- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:344.7-345.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德47a22,阐明“必然性”的外延广于“推论”,仅凭命题间具有必然归结并不构成三段论,并通过相等关系、大小传递、亲属关系以及质料特异性等例证加以论述。
" Ἔνιοι δὲ λανθάνουσι καὶ δοκοῦσι συλλογίζεσθαι διὰ τὸ ἀναγκαῖόν τι συμβαίνειν ἐκ τῶν κειμένων." Ὅτι μὴ ἁπλῶς χρὴ βλέπειν πρὸς τὸ συμπέρασμα καί, εἰ τοῖς κειμένοις ἀναγκαίως τι ἕπεται, ἡγεῖσθαι συλλογισμὸν εἶναι, σαφῶς ἡμᾶς διὰ τούτων ἐφίστησιν.1 οὐ γὰρ εἰ ὁ συλλογισμὸς ἐξ ἀνάγκης δείκνυσί τι, ἤδη καὶ ἔνθα ἄν ᾖ ἐξ ἀνάγκης τι δεικνύμενον τῷ τοῖς κειμένοις ἕπεσθαι, τοῦτο συλλογισμός ἐστιν· ἐπὶ πλέον γὰρ τὸ ἀναγκαῖον τοῦ συλλογισμοῦ. διὸ οὐχί, εἰ ἕπεται ἐξ ἀνάγκης ληφθέντι τῷ τὸ Α τῷ Β ἴσον εἶναι καὶ τὸ Γ τῷ Β τὸ καὶ τὸ Α τῷ Γ ἴσον εἶναι, ἤδη καὶ συλλογισμὸς τοῦτο.2 ἔσται δὲ συλλογιστικῶς [τὸ] συναγόμενον, ἂν προσλαβόντες καθόλου πρότασιν τὴν λέγουσαν “τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα” τὰ εἰλημμένα ὡς δύο προτάσεις εἰς μίαν συστείλωμεν πρότασιν, ἣ ἴσον ταῖς δύο δύναται· ἔστι δὲ αὕτη ‘τὸ δὲ Α καὶ Γ τῷ αὐτῷ (τῷ γὰρ Β) ἴσον’· συνάγεται γὰρ κατὰ συλλογισμὸν οὕτως τὸ Α καὶ τὸ Γ ἀλλήλοις εἶναι ἴσα. ὅμοιον τούτῳ καὶ τὸ λαβόντας τὸ Α μεῖζον εἶναι τοῦ Β καὶ τὸ Β τοῦ Γ ἡγεῖσθαι συλλογιστικῶς δείκνυσθαι τὸ καὶ τὸ Α τοῦ Γ μεῖζον εἶναι, ἐπεὶ ἀναγκαίως τοῦτο ἕπεται. ἀλλ’ οὔπω συλλογισμὸς τοῦτο, ἂν μὴ προσληφθῇ καθόλου πρότασις ἡ λέγουσα ‘πᾶν τὸ τοῦ μείζονός τινος μεῖζον καὶ τοῦ ἐλάττονος ἐκείνου μεῖζόν ἐστι’, τὰ δὲ κείμενα δύο πρότασις γένηται μία ἡ ἐλάττων ἐν τῷ συλλογισμῷ λέγουσα ‘τὸ δὲ Α τοῦ Β μείζονος ὄντος τοῦ Γ μεῖζόν ἐστιν’· συναχθήσεται γὰρ οὕτως τὸ καὶ τὸ Α τοῦ Γ μεῖζον εἶναι κατὰ συλλογισμόν. ἐπεὶ ἀναγκαίως γε πολλάκις ληφθεῖσί 〈τι〉 τισιν ἀκολουθεῖ καὶ παρὰ τὴν τῆς ὕλης ἰδιότητα καίτοι ἀσυλλογίστως κειμένων τῶν, ἐφ’ οἷς τὸ ἀναγκαῖον,3 ὡς ἐπὶ τῶν ὁρισμῶν καὶ τῶν ἰδίων ἐν δευτέρῳ σχήματι δύο καταφατικῶν ληφθεισῶν προτάσεων. ὅμοιος τοῖς προειρημένοις καὶ οὗτος ὁ λόγος· ὅδε τις τῷδέ ἐστιν ἐκ τῶν αὐτῶν γονέων, οἷον ὁ Α τῷ Β· ἀλλὰ καὶ ὁ Β τῷ Γ ἐκ τῶν αὐτῶν ἐστι γονέων· ὁ Α ἄρα τῷ Γ ἐκ τῶν αὐτῶν γονέων ἐστίν. λείπει γὰρ πρὸς τὸ συλλογισμὸν γενέσθαι καθόλου πρότασις ἡ λέγουσα πάντας τοὺς τῷ αὐτῷ ἐκ τῶν αὐτῶν γονέων ὄντας ἀδελφοὺς εἶναι· ᾗ προτάσει ἂν προστεθῇ ἡ διῃρημένη μία γενομένη ἡ λέγουσα ‘οἱ δὲ A καὶ Γ ἐκ τῶν αὐτῶν γονέων εἰσὶ τῷ B’· οὕτως γὰρ συνάγεται τὸ τοὺς A, Γ ἀδελφοὺς εἶναι.
