← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§341.14-342.38

大小前提的判别与省略前提的补充

针对亚里士多德关于考察哪一个前提是全称的、哪一个是特称的说明(47a13),亚历山大论述了分析省略了某一前提的推论的方法,并对亚里士多德的措辞提出了解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.236#1

" Εἶτα σκοπεῖν, ποτέρα ἐν ὅλῳ καὶ ποτέρα ἐν μέρει." Μετὰ τὸ λαβεῖν τὰς προσεχεῖς προτάσεις φησὶ δεῖν ἐπιβλέπειν, ποία καθόλου καὶ μείζων ἐστί, καὶ ποία ἐλάττων καὶ μερικωτέρα· κἂν γὰρ ἀμφότεραι καθόλου ὦσιν, ἀλλ’ ἔστιν αὐτῶν καθ’ ἕκαστον σχῆμα ἡ μὲν μείζων ἡ δὲ ἐλάττων, μείζων μέν, ἐν ᾗ ὁ μείζων καὶ κατηγορούμενος ὅρος ἐν τῷ συμπεράσματι, ἐλάττων δέ, ἐν ᾗ ὁ ὑποκείμενος. ἐπεὶ δὲ ἐνίοτε οἱ συλλογίζεσθαι βουλόμενοι οὐ τιθέασιν ἀμφοτέρας τὰς προτάσεις, ἀλλὰ τὴν ἑτέραν παραλείπουσιν, αὐτόν φησι δεῖν λαμβάνειν τὴν παρειμένην,1 μεθ’ ἧς ἡ κειμένη τὸ προκείμενον συμπέρασμα προσεχῶς συνάγει· ἐνίοτε γὰρ οἱ συλλογιζόμενοι τὴν μὲν καθόλου πρότασιν λαμβάνουσι, τὴν δὲ ὑπ’ αὐτὴν ὡς γνώριμον παραλείπουσιν, οἷον εἴ τις συνάγοι, ὅτι ἡ ὑγεία ἀγαθόν, λαβὼν καθόλου πρότασιν τὴν ‘πᾶν τὸ οἰκεῖον ἀγαθόν’, μηκέτι δὲ τὴν ἑτέραν προσλαβὼν ἀλλὰ παραλιπὼν ὡς γνώριμον· ἔστι δ’ αὕτη, ὅτι ἡ ὑγεία οἰκεῖον. ἡμᾶς οὖν τοὺς βουλομένους ἀναγαγεῖν τὸν συλλογισμὸν καὶ ἀναλῦσαι εἴς τι τῶν σχημάτων δεῖ θεῖναι τὴν παραλειπομένην· τεθείσης γὰρ εὑρεθήσεται, ἐν ᾧ σχήματί ἐστιν ὁ συλλογισμός, ὡς ἐπὶ τοῦ προκειμένου. προστεθείσης γάρ, ἧς εἶπον, προτάσεως γνώριμον ἐγένετο, ὅτι πρῶτόν ἐστι σχῆμα· ὁ μέσος γὰρ ὅρος ἐν τῷ συλλογισμῷ, τὸ οἰκεῖον, κατηγορούμενος μὲν τῆς ὑγείας ὑποκείμενος δὲ τῷ ἀγαθῷ. μὴ τεθείσης δὲ ταύτης οὐδὲ τὴν ἀρχὴν εἴη ἂν τὸ εἰρημένον συλλογισμός. ἢ πάλιν εἴ τις λαβὼν πᾶν τὸ αἱρετὸν ἀγαθὸν εἶναι ἐπιφέροι τὸ ‘ἡ ἡδονὴ ἄρα ἀγαθόν’ παραλιπὼν ὡς γνώριμον τὸ τὴν ἡδονὴν αἱρετὸν εἶναι, ἥτις ἐλάττων ἐστὶ πρότασις. ὁμοίως κἂν λαβών τις ‘οὐδεὶς τὰ ἀλλότρια κρύφα ὑφαιρούμενος ἀγαθός’ ἐπενέγκῃ ‘οὐδεὶς ἄρα κλέπτης ἀγαθός’, ἔσται παρειακὼς ὡς γνώριμον τὴν ἐλάττονα τὴν ‘πᾶς δὲ κλέπτης τὰ ἀλλότρια ὑφαιρεῖται’. καὶ οὕτως μὲν ἐν τοῖς τοιούτοις ἡ ἐλάττων παραλείπεται. ἔστι δ’, ὅτε ἔμπαλιν τὴν μὲν καθόλου παραλείπουσιν ὡς γνώριμον, τὴν δὲ ἐλάττω τιθέασιν, ὡς ὁ συλλογιζόμενος, ὅτι οὗτος κολάσεώς ἐστιν ἄξιος, διὰ τοῦ ‘μοιχὸς γάρ ἐστιν ἢ κλέπτης ἢ ἱερόσυλος’· ἐν πᾶσι γὰρ τούτοις ἡ καθόλου παρείαται ὡς φανερὰ ἡ λέγουσα, ὅτι πᾶς [ὁ] μοιχὸς κολάσεως ἄξιος ἢ πᾶς κλέπτης ἢ πᾶς ἱερόσυλος, ἐφ’ οἷς συμπέρασμα τὸ ‘οὗτος ἄρα κολάσεως ἄξιος’. ἢ πάλιν εἴ τις λαβὼν τὸ ‘οὗτος καλλωπιστής’ ἐπιφέροι μοιχὸς ἄρα’ παραλιπὼν τὸ καθόλου τὸ ‘πᾶς καλλωπιστὴς μοιχός’. χρὴ οὖν τὸν ἀνάγειν καὶ ἀναλύειν πειρώμενον πάλιν ταύτην τὴν πρότασιν αὐτὸν προστιθέναι, λέγω δὲ τὴν καθόλου. εἰπὼν δὲ ἐνίοτε γὰρ τὴν καθόλου προτείναντες τὴν ἐν ταύτῃ οὐ λαμβάνουσι τὸ ἀνάπαλιν βουλόμενος εἰπεῖν ἐπήνεγκε τὸ ἢ ταύτας μὲν προτείνουσι, τοῦτ’ ἔστι τὰς καθ’ ἕκαστα, δι’ ὧν δ’ αὗται περαίνονται, παραλείπουσιν· αὗται δ’ εἰσὶν αἱ καθόλου· διὰ γὰρ τῶν καθόλου αἱ καθ’ ἕκαστα δείκνυνταί τε καὶ πιστοῦνται τῷ ὑπ’ ἐκείνας εἶναι. διὸ καὶ ἕπονται αὐταῖς· καὶ γὰρ προεῖπεν ἐπὶ τῆς παραλειπομένης ἐπὶ μέρους τὴν ἐν ταύτῃ οὐ λαμβάνουσιν· εἰ δὲ ἐν τῇ καθόλου ἡ ἐν μέρει, εἰκότως ἂν λέγοιτο δι’ ἐκείνης καὶ περαίνεσθαι. ἔτι εἰ ἡ καθόλου τεθεῖσα ἀεὶ συγκατασκευάζει αὐτῇ τὰς ἐν μέρει τε καὶ ὑφ’ αὑτὴν πάσας, εὐλόγως λέγοιντο ἂν αἱ ἐν μέρει καὶ διὰ τῶν καθόλου περαίνεσθαι. λέγοι δ’ ἂν διὰ τοῦ δι’ ὧν δ’ αὗται περαίνονται καὶ περὶ τῶν συμπερασμάτων τῶν λαμβανομένων ἐπὶ ταῖς ἐν μέρει προτάσεσιν· ἐν οἷς γὰρ συλλογισμοῖς ἐπὶ μέρους εἴληπται πρότασις, ἐν τούτοις καὶ τὸ συμπέρασμα ἐν μέρει. τοῦτο δὴ τὸ συμπέρασμα διὰ τῆς καθόλου περαίνεται διὰ τὸ ἀδύνατον εἶναι ἄνευ τῆς καθόλου γενέσθαι συλλογισμόν. τὸ δὲ οὔτε γράφοντες οὔτε ἐρωτῶντες προσέθηκεν, ὅτι ταῦτα καὶ διαλεγόμενοί τινες ποιοῦσι καὶ συγγράφοντες. Δύναται τὸ ταύτας μὲν προτείνουσι, δι’ ὧν δ’ αὗται περαίνονται, παραλείπουσιν οὐκ ἐπὶ τῆς μείζονος εἰρῆσθαι προτάσεως ὡς2 παραλειπομένης, ὅταν αὕτη παραλειφθῇ, ἀλλὰ τοῦτο μὲν παραλελοιπέναι ὡς ἢ μηδ’ ὅλως συλλογιστικοῦ ἔτι τοῦ λόγου γινομένου, ὅταν ἡ μείζων παραλειφθῇ, τῷ τῆς μείζονος τεθείσης δυνάμει πως καὶ τὴν ἐλάττονα εἰλῆφθαι περιεχομένην γε ὑπ’ αὐτῆς, μηκέτι μέντοι ὑπὸ τῆς ἐλάττονος περιέχεσθαι δύνασθαι τὴν μείζονα, διὸ μηδὲ γίνεσθαι συλλογισμὸν ἔτι δύνασθαι μόνης τῆς ἐλάττονος ληφθείσης, ἢ ὡς ὁμοίως ἡμῶν καὶ ταύτην προσληψομένων ὥσπερ καὶ τὴν ἐλάττονα, ἐπεὶ ἐνδεῖ, ὅταν ἐκείνη παραλείπηται.

