← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§338.28-340.2

区分法对未知问题的无效与选择方法的有效性

亚历山大借助繁星数目和对角线通约性的例子,阐明区分法在未知问题和确立定义上毫无效力,进而注解亚里士多德在46b38中对先前所论选择方法的重申,即唯有该方法才是推论产生的真正源泉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.232

" Οὔτ’ ἐν οἷς ἀγνοεῖται, πότερον ὧδε ἢ ὧδε ἔχει." Τὸ λεγόμενον τοιοῦτόν ἐστιν· ἐφ’ ὧν μὲν φανερόν ἐστι τὸ προκείμενον καὶ μὴ δεόμενον δείξεως,1 οἷον ὅτι ἄνθρωπος λογικός ἐστιν ἀλλ’ οὐκ ἄλογον, ἢ ὅτι ὑπόπουν ἀλλ’ οὐκ ἄπουν, καὶ δίπουν ἀλλ’ οὐ πολύπουν, ἐπὶ τούτων δόξουσιν εὐλόγως προσλαμβάνειν τὸ ἕτερον τῶν ἐκ τῆς διαιρέσεως τῷ γνώριμον εἶναι καὶ μὴ ἀμφισβητούμενον· ἐφ’ ὧν δὲ ἀγνοεῖται τὸ προκείμενον, ἐν ὁποτέρῳ τῶν ἐκ τῆς διαιρέσεώς ἐστι, καὶ δείξεως δεῖται, ἄχρηστος ἐπὶ τούτων ἡ μέθοδος αὐτοῖς. ἀπορουμένου γὰρ τοῦ πότερον ἄρτιοι οἱ ἀστέρες ἢ περιττοί, ἂν λαβών τις τὸν ἀριθμὸν πάντα καὶ πᾶν πλῆθος διέλῃ εἴς τε τὸ ἄρτιον καὶ τὸ περιττόν, προσλάβῃ δὲ καὶ τὸ τοὺς ἀστέρας πλῆθος εἶναι καὶ ἀριθμόν, συνάξει μέν, ὅτι ἄρτιοί εἰσιν ἢ περιττοὶ οἱ ἀστέρες, οὔτε δὲ τὸ περιττοὺς αὐτοὺς εἶναι οὔτε τὸ ἀρτίους ἔτι δυνήσεται προσλαβεῖν τῷ μήτε γνώριμόν τι αὐτῶν εἶναι μήτε δείκνυσθαι. πάλιν εἰ ζητουμένου τοῦ πότερον ἡ διάμετρος τῇ πλευρᾷ σύμμετρος ἢ ἀσύμμετρος λαβών τις μῆκος εἶναι τὴν διάμετρον διέλοι τὸ μῆκος εἴς τε τὸ σύμμετρον καὶ ἀσύμμετρον, συνάξει μὲν καὶ τὸ τὴν διάμετρον ἢ σύμμετρον ἢ ἀσύμμετρον εἶναι τῷ λαβεῖν μῆκος αὐτὴν εἶναι, ὃ οὐκ ἦν ζητούμενον,2 οὐχ ἕξει δὲ δεῖξαι, ἐν ὁποτέρῳ τούτων αὐτὴν θετέον. ὃ γὰρ ἂν προσλάβῃ, δεόμενον δείξεως καὶ ζητούμενον ἁπλῶς καὶ χωρὶς δείξεως λήψεται, ὃ ποιεῖν ἐξῆν αὐτῷ καὶ μὴ διαιρέσει χρησαμένῳ· ὥστε καθόλου, ἐν οἷς ζητεῖται καὶ μή ἐστι γνώριμον, ἐν ὁποτέρῳ τὸ ζητούμενον τῶν ἐκ τῆς διαιρέσεως, ἄχρηστος ἡ μέθοδος. δῆλον οὖν, ὅτι μήτε πρὸς πᾶσαν σκέψιν ἁρμόζει ὁ τοιοῦτος τρόπος τῆς ζητήσεως, τοῦτ’ ἔστιν ὁ διαιρετικός (οὔτε γὰρ περὶ συμβεβηκότος ἢ ἰδίου, περὶ ὧν αἱ πλεῖσται ζητήσεις, οὔτε ἀποφατικόν τι ἔνεστι δι’ αὐτῆς δεῖξαι, οὐδ’ ὅτι γένος τὸ λαμβανόμενον)· ἀλλ’ οὐδὲ ἐφ’ ὧν δοκεῖ μάλιστα ἁρμόττειν (ταῦτα δέ ἐστιν οἱ ὁρισμοί), οὐδὲ ἐπὶ τούτων ἔχει τι χρήσιμον. οὔτε γὰρ ἐφ’ ὧν ἄδηλον, ἐν ὁποτέρᾳ τὸ προκείμενον τῶν διαφόρων τῶν ἐκ τῆς διαιρέσεως, ἔχει λαβεῖν, οὔτε ἐφ’ ὧν δῆλόν τέ ἐστι καὶ προσλαμβάνει θάτερον καὶ τίθησιν, οὐδὲ ἐπὶ τούτων, ὅτι τὸ ἐκ πάντων τῶν εἰλημμένων συντεθέντων ὁρισμός ἐστι τοῦ ἀνθρώπου, δύναται δειχθῆναι τῇ μεθόδῳ ταύτῃ. οὔτε γὰρ πάντα τὰ κατ’ ἰδίαν ἀληθευόμενα κατά τινος ἤδη καὶ συντεθέντα ἀληθῆ3 (οὐδὲ γὰρ εἰ σκυτεὺς καὶ ἀγαθός, ἤδη καὶ συντεθέντα σκυτεὺς ἀγαθός, οὐδ’ εἰ καὶ ἀληθῆ, διὰ τοῦτο ἤδη καὶ τὸ ἐξ αὐτῶν ἕν· οὐ γὰρ εἰ λευκὸν καὶ μουσικὸν καὶ βαδίζον ἦν, ἤδη καὶ ἓν ταῦτα, τὸ λευκὸν μουσικὸν βαδίζον, ὡς ἐν τῷ περὶ Ἑρμηνείας ἐδείχθη)· ἀλλ’ οὐδ’ εἰ ἀληθῆ τε καὶ ἕν, ἤδη γνώριμον, ὅτι καὶ ὁρισμός· οὔτε γὰρ τὸ ‘ἄνθρωπος λευκός’, ἐπεὶ ὡς ἓν κατηγορεῖταί τινος, ἤδη καὶ ὁρισμός, οὔτε τὸ ‘ζῷον πεζόν’.

