- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:336.34-337.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《前分析篇》46b22–46b24批判区分法的段落。他论述了区分法未能推论出组合起来的整体必然构成统一定义,并且忽视了借助直接推论或排中消去法证明中项的可能途径。
" Τέλος δέ, ὅτι τοῦτ’ ἔστιν ἄνθρωπος ἢ ὅ τι ποτ’ ἂν ᾖ τὸ ζητούμενον." Καίτοι οὕτως, φησί, λαμβάνοντες, ἃ χρήσιμα οἴονται πρὸς τὸ ὁρίσασθαι καὶ ταῦτα αὐτὰ αἰτούμενοι ἀλλ’ οὐ διὰ συλλογισμοῦ δεικνύντες τὸ εἶναι τοῦτο τὸν ἄνθρωπον ἢ ὅ τι ἂν ᾖ τὸ ὁριζόμενον ὑπ’ αὐτῶν, τὸ ἐκ τῶν οὕτως εἰλημμένων ἠθροισμένον, οὐ δεικνύουσι συλλογιστικῶς οὐδ’, ὅτι ἀναγκαῖον οὕτως ἔχειν.1 οὐ γὰρ εἰ κατά τινος τὸ ζῷον ἀληθὲς καὶ τὸ θνητόν, ἤδη καὶ τὸ ὅλον ὡς ἕν· δεῖται γάρ τινος τοῦτο διορισμοῦ, πότε ἓν συντεθέντα τὰ χωρὶς κατηγορούμενα καὶ πότε οὔ. οὔτε γὰρ ἐπὶ πάντων ἀληθὲς οὔτε, ἐφ’ ὧν ἀληθές, ἤδη καὶ ἕν, ὅπερ ὁ μὴ διαστειλάμενος καὶ τοῦτο, εἰ καὶ ἀληθές ἐστι, προχείρως λαμβάνει. ὅτι γὰρ τὰ ληφθέντα οὕτως καὶ συντεθέντα τοῦτον τὸν τρόπον ἢ ὡς ἓν κατηγορεῖται ἢ ὡς ὁρισμός ἐστιν ἀνθρώπου ἢ ἄλλου τινός, ὃ προτίθενται ὁρίσασθαι, οὔτε σαφῶς λέγουσιν οὔθ’ ὡς ἀναγκαῖον ὂν ἐκ τῶν κειμένων τοῦτ’ εἶναι τὸν ὁρισμὸν τοῦ προκειμένου δεικνύουσι τῷ μήτε ἀναγκαῖον εἶναι τὰ ἰδίᾳ ὑπάρχοντά τινι ταῦτα καὶ συντεθέντα ἀληθεύεσθαι κατ’ αὐτοῦ,2 ὡς ἐπὶ τοῦ σκυτέως τοῦ ἀγαθοῦ ἐν τῷ Περὶ ἑρμηνείας ἐδείχθη, μήτε, εἰ καὶ ὑπάρχοι πάντα ἅμα τῷ ὑποκειμένῳ τὰ κατ’ ἰδίαν ληφθέντα, ἤδη γνώριμον εἶναι, ὅτι ὁρισμός ἐστι τοῦ ὑποκειμένου ταῦτα τὰ συντεθέντα. οὐδὲν γὰρ ἡ μέθοδος εἰς τὴν τούτων δεῖξιν συντελεῖ· καὶ γὰρ εἰ τὸ πάντα ὑπάρχειν ἀκολουθεῖ τῷ εἶναι ἐκ τῆς τοῦ εἰλημμένου διαιρέσεως ἕκαστον τῶν προσλαμβανομένων, ἀλλ’ ὅτι γε ὁρισμὸς ταῦτα, οὐ δεικνύουσιν, ὅπερ ὡς ποιήσοντες ἦλθον ἐπὶ τὸ διαιρεῖν.
“最后,这是人或所探求的无论什么事物。” 然而他说,他们这样获取了自认为对下定义有用的事物,并且乞求了这些事物本身,而不是通过推论来证明〔它们〕,他们既没有推论性地证明这就是人或由他们所定义的无论什么事物——即从这样获取的事物中汇总而成的结合体——甚至也没有推论性地证明事情必然如此。因为并非只要对某物而言动物是真实的且可死的是真实的,整个整体就已经作为一个统一体而是真实的;因为这需要某种界定,即分开被述说的事物在何时结合起来为一,何时不为一。因为这既不是对所有事物都为真,也不是在那些为真的事物中就已经是一;然而未作此区分的人,即使这件事是真的,也会草率地获取这一点。因为,对于以这种方式获取并以这种方式结合起来的事物作为一个统一体被述说,或者是人或他们打算下定义的其他某物的定义这一点,他们既未清楚说明,也未曾指明从所设定的前提必然得出这就是所设定课题的定义,这是因为,个别地属于某物的这些事物结合起来被真实述说于该物并不具有必然性(正如在《解释篇》中就“好皮匠”这一例所展示的那样),而且,即便单独获取的所有事物同时属于底层主体,这些结合起来的事物就是该底层主体的定义也并非已经是显而易见的。因为这种方法对于证明这些事情毫无助益;因为即便“全部都属于〔底层主体〕”随着每一个附加获取的项来自于所获取之物的区分而得出,但他们绝未证明这些事物就是定义,而这恰恰是他们仿佛将要达成而走向区分法的事情。