“其次必须考察,哪一个[前提]在全体中,哪一个在部分中。” 他[亚里士多德]说,在提取了直接前提之后,必须审察哪一个是全称且大[前提],哪一个是小[前提]且更具部分性;因为即使两者都是全称的,但在各个格中它们总是一为大前提、一为小前提——大前提是包含结论中的谓项即大项的那一个,小前提则是包含主项的那一个。但是,由于有时想要进行推论的人并不列出两个前提,而是省略其中一个,他说[分析者]自己必须提取被省略的前提,列出的前提与它一起直接推导出设定的结论。因为有时推论者提取全称前提,却把其下的前提作为众所周知的而省略掉;例如有人推导出健康是善,提取了“一切亲近之物皆为善”这一全称前提,却不再追加另一个前提,而是将其作为众所周知的而省略掉——而这[省略的前提]就是健康是亲近之物。因此,我们这些想要将推论化归并分析为某个格的人,必须列出被省略的前提;因为一旦它被列出,推论处于哪一个格中就会被发现,正如在设定的例子中那样。确实,在追加了我所说的那一前提之后,人们就知道了它是第一格;因为推论中的中项即“亲近之物”,作为健康的谓项,而作为善的主项。但若不列出这一前提,所说的话根本就不是推论。又或者,正如有人提取了凡当选择之物皆为善,把快感是当选择之物作为小前提且作为众所周知的而省略掉,从而得出“快感因此是善”。同样,如果有人提取“无秘密侵占他人之物者为善”,从而得出“因此无盗贼为善”,他就是把小前提“而一切盗贼侵占他人之物”作为众所周知的而省略掉了。在这样的一些情况中,小前提就是这样被省略的。但是,有时反过来他们把全称前提作为众所周知的而省略掉,却列出小前提,比如有人通过“因为他是通奸者或盗贼或神庙盗窃者”这一前提推论此人应受惩罚;因为在所有这些情况中,声称一切通奸者应受惩罚、或一切盗贼、或一切神庙盗窃者[应受惩罚]的全称前提,都被作为显而易见的而省略掉了,而相对于这些前提的结论是“因此此人应受惩罚”。又或者,正如有人提取了“此人是好修饰者”,省略了“一切好修饰者皆为通奸者”这一全称前提,从而得出“因此他是通奸者”。因此,尝试化归和分析的人必须自己重新追加这个前提,我是指全称前提。而在说了“因为有时他们提出全称前提,却不提取其中的前提”之后,他想要说其反面,便追加道:“或者他们提出这些”——即个别前提——“却省略了那些据以使这些得以得出结论的前提。”而这些[被省略的]正是全称前提;因为通过全称前提,个别前提因处于它们之下而被证明并确立。因此它们也跟随它们;事实上,关于被省略的特称前提,他此前就曾说过“他们不提取其中的前提”。如果特称前提处于全称前提之中,理所当然也可以说它是通过那一个而得出结论的。此外,如果被列出的全称前提总是同时确立特称前提及其下的所有前提,那么也可以合理地说,特称前提正是通过全称前提得出结论的。或者,通过“那些据以使这些得以得出结论的前提”这一表述,他也可能在谈论依据特称前提而得出的结论;因为在凡是提取了特称前提的推论中,结论也是特称的。这个结论确实是通过全称前提得出结论的,因为没有全称前提就不可能产生推论。而他追加了“既不在写作时也不在提问时”,是因为人们在对话和著述时都会做这些事情。“他们提出这些,却省略了那些据以使这些得以得出结论的前提”这一句也可以理解为:并不是针对大前提在被省略时作为被省略者而说的,而是他略去了这层意思,其原因要么在于,当大前提被省略时论辩根本就不再成为推论性的——因为当大前提被列出时,小前提在某种意义上也潜在地被提取了,毕竟它被包含在大前提之下,但大前提却再也不能被小前提所包含,因此如果只提取小前提就不能再产生推论——要么在于,正如我们在小前提缺乏时会补充它一样,当大前提被省略时我们同样也会补充它。

