← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§335.20-336.33

第一格论证的中项与区分法的要求

针对亚里士多德在《前分析篇》46a39中关于论证中项正确位置的论述,亚历山大对比了第一格论证与区分法的差异,并通过使用项字母(Α、Β、Γ、Δ)的具体区分事例,阐明区分法并未推论出设定的论题,而是未经证明便予以乞求。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.228

" Ἐν μὲν οὖν ταῖς ἀποδείξεσιν, ὅταν δέῃ τι συλλογίσασθαι ὑπάρχειν, δεῖ τὸ μέσον ἑπόμενον." Προειπὼν περὶ τῆς διαιρετικῆς τινα,1 ὅτι τε “μικρὸν μόριόν” ἐστι τῆς συλλογιστικῆς καὶ “ἀσθενὴς συλλογισμός”, διότι ὃ μὲν βούλεται δεῖξαι, τοῦτο “αἰτεῖται, συλλογίζεται δὲ αἰεί τι τῶν ἄνωθεν”, καὶ ὅτι τὴν οὐσίαν καὶ τὸν ὁρισμὸν τὸν ἑκάστου ᾤοντο δεικνύναι τῇ μεθόδῳ ταύτῃ, ὃ οὔτε ἔστι συλλογίσασθαι οὔτε ἐδείκνυον ἐκεῖνοι, καὶ ὅτι ἠγνόουν, πῶς δεῖ συλλογίζεσθαι, νῦν ἕκαστον τούτων οὕτως ἔχον δείκνυσι διὰ τοῦ παραθέσθαι, πῶς μὲν ποιοῦσιν οἱ ἀποδεικνύοντές τι καὶ συλλογιζόμενοι, τί δὲ ἐποίουν ἐκεῖνοι. ἐν μὲν οὖν ταῖς ἀποδείξεσι καὶ τοῖς συλλογισμοῖς, ὅταν ἄλλο ἄλλῳ ὑπάρχειν δέῃ δεῖξαί τε καὶ συλλογίσασθαι, δεῖ τὸν μέσον ὅρον τὸν συνάπτοντα τὰς προτάσεις ἐλάττονα εἶναι τοῦ κατηγορουμένου καὶ ὑποκείμενον τῷ, οὗ βούλονται ποιῆσαι τὸ συμπέρασμα.2 αὕτη γὰρ ἡ τάξις ἐν πρώτῳ σχήματι, δι’ οὗ αἵ τε ἀποδείξεις αἱ κυρίως καὶ τὸ παντὶ καὶ καθόλου ἄλλο ἄλλῳ ὑπάρχειν δείκνυται, ὅπερ κἀκεῖνοι δεικνύναι βούλονται· ὧν γὰρ τοὺς ὁρισμοὺς ζητοῦσιν, οὐκ ἔστι καθ’ ἕκαστα· τὰ γὰρ καθ’ ἕκαστα οὐχ ὁριστά. αἱ μὲν οὖν ἀποδείξεις διὰ τοιούτου μέσου, ὃ πάντως ὑπόκειται τῷ δεικνυμένῳ· τοῦτο γάρ ἐστι τὸ ἐλάττονα εἶναι. διὸ καὶ ἔστιν ἧττον καθόλου τὸ μέσον, εἰ καὶ ἴσον ποτὲ τῷ κατηγορουμένῳ λαμβάνεται· τὸ γὰρ κατηγορούμενον μᾶλλον καθόλου τοῦ ὑποκειμένου αὐτῷ. ἡ δὲ διαίρεσις τοὐναντίον μεῖζον μὲν καὶ καθόλου τὸ μέσον λαμβάνει, τὸ δὲ κατηγορούμενόν τε καὶ ὃ βούλεται δεῖξαι καὶ συμπεράνασθαι διὰ τοῦ μέσου ὑπάρχον τινί, ἔλαττον, ὃ ἐδείχθη ἡμῖν ἀσυλλόγιστον· γίνεται γὰρ οὕτως ἡ μείζων πρότασις ἐπὶ μέρους ἐν πρώτῳ σχήματι. διὸ οὐδὲ συνελογίζοντο τὸ προκείμενον. πῶς οὖν τοῦτο ποιοῦσι, δείκνυσι. βουλόμενοι γὰρ δεῖξαι τὸν ἄνθρωπον θνητὸν λαμβάνουσι τὸ ζῷον, ὃ γένος τίθενται εἶναι τοῦ ἀνθρώπου, καὶ διαιροῦσιν αὐτὸ εἴς τε τὸ θνητὸν καὶ τὸ ἀθάνατον, καὶ τὸ μὲν ζῷον ἐπὶ τοῦ Α τιθέασι, τὸ δὲ θνητὸν ἐπὶ τοῦ Β, τὸ δὲ ἀθάνατον ἐπὶ τοῦ Γ, καὶ τὸν ἄνθρωπον, οὗ ζητοῦσι τὸν ὁρισμόν τε καὶ τὸν λόγον, ἐπὶ τοῦ Δ. θεὶς δὲ ταῦτα μετὰ ταῦτα ποιεῖται τοῦ ζῴου τὴν διαίρεσιν τὴν εἰς τὰ προειρημένα πάντα δεικνὺς τὴν μέθοδον αὐτῶν, καὶ λαμβάνει ἅπαν ζῷον ἢ θνητὸν ἢ ἀθάνατον, ὃ ἴσον ἐστὶ τῷ ‘ὃ ἂν ᾖ Α, πᾶν ἢ Β ἐστὶν ἢ Γ’. διελὼν δὲ τὸ γένος, τὸ ζῷον, τὸν ἄνθρωπον μετὰ ταῦτα, ὅ ἐστὶν ὑποκείμενος ὅρος, τοῦτ’ ἔστι τὸ Δ, λαμβάνει καὶ τίθεται ζῷον εἶναι, καὶ τοῦτο χωρὶς δείξεώς τινος ποιεῖ· αἰεὶ γὰρ ἐν τῷ διαιρουμένῳ ὅρῳ καὶ μέσῳ λαμβανομένῳ χωρὶς δείξεώς τινος τίθησι τὸν ὅρον, οὗ τὸν ὁρισμὸν ζητῶν τῇ διαιρέσει χρῆται. ἐκ δὴ τούτων συνάγεται τὸ Δ ἢ τὸ Β ἢ τὸ Γ εἶναι, τοῦτ’ ἔστι τὸν ἄνθρωπον ἢ θνητὸν ἢ ἀθάνατον. καὶ τὸ μὲν δεικνύμενον συλλογιστικῶς τοῦτο. ὃ δέ γε βούλονται δεῖξαι, ὅτι θνητόν ἐστιν ὁ ἄνθρωπος, ἐπ’ ἔλαττόν ἐστι τοῦ μέσου, τοῦ ζῴου· διὸ οὐκ ἐκ τῶν κειμένων συνάγεσθαι δύναται, ἀλλὰ λαμβάνουσι καὶ τίθενται ἀναποδείκτως αὐτό. ὥσθ’ ὃ μὲν οὐ βούλονται συλλογίζεσθαι, συλλογίζονται, ὃ δὲ προέκειτο αὐτοῖς συλλογίσασθαι, τοῦτο οὐ συνελογίσαντο, ἀλλ’ ᾐτήσαντο λαβόντες τὸν ἄνθρωπον ἐν τούτῳ τῷ μορίῳ τῆς τοῦ ζῴου διαιρέσεως εἶναι. καὶ πάλιν ἂν θελήσωσι τὸν ἄνθρωπον ὑπόπουν δεῖξαι, συλλογίζονται μὲν αὐτὸν ἢ ὑπόπουν ἢ ἄπουν εἶναι, αἰτοῦνται δὲ τὸ ὑπόπουν, ὃ προέκειτο αὐτοῖς δεῖξαι· λαβόντες γὰρ τὸν ἄνθρωπον ζῷον θνητὸν εἶναι καὶ ἐν γένει τούτῳ,3 ὃ οὐδὲ αὐτὸ ἔδειξαν, ἀλλὰ ἔλαβον. διὸ καὶ εἶπε τὸν γὰρ ἄνθρωπον ζῷον θνητὸν εἶναι ἔλαβεν, καὶ ἐν τοῖς ἐπάνω πάλιν τὸν ἄνθρωπον αἰεὶ διαιρούμενος ζῷον εἶναι τίθεται· οὐ γὰρ ἔδειξεν, ἀλλ’ ᾐτήσατο τὸ θνητὸν αὐτὸν εἶναι.