“有些人受了蒙蔽,并以为自己在进行推论,乃是因为从所设定的命题中必然得出了某种结论。” 通过这些话,他明确地让我们注意到:决不可单纯看着结论,就认为只要从所设定的命题中必然随之得出某种结果,便存在一个推论。因为并非如果推论必然证明某物,那么凡因随设定的命题之后而必然证明某物之处,这就已经是推论了;因为必然者比推论外延更广。因此,即使在假定A等于B且C等于B时必然随之得出A也等于C,这并不就已经是一个推论。但如果我们补充提取声称“与同一事物相等者彼此也相等”的全称前提,并将作为两个前提被提取的命题紧缩为一个与那两个前提效力相当的前提,所推导出的东西就会是通过推论成立的;而这一前提就是“但A和C与同一事物(即B)相等”;因为以这种方式才能按照推论推导出A与C彼此相等。与此类似的还有:在设定A大于B且B大于C之后,因为这必然随之得出,便认为A大于C也是通过推论被证明的。但这还不是推论,除非补充提取声称“一切大于某个较大事物者,亦大于那个较小事物”的全称前提,而所设定的两个命题成为推论中声称“但A大于大于C的B”的一条小前提;因为以这种方式才能按照推论推导出A也大于C。因为即使在产生必然性的根据以非推论的方式设定的情况下,仅仅基于质料的独特性,在假定了某些命题后也往往会必然随之得出某种结论,正如在第二格中提取两个肯定前提来处理定义和固有属性时那样。下述论辩也与前面所述类似:“某人与此人出自同一父母,例如A与B出自同一父母;但B与C也出自同一父母;因此A与C出自同一父母。”因为要形成推论,还缺少一条声称“凡与同一个人出自同一父母者皆为兄弟”的全称前提;如果将分割开的前提合二为一,即声称“但A与C同B出自同一父母”,并追加到该前提上,[就会构成推论];因为唯有以这种方式,才能推导出A与C是兄弟。
- 2.237Ὅτι μὴ ἁπλῶς χρὴ βλέπειν πρὸς τὸ συμπέρασμα καί, εἰ τοῖς κειμένοις ἀναγκαίως τι ἕπεται, ἡγεῖσθαι συλλογισμὸν εἶναι, σαφῶς ἡμᾶς διὰ τούτων ἐφίστησιν.
动词 ἐφίστησιν 支配宾格代词 ἡμᾶς,前置的 ὅτι 从句表达被唤起注意的具体内容(“使我们注意到……这一事实”)。
- 2.237διὸ οὐχί, εἰ ἕπεται ἐξ ἀνάγκης ληφθέντι τῷ τὸ Α τῷ Β ἴσον εἶναι καὶ τὸ Γ τῷ Β τὸ καὶ τὸ Α τῷ Γ ἴσον εἶναι, ἤδη καὶ συλλογισμὸς τοῦτο.
ληφθέντι 是与带定冠词的不定式与格短语 τῷ τὸ Α τῷ Β ἴσον εἶναι καὶ τὸ Γ τῷ Β 一致的分词(表示时间/条件或作为 ἕπεται 的间接宾语),而 ἕπεται 的真正主语是其后的不定式短语 τὸ καὶ τὸ Α τῷ Γ ἴσον εἶναι。
- 2.237ἐπεὶ ἀναγκαίως γε πολλάκις ληφθεῖσί 〈τι〉 τισιν ἀκολουθεῖ καὶ παρὰ τὴν τῆς ὕλης ἰδιότητα καίτοι ἀσυλλογίστως κειμένων τῶν, ἐφ’ οἷς τὸ ἀναγκαῖον
从 καίτοι 开始是属格独立结构(καίτοι ἀσυλλογίστως κειμένων τῶν [补出 πραγμάτων/προτάσεων]),关系从句 ἐφ’ οἷς τὸ ἀναγκαῖον 修饰作实质词用的定冠词 τῶν(“尽管产生必然性的前提/事项以非推论的方式设定”)。