语法注2 条
  1. 2.236αὐτόν φησι δεῖν λαμβάνειν τὴν παρειμένην

    宾格代词 αὐτόν 是不定式 λαμβάνειν 的逻辑主语,指进行分析或化归推论的人(对应上下文中的“我们”)。它与无主语动词 φησί 的主语(亚里士多德)相对立,构成宾格加不定式结构:“他[亚里士多德]说[分析者]自己必须提取被省略的前提”。

  2. 2.236Δύναται τὸ ταύτας μὲν προτείνουσι, δι’ ὧν δ’ αὗται περαίνονται, παραλείπουσιν οὐκ ἐπὶ τῆς μείζονος εἰρῆσθαι προτάσεως ὡς παραλειπομένης, ὅταν αὕτη παραλειφθῇ, ἀλλὰ τοῦτο μὲν παραλελοιπέναι ὡς ... ἢ ὡς ...

    句首的引用短语 τὸ ταύτας ... παραλείπουσιν 是主语,接动词 δύναται 及完成时被动不定式 εἰρῆσθαι。后半句 ἀλλὰ τοῦτο μὲν παραλελοιπέναι 则以亚里士多德为逻辑主语承接完成时主动不定式,形成对比:“……这一短语可以理解为并不是针对大前提被省略时说的;相反,他[亚里士多德]之所以略去这一点,是因为……(ὡς ... ἢ ὡς ...)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:341.14-342.38