← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§343.1-344.6

辨析直接前提与剔除多余前提

亚历山大讨论了如何区分直接得出结论的主要前提与为证明它们而从外部附加或多余的前提,指出必须补充被省略的前提并剔除多余的前提,从而将论辩化归为推论的格。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.236#2

λέγει δὲ νῦν περὶ τῶν συλλογισμῶν, ἐν οἷς αἱ μὲν προσεχεῖς τῷ συμπεράσματι προτάσεις εἰσὶν εἰλημμέναι ἀμφότεραι, παραλείπονται δὲ αἱ τούτων τῶν προτάσεων δεικτικαί, δῆλον ὅτι δεομένων δείξεως καὶ τούτων.1 ἢ οὐδὲν ἐκείνων δεῖ πρὸς τὴν ἀνάλυσιν τοῦ κειμένου συλλογισμοῦ· αὐτάρκεις γὰρ αἱ προσεχεῖς πρὸς τὴν ἀναγωγήν· ἄλλαι δέ τινες μάτην εἰσὶ προσκείμεναι καὶ ἐκ περισσοῦ φαντασίαν ἀποστέλλουσαι ὡς τῶν προτάσεων τῶν προσεχῶν οὖσαι δεικτικαί. ὥσπερ δὲ αἱ κατασκευαστικαὶ τῶν προσεχῶν τοῦ προκειμένου προτάσεων παραλείπονται, ἄλλαι δὲ μάτην προστίθενται, οὕτως ἔστιν, ὅτε αἱ μὲν κατασκευαστικαὶ τῶν προτάσεων τῶν προσεχῶν τίθενται, αὗται δὲ παραλείπονται αἱ προσεχεῖς. χρὴ οὖν καὶ ταύτας παραφυλάττειν τὰς ἔξωθεν τῶν προσεχῶν εἰλημμένας, καὶ εἰ μὲν εἶεν τοιαῦται ὡς δι’ αὐτῶν περαίνεσθαί τε καὶ δείκνυσθαι τὰς δύο, ὡς εἶναι ἑκατέραν τῶν προσεχῶν τοῦ δεικνυμένου προτάσεων ἐκείνων συμπεράσματα, κἀκείνας δῆλον ὅτι ὁμοίως ἐκληψόμεθά τε καὶ ἀνάξομεν εἴς τι τῶν σχημάτων. εἰ δὲ μήτε συλλογίζοιντό τι τῶν κειμένων μήτε ἄλλως δεικνύοιέν τι, ὥσπερ δεικνύουσιν αἱ ἐπακτικῶς λαμβανόμεναι εἰς σύστασιν τῆς καθόλου προτάσεως, μήτε ὄγκου ἢ ἄλλου τινὸς χρειώδους χάριν εἶεν οἷον κρύψεως ἢ σαφηνείας, ἀφαιρετέον καὶ ἀποκριτέον αὐτὰς ἐν ταῖς ἀναλύσεσι τῶν συλλογισμῶν ὡς μάτην καὶ κενῶς εἰλημμένας. εἰ δὲ εἶεν ἐκείνων τινὸς χάριν παρακείμεναι, χωριστέον μὲν καὶ τότε τῶν κυρίων τοῦ συμπεράσματος προτάσεων, παραδεικτέον δέ, οὗ χάριν εἰσὶ κείμεναι. δεῖ γὰρ τὸ συμπέρασμα γίνεσθαι, εἰ κατὰ συλλογισμὸν γίνοιτο, “τῷ ταῦτα εἶναι”· τὰ δ’ οὕτως τιθέμενα οὐ τοιαῦτα. ἐν γὰρ τῷ λόγῳ τῷ ‘πᾶν τὸ αὐτοκίνητον ἀεικίνητον, πᾶν τὸ ἀεικίνητον ἀθάνατον’ 〈τὸ〉 “τὸ δ’ ἄλλο τι κινοῦν καὶ ὑπ’ ἄλλου κινούμενον παῦλαν ἔχον κινήσεως παῦλαν ἔχει ζωῆς” οὐδὲν πρὸς τὸ συμπέρασμα τὸ ‘πᾶν τὸ αὐτοκίνητον ἀθάνατον’ συντελεῖ, ἀλλ’ εἰσὶν αἱ πρῶται προτάσεις αὐτοῦ συνακτικαί. καθόλου οὖν φησι δεῖν ἐπισκέπτεσθαι ἐν ταῖς ἀναλύσεσι τῶν συλλογισμῶν ταῖς εἰς τὰ σχήματα, τί ἐστι περιέργως καὶ ἔξωθεν εἰλημμένον, καὶ τί τῶν ἀναγκαίων παραλέλειπται, καὶ τὸ μὲν ἀναγκαῖον προσθετέον, τὸ δὲ περιττὸν ἀφαιρετέον, ἕως ἂν ἔλθωμεν καὶ εὕρωμεν ζητοῦντες, τί τίνος χάριν εἴληπται καὶ τί παρείαται, εἰς τὰς δύο προτάσεις τὰς τοῦ συμπεράσματος κυρίας.2 ἄνευ γὰρ τοῦ ταύτας μὲν λαβεῖν ἀποκρῖναί δὲ καὶ χωρίσαι τὰς περιττὰς οὐκ ἔστιν ἀναγαγεῖν εἰς σχῆμα τοὺς οὕτως ἠρωτημένους λόγους. οἷον ἂν λαβών τις καθόλου πρότασιν τὴν ‘πᾶν τὸ οἰκεῖον ἀγαθόν’ λάβῃ καὶ τὸ ‘πᾶν τὸ καλὸν ἀγαθόν’, λάβῃ δὲ καὶ τὸ ‘πᾶν συμφέρον ἀγαθόν’ ὁμοίως, εἶτ’ ἐπενέγκῃ συμπέρασμα τὸ ‘ἡ ὑγεία ἄρα ἀγαθόν’· ἐν γὰρ τούτῳ τῷ λόγῳ αἱ μὲν ‘πᾶν καλὸν ἀγαθόν’ καὶ ‘πᾶν συμφέρον ἀγαθόν’ περιτταί, παρείαται δὲ ἡ λέγουσα ‘ἡ δὲ ὑγεία οἰκεῖον’· μετὰ γὰρ ταύτης ἡ ‘πᾶν τὸ οἰκεῖον ἀγαθόν’ συνάγει τὸ εἰρημένον συμπέρασμα τὸ ‘ἡ ὑγεία ἀγαθόν’. κἂν ᾖ δὲ εἰλημμένον τό τε ‘πᾶν τὸ οἰκεῖον κατὰ φύσιν’ καὶ τὸ ‘πᾶν τὸ κατὰ φύσιν ἀγαθόν’ καὶ ἐπὶ ταύταις συμπέρασμα τὸ ‘ἡ ὑγεία ἄρα ἀγαθόν’, τὸ μὲν ‘ἡ ὑγεία οἰκεῖον’ ἔσται πάλιν ὁμοίως παρειαμένον, αἱ δὲ ‘πᾶν τὸ οἰκεῖον κατὰ φύσιν, πᾶν τὸ κατὰ φύσιν ἀγαθόν’ δεικνύοιεν ἂν τὴν εἰλημμένην πρότασιν τὴν ‘πᾶν τὸ οἰκεῖον ἀγαθόν’.

