- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:340.3-341.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德着手引入将提出的推论化归并分析至三个格的方法(46b40–47a10),亚历山大阐明了这一分析方法的意义、《分析篇》书名的由来、其与泰奥弗拉斯托斯著作的区别,以及在推论分析中为何应当首先提取出两个前提。
" Πῶς δ’ ἀνάξομεν τοὺς συλλογισμοὺς εἰς τὰ προειρημένα σχήματα." Διὰ τούτων ὑπογράφει μέθοδον ἡμῖν, δι’ ἧς δυνησόμεθα πάντα τὸν προβληθέντα συλλογισμὸν ἀνάγειν εἰς τὸ οἰκεῖον σχῆμα, ἥτις μέθοδος εὑρετικοὺς ἡμᾶς ποιήσει καὶ τοῦ τίνες μὲν τῶν ἐρωτωμένων λόγων εἰσὶ συλλογιστικοί, τίνες δὲ φαίνονται μέν, εἰσὶ δὲ ἀσυλλόγιστοι· εἰ γάρ τις εἰς μηδὲν τῶν τριῶν ἀνάγεσθαι δύναιτο σχῆμα τῇ μεθόδῳ ταύτῃ προσχρωμένων ἡμῶν, ἣν παραδίδωσιν, ἢ ἀνάγοιτο μὲν εἴς τι αὐτῶν, μὴ τῶν συλλογιστικῶν δὲ συζυγιῶν τινα, δῆλον ὅτι ἀσυλλόγιστος ἂν εἴη. ἀπὸ δὲ τῆς μεθόδου τῆς νῦν παραδεδομένης καὶ Ἀναλυτικὰ ἐπιγράφεται τὰ βιβλία. οὐ τῶν ἁπλῶν δὲ μόνων ἀλλὰ καὶ τῶν συνθέτων ὑπογράφει τὴν ἀνάλυσιν. οὐ ταὐτὸν δέ ἐστιν ἀνάγειν τε λόγους εἰς τὰ σχήματα, ὡς ἔχει τὰ Θεοφράστου δύο τὰ ἐπιγραφόμενα Ἀνηγμένων λόγων εἰς τὰ σχήματα, καὶ μέθοδον ὑπογράψαι, δι’ ἧς πάντα τὰ προβληθέντα ἀναλύειν αὐτοὶ καὶ ἀνάγειν δυνησόμεθα. ὁ μὲν γὰρ τὴν μέθοδον τοῦ ἀναλύειν καὶ τὴν ἐπιστήμην ἔχων πάντας οἷός τε ἔσται καὶ τοὺς μήπω γνωρίμους ἀνάγειν· ὁ δέ τινας ἔχων ἀνηγμένους τούτους ἂν ἀνάγοι μόνους ὡς ἂν ἔχων τήρησιν αὐτῶν ἀναίτιον ἀλλ’ οὐκ ἐπιστήμην.1 ὑπογράφει δὲ τὴν αὐτὴν ταύτην μέθοδον καὶ Θεόφραστος ἐν τῷ ἐπιγραφομένῳ Περὶ ἀναλύσεως συλλογισμῶν. λοιπὸν δὲ τοῦτό φησιν ἔτι τὸ κεφάλαιον εἶναι τῆς περὶ συλλογισμῶν πραγματείας· εἰ γὰρ τήν τε γένεσιν τῶν συλλογισμῶν εἰδείημεν, ἣν ὑπέγραψε διὰ τῶν τριῶν σχημάτων καὶ τῶν καθ’ ἕκαστον αὐτῶν συλλογιστικῶν συζυγιῶν, ἔχοιμεν δὲ καὶ τοῦ εὑρίσκειν τε καὶ ποιεῖν αὐτοὶ τοὺς συλλογισμοὺς μέθοδον, ἣν ἐδίδαξεν ἡμᾶς διὰ τοῦ δεῖξαι, ὅτι δεῖ ἐκλέγειν ἑκατέρου τῶν ἐν τῷ προβλήματι ὅρων τά τε ἑπόμενα αὐτοῖς καὶ οἷς αὐτοὶ ἕπονται καὶ τὰ μὴ ὑπάρχοντα ἑκατέρῳ αὐτῶν, καὶ ἐκ τούτων τίνα κατ’ οἰκειότητα τοῦ προβλήματος συντιθέμενα τὸν μέσον ὅρον ποιεῖ, εἰ δὴ πρὸς ἐκείνοις τοῖς δύο καὶ τοὺς γεγονότας ἤδη συλλογισμοὺς ἀναλύειν δυναίμεθα εἰς τὰ συλλογιστικὰ σχήματα, τέλος ἂν ἔχοι, φησίν, ἡ πραγματεία2 ἡ προκειμένη. χρήσιμον δέ φησιν ἔσεσθαι τὴν γνῶσιν τῆς ἀναλύσεως τῶν συλλογισμῶν καὶ πρὸς τὴν τῶν πρότερον εἰρημένων βεβαίωσιν· ταῦτα δέ ἐστιν, ὅτι τε πᾶς συλλογισμὸς ἐν τοῖς τρισὶ σχήμασι, καὶ ὅτι ἐξ ὅρων τριῶν καὶ προτάσεων δύο προσεχῶν πᾶς. ἐκ γὰρ τῆς τῶν γεγονότων ἀναλύσεως εἰς αὐτὰ πιστότερα ἐκεῖνα καὶ βεβαιότερα ἡμῖν ἔσται, [καὶ] ὅτι ἐκ τοῦ εἰς μηδὲν ἄλλο ἀνάγεσθαι δύνασθαι τοὺς γεγονότας συλλογισμοὺς ἢ εἰς ἐκείνων τι καὶ ἐκεῖνα βεβαιωθήσεται.