"Καὶ γὰρ τὴν ἄλλην ὁδὸν ποιοῦνται πᾶσαν οὐδὲ τὰς ἐνδεχομένας εὐπορίας ὑπολαμβάνοντες ὑπάρχειν." Τοῦτ’ ἔστι· πᾶσα ἡ ὁδὸς αὐτοῖς ἡ διαιρετικὴ αὕτη γίνεται, οὐδὲ τὰς περὶ ἑκάστου τῶν λαμβανομένων ὑπ’ αὐτῶν ἐνδεχομένας εὐπορίας πρὸς τὸ συλλογιστικῶς δειχθῆναι αὐτὰ λαμβάνουσιν. ἔνεστι μὲν γὰρ τὸ τὸν ἄνθρωπον λογικὸν εἶναι συλλογίσασθαι καὶ ἐξ οἰκείων προτάσεων λαβόντας πάντα ἄνθρωπον διανοητικὸν εἶναι φέρ’ εἰπεῖν ἢ βουλευτικὸν ἢ ἀριθμητικόν, ἑκάστου δὲ τούτων τὸ λογικὸν κατηγορήσαντας. οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ συλλογίσασθαι, ὅτι μή ἐστιν ἄλογος· ἦν γὰρ αὐτοῖς ἡ διαίρεσις ἡ τοῦ ζῴου εἴς τε λογικὸν καὶ ἄλογον. ἄν δὴ διὰ συλλογισμοῦ δειχθῇ ὁ ἄνθρωπος μὴ ὢν ἄλογος,3 εὐλόγως ἂν λαμβάνοιτο λογικὸς εἶναι, ἐπεὶ δέδεικτο ἢ λογικὸς ἢ ἄλογος ὤν. ὅτι οὖν μὴ ἄλογος, 〈οὕτως〉· πᾶς ἄνθρωπος διανοητικός, οὐδὲν διανοητικὸν ἄλογον, οὐδεὶς ἄρα ἄνθρωπος ἄλογος. τούτων μὲν οὖν οὐδὲν προσπαραλαμβάνουσιν ἐν ταῖς δείξεσι, δι’ ὧν οἷόν τέ ἐστι διὰ συλλογισμοῦ τῶν ἐκ τῆς διαιρέσεως τοῦ κοινοῦ τὸ ἕτερον δεῖξαι τῷ ὑποκειμένῳ ὑπάρχον, διαιρούμενοι δὲ τὸ κοινὸν καὶ τὸ γένος αἰεί, ὃ βούλονται τῶν ἐκ τῆς διαιρέσεως, χωρὶς δείξεως προσλαμβάνουσιν.
“因为他们走整条别的道路,甚至不认为有可行的便利途径存在。” 这意思是说:这条区分之途成为了他们的整条道路,他们甚至没有为他们所获取的每一件事物获取可行的便利途径以使它们得到推论性的证明。因为从固有的前提推论出人是有理性的本来是可能的,比如获取凡人都是有思想的,或者是有谋虑的,或者是有算术能力的,并将有理性的述说于这些当中的每一个。不仅如此,而且还可以通过推论出他不是无理性的来做到;因为对他们而言,动物的区分是区分为有理性的与无理性的。因此,如果通过推论证明人不是无理性的,那么获取他是有理性的就是合理的,因为他已被证明要么是有理性的要么是无理性的。至于他不是无理性的,则是这样证明的:“凡人皆是有思想的,没有有思想的是无理性的,因此没有人是无理性的。”因此,这些能够借以通过推论证明由共同物区分出来的项中的一个属于底层主体的途径,他们在证明中一个也不曾额外采用,而是在总是区分共同物与属的同时,未经证明地额外获取他们所意欲的来自区分的项。
- 2.229Καίτοι οὕτως, φησί, λαμβάνοντες, ἃ χρήσιμα οἴονται πρὸς τὸ ὁρίσασθαι καὶ ταῦτα αὐτὰ αἰτούμενοι ἀλλ’ οὐ διὰ συλλογισμοῦ δεικνύντες τὸ εἶναι τοῦτο τὸν ἄνθρωπον ἢ ὅ τι ἂν ᾖ τὸ ὁριζόμενον ὑπ’ αὐτῶν, τὸ ἐκ τῶν οὕτως εἰλημμένων ἠθροισμένον, οὐ δεικνύουσι συλλογιστικῶς οὐδ’, ὅτι ἀναγκαῖον οὕτως ἔχειν.
该句的基本结构为分词短语(Καίτοι οὕτως... λαμβάνοντες... καὶ... αἰτούμενοι ἀλλ’ οὐ... δεικνύντες...)加上主句动词(οὐ δεικνύουσι συλλογιστικῶς οὐδ’, ὅτι ἀναγκαῖον οὕτως ἔχειν)。主动词 δεικνύουσι 兼取前面的冠词带不定词短语 τὸ εἶναι τοῦτο τὸν ἄνθρωπον...(以 τὸ ἐκ τῶν οὕτως εἰλημμένων ἠθροισμένον 为同位语)和后面的 ὅτι 从句作为其宾语。
- 2.229τῷ μήτε ἀναγκαῖον εἶναι τὰ ἰδίᾳ ὑπάρχοντά τινι ταῦτα καὶ συντεθέντα ἀληθεύεσθαι κατ’ αὐτοῦ
这是由 τῷ 引导的与格冠词不定词短语,表示前面 οὔθ’... δεικνύουσι 的理由或根据(原因与格)。此外,通过 μήτε... μήτε 并列了两个带宾格不定词结构(μήτε ἀναγκαῖον εἶναι... 与 μήτε... ἤδη γνώριμον εἶναι...)。
- 2.230ἄν δὴ διὰ συλλογισμοῦ δειχθῇ ὁ ἄνθρωπος μὴ ὢν ἄλογος
这是被动态结构,其中分词 μὴ ὤν 作为补足分词与 δειχθῇ 结合(“如果通过推论证明人不是无理性的”)。它是主动语态 δείκνυμι +宾格+分词结构的被动转换,因此分词 ὤν 采用主格以与主语 ὁ ἄνθρωπος 一致。