“在那些未知究竟是如此还是如彼的情况中[也不能进行推论]。” 所说的话是这样的:在所设定的课题是显而易见的、不需要证明的情况中——例如人是有理性的而不是无理性的,或者是有足的而不是无足的,是两足的而不是多足的——在这些情况中,他们似乎合乎情理地附加获取由区分所得出的项中之一,因为它是已知的且无可争议的;但在所设定的课题未知究竟处于由区分所得出的哪一项之中、且需要证明的情况中,这种方法在这些情况中对他们而言是无用的。因为在对繁星的数目是偶数还是奇数存疑时,如果有人获取了所有的数和一切复多,并将其划分为偶数与奇数,且又附加获取繁星是复多和数,他确实将推导得出繁星要么是偶数要么是奇数,但他既无法再附加获取它们是奇数,也无法再附加获取它们是偶数,因为它们中的任何一个既非已知也未被证明。再者,如果在探讨对角线与边究竟是可通约还是不可通约时,有人获取对角线是长度,并将长度划分为可通约与不可通约,他确实会通过获取它是一段长度(这原本不是所探求的问题)而推导出对角线要么可通约要么不可通约,但他却无法证明应当将它归置在二者之中的哪一个。因为无论他附加获取哪一项,这本是需要证明和正在探求的,他却将简单且毫无证明地获取它——而这即便不使用区分法,他原本也是能够做到的。因此总的来说,在所探求之物究竟处于区分所得的哪一项之中是正在探讨且非已知的情况中,这种方法是无用的。由此显然,这种探讨的方式,即区分的方式,并不能适用于一切考察(因为关于偶性或固有属性——大多数探讨所围绕的对象——既不能证明什么,也不能通过它证明任何否定性的东西,亦不能证明所获取之物是属);不仅如此,甚至在它似乎最适用的情况中(这些就是定义),在这些情况中它也没有任何用处。因为,在所设定的课题究竟处于由区分所得出的哪一个种差之中并不明了的情况中,既无法获取;而在显而易见且他附加获取其中之一并予以设定的情况中,甚至在这些情况中,由所有已被获取的项合成起来的东西是人的定义,这一点也无法通过这种方法得到证明。因为,并非凡是各自单独地就某物而言为真的东西,在合成起来时也已经是真的了(因为,即使某人既是鞋匠又是善的,在合成起来时并不就已经是一个好鞋匠了;即便它们是真的,也不因此由它们组成的东西就已经是单一的;因为即使某物是白的、懂音乐的且在行走的,这些并不就已经是一体,即白而懂音乐且在行走之物,正如在《解释篇》中所证明的那样);不仅如此,即使它们既真且一,也并非就已经明了它也是定义;因为无论是“白人”,尽管就某物而言被作为一体来述说,并不就已经也是定义,还是“陆生动物”,同样不是定义。

