισμοὶ τῶν λεγομένων ἀμεθόδως περαίνειν.
因为推论之所以成立是由于所补充的全称前提,这一点从下述事实便可明了:如果该全称命题不真,基于如此提取的前提所作出的结论也就不再为真。事实上,如果我们提取“A是B的兄弟,B是C的兄弟”,那么由于声称“与同一个人为兄弟者彼此也是兄弟”的全称前提不真,A必然也是C的兄弟这一点便不再为真。因为如果一个已有孩子的男子娶了另一个自己也有孩子的女子,并与她生了一个孩子,那么这个孩子将是他们原先各自已有的孩子的兄弟,但原先已有的孩子们并不能因此就彼此也是兄弟。较后起的学者们所谓无方法地得出结论的那些论辩,也正是这一类的。他们说这些论辩并不是按推论方式推导的,这话是说得正确的;因为它们当中的许多确实如此。但是,他们认为按照他们提出这些论辩时的提取方式,它们与本篇著作所探讨的定言推论相类似,这便大错特错了;因为如果它们与这些推论类似,它们也就应当具有作为推论的资格。然而实际上,这类论辩多半完全由特称前提构成;而我们已经证明过,没有任何定言推论能够在没有全称前提的情况下成立。因为如果基于两条特称前提就能按照推论得出某种结论,那么在任何质料上都应当得出同样的结论;因此,正如我们所说,这些论辩本身虽然不是推论性的,但在补充了全称前提之后,便成了推论。因为所谓无方法地得出结论的论辩之所以具有必然随所设定的命题而来的看似被推导出的结论,其原因在于:当所提取的事实属于此类时,他们所省略的全称前提在这些情况下也是真实的;而他们把小前提分割成了两条前提。因为如下这类论辩就是如此:“狄翁说现在是白天;但狄翁说的是真话;因此现在是白天。”又如:“狄翁说现在是白天;但现在确实是白天;因此狄翁说的是真话。”因为当补充提取了某人所说的事实确实存在时,他说了真话便随之得出;而如果补充提取了他说了真话,那么他说存在的那个事实确实存在便随之得出。因为在两组论辩中都漏掉了真实的全称前提:在前一组中,是“凡某人在陈述时说了真话的事情,那件事确实存在;但狄翁在说现在是白天时说了真话”,后者被分割为“狄翁说现在是白天”和“但狄翁也说了真话”,基于这些前提按推论得出的结论是“因此现在是白天,这是狄翁所说的”;而在另一组中,被遗漏的前提作为全称前提则是“凡说存在者存在的人,都说了真话”;而被分割的前提则是“但狄翁在白天时说现在是白天”;因为这一前提被分割为“狄翁说现在是白天”和“且现在是白天”。因为当前提以这种方式被提取时,按推论方式而非再无方法地得出的结论乃是“狄翁说了真话”。因此,以这种方式提取的论辩与以那种方式提取的论辩相差有多大,定言推论与所谓无方法地得出结论的论辩之间的差别也就有多大。
- 2.237οὓς ὅτι μὲν μὴ λέγουσι συλλογιστικῶς συνάγειν, ὑγιῶς λέγουσι
关系代词 οὓς 承接前句的 οὓς λέγουσιν οἱ νεώτεροι ἀμεθόδως περαίνοντας,并在先取构词(prolepsis)中充当 ὅτι 引导的从属句内部不定词 συνάγειν 的逻辑主语(即“它们并不按推论方式推导”)。主句动词 ὑγιῶς λέγουσι 的主语则是“后起的学者们”。
- 2.237ἡ γὰρ αἰτία τοῦ τοὺς λεγομένους ἀμεθόδως περαίνειν ἔχειν ἐξ ἀνάγκης τοῖς κειμένοις ἑπόμενον τὸ δοκοῦν συνάγεσθαι παρὰ τὸ καὶ ἐν τούτοις ἀληθῆ εἶναι τὴν καθόλου πρότασιν
句子的核心骨架是一个嵌套结构:ἡ αἰτία τοῦ [ἔχειν A B] [ἐστι] παρὰ τὸ C。在定冠词属格名词化不定词短语 τοῦ ... ἔχειν 内部,其逻辑主语是宾格的 τοὺς λεγομένους ἀμεθόδως περαίνειν(所谓无方法得出结论的论辩),直接宾语是 τὸ δοκοῦν συνάγεσθαι,ἑπόμενον 作宾语补足语。表语则是表示原因的介词短语 παρὰ τὸ ... εἶναι(由于……事实),系词 ἐστί 被省略。
