- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:338.1-338.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对46b26指出区分法既不能反驳也不能就偶性、固有属性或属进行推论,亚历山大阐明了区分法因仅能得出肯定结论且仅处理实体的种差,从而无法推论性地证明四种基本课题(定义、固有属性、属、偶性)中的任何一个。
" Φανερὸν δέ, ὅτι οὔτε ἀνασκευάσαι ταύτῃ τῇ μεθόδῳ ἔστιν οὔτε περὶ συμβεβηκότος ἢ ἰδίου συλλογίσασθαι οὔτε περὶ γένους." Ὃ εἶπε πρὸ ὀλίγου. ὅτι “μικρόν τι μόριόν” ἐστιν ἡ διαιρετικὴ τῆς συλλογιστικῆς μεθόδου, νῦν δείκνυσι καὶ διὰ τούτων· πρὸς γὰρ τῷ καὶ ὃ συλλογίζονται μὴ δεῖξαι, ὃ βούλονται, εἶναι, ἄλλο δέ τι,1 διὸ καὶ ἀσθενὴς ὁ συλλογισμὸς αὐτῶν, οὔτε ἀνασκευάσαι τι οἷόν τε χρωμένους ταύτῃ τῇ μεθόδῳ (πάντα γὰρ καταφατικὰ τὰ συναγόμενα κατὰ τὴν μέθοδον ταύτην, τὸ δὲ ἕτερον τῶν ἐκ τῆς διαιρέσεως μὴ ὑπάρχειν τῷ προκειμένῳ προχείρως λαμβάνεται ὥσπερ καὶ τὸ ἕτερον ὑπάρχειν· οὐδετέρου γὰρ ἰδίᾳ γίνεται ὁ συλλογισμός)· ἀλλ’ οὐδὲ περὶ συμβεβηκότος ἢ ἰδίου συλλογίσασθαι οἷόν τε τῇ μεθόδῳ ταύτῃ χρωμένους· τῶν γὰρ λαμβανομένων κοινῶν τε καὶ γενῶν ἡ διαίρεσις οὐ κατὰ συμβεβηκότα γίνεται ἀλλὰ κατὰ τὰς διαφορὰς τὰς ἐν τῇ οὐσίᾳ· συμβεβηκὸς δὲ καὶ τὸ ἴδιον· ἔτι τε οὐδὲ οἷόν τε εἰς ἴδια τῶν γενῶν γίνεσθαι τὴν διαίρεσιν. ἔτι οὐδέ, εἰ γένος τόδε τι ἢ οὔ, δείκνυσιν, ἀλλὰ λαβὼν τόδε εἶναι γένος τοῦ προκειμένου ὡς ὂν φανερὸν τὴν διαίρεσιν αὐτοῦ ποιεῖται, ὡς ἤδη προείρηται. δι’ ὧν δὲ οἷόν τε γένος κατασκευάζειν ἢ ἀνασκευάζειν, ἐν τοῖς Τοπικοῖς εἴρηται· ὁμοίως καὶ δι’ ὧν συμβεβηκὸς ἢ ἴδιον δείκνυται. ἀλλ’ οὐδ’ ὁ ἐκ τοῦ συλλογισθέντος αἰτεῖταί τε καὶ τίθησιν2 (ἔστι δὲ τοῦτο τὸ ἕτερον τῶν ἐκ τῆς διαιρέσεως, ὃ λαμβάνει μετὰ τοῦ διαιρεθέντος γένους), πότερον γένος ἢ ἴδιον ἢ συμβεβηκός ἐστι τοῦ προκειμένου, δείκνυσιν· οὐδὲ γὰρ τὴν ἀρχὴν αὐτὸ ὑπάρχειν τῷ κειμένῳ διὰ συλλογισμοῦ δείξας ἔθετο. τέλεον δὲ ἄχρηστον τὴν μέθοδον ἔδειξε διὰ τούτων τὴν διαιρετικὴν πρὸς συλλογισμόν· τεττάρων γὰρ ὄντων προβλημάτων, περὶ ὅρου, περὶ ἰδίου, περὶ γένους, περὶ συμβεβηκότος, περὶ οὐδενὸς τούτων ἔδειξεν αὐτὴν συλλογιζομένην· περὶ γὰρ οὗ οἴεται μόνου δεικνύναι, οὐδὲ τοῦτο δείκνυται διὰ συλλογισμοῦ.
“显然,用这种方法既不能反驳,也不能就偶性或固有属性进行推论,也不能就属进行推论。” 他不久前所说的区分法只是推论方法的“一小部分”,现在通过这些要点也显明了。因为,除了未能证明他们所推论出来的东西就是他们所意欲的东西,反而证明了别的东西——因此他们的推论是脆弱的——之外,使用这种方法的人也无法反驳任何东西(因为按照这种方法所推导出的结论全都是肯定性的,而由区分所得出的项中之一不属于所设定的课题,是如同另一项属于它一样草率地被获取的;因为对两者中的任何一个都没有单独进行推论)。不仅如此,使用这种方法的人也不能就偶性或固有属性进行推论;因为所获取的共同物和属的区分不是按照偶性进行的,而是按照实体中的种差进行的;而固有属性也是一种偶性;况且属的区分也不可能区分成固有属性。再者,他也未能证明某物是否是属,而是把这作为所设定课题的属视作显而易见的事物来获取,并对它进行区分,正如前面已经说过的。至于借以确立或反驳属的途径,已经在《论题篇》中论及;借以证明偶性或固有属性的途径同样如此。然而,他在推论所得之物的基础上所要求并设定的东西(这就是由区分所得出的项中之一,是他与被区分的属一起获取的),究竟是所设定课题的属、固有属性还是偶性,他也未能证明;因为他一开始就根本没有通过推论证明它属于所设定的主体之后才设定它。通过这些,他表明了区分法对于推论而言是完全无用的;因为在有四个论题——关于定义、固有属性、属和偶性——的情况下,他证明了区分法没有对其中任何一个进行推论;因为对于区分法自认为唯一能证明的事情[=定义],也根本未能通过推论来证明。
- 2.231πρὸς γὰρ τῷ καὶ ὃ συλλογίζονται μὴ δεῖξαι, ὃ βούλονται, εἶναι, ἄλλο δέ τι
此为 πρὸς τῷ + 不定词(μὴ δεῖξαι)结构,意为“除了未能证明……之外”。不定词所支配的宾格不定词短语结构为:[τοῦτο] ὃ συλλογίζονται εἶναι [τοῦτο] ὃ βούλονται, ἄλλο δέ τι [εἶναι](“他们所推论出的东西是他们所意欲的东西,而是别的东西”)。
- 2.231ἀλλ’ οὐδ’ ὁ ἐκ τοῦ συλλογισθέντος αἰτεῖταί τε καὶ τίθησιν
底本此处的 ὁ ἐκ τοῦ συλλογισθέντος αἰτεῖταί τε καὶ τίθησιν,从后文括号中的解释(ἔστι δὲ τοῦτο τὸ ἕτερον...)来看,其作用等同于关系代词 ὃ(中性宾格,“他在推论所得之物的基础上所要求并设定的[东西]”),或者是由定冠词 ὁ 先行指示区分者为主语而构成的破格句(anacoluthon)。无论如何,它都与主要动词 δείκνυσιν 所带的间接疑问从句 πότερον... ἐστιν 相呼应。