“我们当如何将推论化归为前述各个格。” 通过这些内容,他向我们勾勒出一种方法,通过它我们将能够把每一个被提出的推论化归到其固有的格中,这种方法也将使我们能够发现,在被提出的论辩中哪些是属于推论的,而哪些只是看起来如此,实际上却是非推论的。因为,当我们在运用他所传授的这种方法时,如果有某个论辩不能化归为三个格中的任何一个,或者虽然化归为其中的某一个,却不是化归为推论组合中的某一种,显然它就将是非推论的。正由于现在所传授的这种方法,这些书籍才被题名为《分析篇》。不仅如此,他所勾勒的不仅是简单推论的分析,而且也包括复合推论的分析。但是,将论辩化归为各个格——正如泰奥弗拉斯托斯题为《化归为各格的论辩》两卷书中的情形那样——与勾勒出一种我们自己能够据以分析并化归所有被提出之论辩的方法,并不是同一回事。因为,掌握分析方法和科学知识的人将能够化归所有的论辩,甚至包括那些尚未熟悉的论辩;而仅仅掌握某些已经被化归的论辩的人,则只会化归这些论辩而已,仿佛仅仅拥有对它们不知原因的观察[经验],却并不拥有科学知识。泰奥弗拉斯托斯也在题为《论推论的分析》的著作中勾勒了完全相同的这种方法。并且他[亚里士多德]说,这是关于推论探讨尚存的最后一个要点。因为如果我们既知晓推论的产生——这是他通过三个格以及在各格中的推论组合所勾勒的——又掌握由我们自己发现并构成推论的方法——这是他通过表明必须针对论题中的两个项分别选出跟随它们之项、它们所跟随之项以及不属于它们各自分别之项,并且展示其中哪些项按照论题的亲缘性组合起来能构成中项而教导我们的——如果确实在具备那两点之外,我们还能够将已经形成的推论分析为各个推论之格,他说,这项设定的探讨就将达到其终点。并且他说,关于推论分析的知识,对于前文所述事情的证实也是有用的;而这些事情就是:一切推论都在三个格之中,且一切推论都由三个项和两个直接前提组成。因为从已经形成的推论向这些格的分析中,那些论点对于我们而言将变得更加可信、更加坚实;并且从已形成的推论除化归为那些格中的某一个之外无法化归为任何其他东西这一事实出发,那些论点也将得到确证。
"Πρῶτον μὲν οὖν δεῖ πειρᾶσθαι τὰς δύο προτάσεις ἐκλαμβάνειν τοῦ συλλογισμοῦ· ῥᾷον γὰρ εἰς τὰ μείζω διελεῖν ἢ εἰς τὰ ἐλάττω." Ἐπεὶ πᾶς συλλογισμός, ἄν τε ἁπλοῦς ἄν τε σύνθετος ᾖ, ἐδείχθη ἐκ προσεχῶν δύο προτάσεων γινόμενος καὶ ὅρων τριῶν, φησὶ δεῖν προβληθέντος συλλογισμοῦ πρῶτον τὰς δύο προτάσεις λαμβάνειν, αἵ εἰσι μὲν δῆλον ὅτι ἐκ τριῶν ὅρων, ἀλλὰ ῥᾷον εὑρεῖν τὰ μείζω μόρια τῶν ἐλαττόνων. μείζω δέ ἐστι τὰ συγκείμενα τῶν ἁπλῶν, ἐξ ὧν σύγκειται, ὅπερ αἱ προτάσεις πρὸς τοὺς ὅρους πεπόνθασιν· ἐκ γὰρ τῶν ὅρων σύγκεινται αὗται.
“因此,首先应当尝试析出推论的两个前提;因为划分成较大的部分比划分成较小的部分更容易。” 既然一切推论,无论是简单的还是复合的,都被证明是由两个直接前提和三个项产生的,所以他[亚里士多德]说,当一个推论被提出时,必须首先提取其两个前提,这两个前提显然由三个项构成,但是发现较大的部分比发现较小的部分更容易。而复合之物比构成它们的单纯之物更大,这正是前提相对于项所处的关系;因为前提正是由项构成的。
- 2.234ὡς ἂν ἔχων τήρησιν αὐτῶν ἀναίτιον ἀλλ’ οὐκ ἐπιστήμην
小词组合 ὡς ἄν 与分词 ἔχων 连用,表达一种假设性或推测性的情态:“仿佛仅拥有……那样”,即仅仅掌握缺乏原因说明的经验性观察(τήρησις),而非真正的科学知识(ἐπιστήμη)。形容词 ἀναίτιον 修饰 τήρησιν。
- 2.234εἰ γὰρ τήν τε γένεσιν ... εἰ δὴ πρὸς ἐκείνοις τοῖς δύο καὶ τοὺς γεγονότας ἤδη συλλογισμοὺς ἀναλύειν δυναίμεθα, τέλος ἂν ἔχοι, φησίν, ἡ πραγματεία
这是一个带有复取结构的复合条件句。起初由 εἰ γὰρ ... εἰδείημεν 与 ἔχοιμεν δέ 引出两个前提条件,经过长句展开说明后,借由 εἰ δή(“如果确实”)总括并复取这些条件,同时加入第三个动词 δυναίμεθα,最终导向带有 ἄν 和希求法的主句:τέλος ἂν ἔχοι ... ἡ πραγματεία。