“因此在论证中,每当需要推论某物属于〔某物〕时,中项必须是后随的……” 在预先论述了关于区分法的若干事项之后——即它是推论方法的“一小部分”且为“软弱的推论”,因为凡是它意欲证明之物,它都“予以乞求,而它总是推论了某种源自上位的事物”,并且他们以为通过这种方法能够证明每一个事物的实体与定义,但这既不能被推论出来,那些人也未曾证明过,而且他们不知道应当如何进行推论——现在,通过并列展示论证并推论某物的人是如何行事的,以及那些人过去在做什么,他指明了这些事项的每一端确实如此。因此,在论证和推论中,每当需要证明并推论一物属于另一物时,连接前提的中项必须小于谓词,并且作为他们意欲得出结论的那个项的底层主体。因为这是第一格中的次序,正是通过第一格,本义上的论证以及一物全称地、对一切属于另一物才得以被证明,而这恰恰也是那些人所意欲证明的;因为他们探求其定义的事物并不是个别事物(个别事物是不可定义的)。因此,论证是通过这样的中项进行的,该中项完全作为被证明之物的底层主体;因为这就是所谓的小于。因此中项也是普遍程度较低的,即使它有时被获取为与谓词相等;因为谓词比作为其底层主体的事物更加普遍。然而区分法相反,它把中项获取为更大的和全称的,而把谓词即意欲通过中项证明并结论为属于某物的事物获取为更小的,这已被我们证明为不能构成推论;因为这样一来,第一格中的大前提就变成了特称的。因此他们甚至根本没有推论出所设定的课题。那么,他展示了他们是如何这样行事的。事实上,他们意欲证明人是可死的,便获取了动物这一设定为人的属,并将其区分为可死的与不死的,他们将动物置于Α,将可死的置于Β,将不死的置于Γ,并将他们探求其定义与说明公式的人置于Δ。在设定了这些之后,他随后对动物进行了包含所有上述肢的区分以展示他们的方法,并设定凡动物要么是可死的要么是不死的,这等同于“凡是Α者,皆要么是Β要么是Γ”。在区分了属即动物之后,他随后获取作为底层主体项的人即Δ,并设定其为动物,而且他做这件事是未加任何证明的;因为在被区分并作为中项被获取的项中,他总是在没有任何证明的情况下设定了那个通过使用区分法来探求其定义的项。于是从这些前提中得出Δ要么是Β要么是Γ,即人要么是可死的要么是不死的。而在推论上被证明的正是这一点。然而,他们所意欲证明的,即人是可死的,其外延小于中项即动物;因此这不能从所设立的前提中得出,相反,他们未经论证地获取并设定了它。所以,他们不意欲推论的事物,他们推论出来了,而设定要由他们推论的事物,他们却未曾推论,反而在获取了人处于动物区分的这一部分之后予以乞求。再者,如果他们想要证明人是有足的,他们固然推论出他是要么有足的要么无足的,却乞求了有足的这一设定要由他们证明的事物;因为他们获取了人是可死的动物并处于这一属中,而这件事本身他们同样未曾证明,而是直接获取的。因此他也说“因为他获取了人是可死的动物”,并且在上述段落中,进行区分的人又总是设定人是动物;因为他并没有证明,而是乞求了他〔人〕是可死的。