而他[亚里士多德]现在所谈论的,是这样一些推论:在其中紧邻结论的前提两者都被提取了,但论证这些前提的前提却被省略了,这显然是因为这些前提也需要论证。或者,对于所设定的推论的分析,根本不需要那些前提;因为紧邻的前提对于化归而言已经自足,而另外一些前提则是徒然附加的,只是多余地给人一种它们在论证紧邻前提的表象。正如确立紧邻设定结论的诸前提的前提被省略而其他前提被徒然追加一样,同样有时确立紧邻前提的前提被列出,而这些紧邻前提本身却被省略了。因此,对于这些在紧邻前提之外提取的前提也必须加以留意;如果它们是这样的,即通过它们那两个前提得以推导出并被证明,以至于待证明者的各个紧邻前提成为那些前提的结论,显然我们同样也会提取那些前提并将其化归为诸格之一。但如果它们既不推论任何列出的前提,也不以其他方式证明任何东西——正如为了确立全称前提而通过归纳提取的前提所证明的那样——也不是为了篇幅充实或其他某种有用目的(如隐匿或明晰)而存在,那么在推论的分析中就必须剔除并分离它们,视其为徒然且空洞提取的东西。然而,如果它们是为了这些目的中的某一种而附设的,那么即使在那时也必须将它们与构成结论的主要前提分开,但必须指出它们是为了什么而设定的。因为结论若依据推论而产生,就必须“因这些命题存在”而产生;但以这种方式被列出的东西并非如此。因为在“一切自行动者皆恒动,一切恒动者皆不灭”这一论辩中,“那推动他物且被他物推动者,具有运动的停歇便具有生命的停歇”这一句对于“一切自行动者皆不灭”这一结论毫无作用,相反,最初的那些前提才是推导它的前提。因此他总括地指出,在将推论分析为诸格时,必须审察什么是多余且从外部提取的,什么是必需却被省略的,必须追加必需的、剔除多余的,直到我们在探究什么是为了什么而被提取、什么是被省略的过程中,达到并找出构成结论的主要的两个前提。因为若不提取这些前提并分离剔除多余的前提,就不可能将以这种方式被质询的论辩化归为一个格。例如,有人在提取了“一切亲近之物皆为善”这一全称前提之后,又提取了“一切美者皆为善”,并同样提取了“一切有利者皆为善”,然后得出结论“因此健康是善”。因为在这段论辩中,“一切美者皆为善”和“一切有利者皆为善”是多余的,而声称“然而健康是亲近之物”的前提却被省略了;因为与这一前提一起,“一切亲近之物皆为善”才推导出了所说的结论“健康是善”。即使提取了“一切亲近之物皆合乎自然”和“一切合乎自然者皆为善”,并基于这些前提得出结论“因此健康是善”,“健康是亲近之物”这一前提同样仍然是被省略的,而“一切亲近之物皆合乎自然,一切合乎自然者皆为善”这两条前提则会证明此前提取的前提“一切亲近之物皆为善”。

语法注2 条
  1. 2.236δῆλον ὅτι δεομένων δείξεως καὶ τούτων

    短语 δεομένων … τούτων 是独立属格结构,其逻辑主语 τούτων 指代前文的“紧邻前提(αἱ προσεχεῖς προτάσεις)”;与 δῆλον ὅτι(“显然”)连用,说明了这些紧邻前提自身也需要论证这一从属背景或理由。

  2. 2.236ἕως ἂν ἔλθωμεν καὶ εὕρωμεν ζητοῦντες, τί τίνος χάριν εἴληπται καὶ τί παρείαται, εἰς τὰς δύο προτάσεις τὰς τοῦ συμπεράσματος κυρίας

    语序隔置(hyperbaton):在由 ἕως ἂν 引导的时间从句动词 ἔλθωμεν(“达到”)及其搭配的介词短语 εἰς τὰς δύο προτάσεις(“达到那两个前提”)之间,插入了并列动词 καὶ εὕρωμεν、分词 ζητοῦντες 及其宾语从句(间接疑问从句 τί τίνος χάριν εἴληπται καὶ τί παρείαται),造成了较大幅度的间隔。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:343.1-344.6