§2.233

"Ἐκ τίνων μὲν οὖν αἱ ἀποδείξεις γίνονται." Δείξας ὅτι πρὸς ἀπόδειξιν καὶ συλλογισμὸν οὐδὲν χρήσιμος ἡ διαιρετικὴ μέθοδος, ὅτι καὶ τοῦτο πρὸς τὴν τοῦ προκειμένου δεῖξιν χρήσιμον ἦν (πρὸς γὰρ τὴν κατασκευὴν τοῦ ὅτι κατὰ τὴν προειρημένην ὑπ’ αὐτοῦ ἐκλογὴν καὶ τὴν ἐπίβλεψιν τῶν ἐκλελεγμένων, καθ’ ὃν εἴρηκε τρόπον, δεῖν ποιεῖν τήν τε τῶν προτάσεων λῆψιν καὶ τῶν συλλογισμῶν πάντων εὕρεσιν, χρήσιμον ἦν αὐτῷ δειχθὲν τὸ κατ’ ἐκείνην τὴν μέθοδον ἄχρηστον),4 ὃ φανερὸν ποιήσας ὑπομιμνήσκει ἡμᾶς τῶν προειρημένων δεικνύς, ὅτι ἐκ τούτων καὶ οὕτως μόνως ἡ γένεσίς τε καὶ εὕρεσις τῶν συλλογισμῶν· κοινότερον γὰρ νῦν τοὺς συλλογισμοὺς ἀποδείξεις λέγει.

“那么,论证究竟由什么产生……” 在证明了区分法对于论证和推论毫无用处之后——因为这一点对于所设定课题的证明也是有用的(因为为了确立必须按照他前文所说的选择以及对所选之项的考察,以他所说的这种方式来进行前提的获取和一切推论的发现,依那条[区分]方法而行的东西被证明为无用,这对他而言是有用的)——在使这一点显明之后,他提醒我们注意前文所述的事项,表明推论的产生和发现唯有来自这些且唯有通过这种方式;因为他现在是在较一般的意义上把推论称为论证的。

语法注4 条
  1. 2.232ἐφ’ ὧν μὲν φανερόν ἐστι τὸ προκείμενον καὶ μὴ δεόμενον δείξεως

    介词从句 ἐφ’ ὧν μὲν(“在……的情况下”)与后文带 δέ 的 ἐφ’ ὧν δὲ ἀγνοεῖται τὸ προκείμενον 构成对比。主句谓语动词 δόξουσιν 的主语隐含指代使用区分法的人(承接前节的 χρωμένους),而 ἐπὶ τούτων 则复指该关系从句的内容。

  2. 2.232τῷ λαβεῖν μῆκος αὐτὴν εἶναι, ὃ οὐκ ἦν ζητούμενον

    带定冠词的与格不定式 τῷ λαβεῖν 表示方式或原因(“通过获取……”),并支配宾格加不定式结构 μῆκος αὐτὴν εἶναι(“它是长度”)。中性关系代词 ὃ 以前述假定(对角线是长度)为先行词,指出这并非所探求的问题。

  3. 2.232οὔτε γὰρ πάντα τὰ κατ’ ἰδίαν ἀληθευόμενα κατά τινος ἤδη καὶ συντεθέντα ἀληθῆ

    这是一个省略了系动词 ἐστι 的名词性分句。分词 συντεθέντα 表时间或条件(“在合成时/即使合成起来”),修饰 ἤδη καὶ... ἀληθῆ(“就已经也是真的”)。该句构否定了从单独述谓的真直接推导到复合述谓之真的推理。

  4. 2.233πρὸς γὰρ τὴν κατασκευὴν τοῦ ὅτι ... δεῖν ποιεῖν ... χρήσιμον ἦν αὐτῷ δειχθὲν τὸ κατ’ ἐκείνην τὴν μέθοδον ἄχρηστον

    结构复杂的长句。主句骨架是 χρήσιμον ἦν αὐτῷ δειχθὲν τὸ ... ἄχρηστον(“依那条方法而行的东西被证明为无用,这对他而言是有用的”),分词 δειχθέν 实际上充当主语。开头的前置词短语 πρὸς ... τὴν κατασκευὴν 表示目的,其后的 ὅτι 支配不定式 δεῖν(在间接引语中代替 δεῖ)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:338.28-340.2