语法注3 条
  1. 2.228Προειπὼν περὶ τῆς διαιρετικῆς τινα

    句首分词 Προειπὼν 统辖了总结前文观点的多个从属从句(ὅτι τε... καὶ ὅτι... καὶ ὅτι...),经过长距离的间隔后连接主句的主动词 νῦν ... δείκνυσι。句子的核心骨架为:“在预先论述了关于区分法的若干事项之后(Προειπὼν ...),现在他指明了这些事项的每一端确实如此(νῦν ἕκαστον τούτων οὕτως ἔχον δείκνυσι)”。

  2. 2.228δεῖ τὸν μέσον ὅρον τὸν συνάπτοντα τὰς προτάσεις ἐλάττονα εἶναι τοῦ κατηγορουμένου καὶ ὑποκείμενον τῷ, οὗ βούλονται ποιῆσαι τὸ συμπέρασμα

    由非人称动词 δεῖ 统辖的宾格不定式结构(主语:τὸν μέσον ὅρον,不定式:ἐλάττονα εἶναι ... καὶ ὑποκείμενον [εἶναι])。与格 τῷ 作为关系代词 οὗ 的先行词,整个短语意为“作为他们意欲得出结论的那个项(即结论的大项/谓词项)的底层主体”。

  3. 2.228λαβόντες γὰρ τὸν ἄνθρωπον ζῷον θνητὸν εἶναι καὶ ἐν γένει τούτῳ

    语法上的破格(破格句)或主动词省略。分词从句 λαβόντες... 作为直接前一句主动词 αἰτοῦνται 的理由说明,随后直接引出关系从句 ὃ οὐδὲ αὐτὸ ἔδειξαν, ἀλλὰ ἔλαβον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:335.20-336.33