← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§334.4-335.19

区分法作为软弱推论的原因与选言的推导

亚历山大详细阐明了属的区分何以只是推论方法的极小一部分并被称为“软弱的推论”,指出区分法未能证明所设定的论题,而是推论出更上位的选言命题并乞求了所需的结论,且区分法的使用者对这一缺陷以及真正的推论方式一无所知。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.226#2

οὔτε γὰρ ἔτι τά, οἷς ἕπεται τὸ ὑποκείμενον, ζητεῖ οὔτε τὰ μὴ ὑπάρχοντα αὐτῷ, ἀλλ’ οὐδὲ τὰ ἑπόμενα τῷ κατηγορουμένῳ, οὐδ’ ὅσα μὴ ὑπάρχει αὐτῷ, ἀλλ’ οὐδὲ τά, οἷς ἕπονται ὁ ὑποκείμενος ἢ ὁ κατηγορούμενος, δι’ ὧν τά τε ἐπὶ μέρους δείκνυται καὶ τὸ ἀποφατικὸν τὸ καθόλου. ἀλλὰ καὶ καθ’ ὅσον οὐδὲ τὰ ἑπόμενα πάντα ἀλλὰ μόνον τὰ ἐν τῇ οὐσίᾳ·1 τὸ γὰρ γένος καὶ τὰς οἰκείας διαφορὰς ἐπαγγέλλεται δεικνύναι, οὔτε δὲ τῶν ἰδίων τι οὔτε τῶν συμβεβηκότων. καθ’ ὅσον δὲ οὐδὲ ταῦτα λαμβάνουσα τὸ προκείμενον αὐτῇ συλλογίζεται, ἄλλο δέ τι, ὡς δειχθήσεται, ἀσθενής ἐστι συλλογισμός. δύναται καὶ μικρόν τι μόριον τῆς συλλογιστικῆς μεθόδου εἰρηκέναι, ἐπεὶ ὅλως συλλογίζεταί τι, εἰ καὶ μὴ τὸ προκείμενον, ὡς δείξει. Τὸ δὲ ἔστι γὰρ ἡ διαίρεσις οἷον ἀσθενὴς συλλογισμὸς πῶς καὶ διὰ τί εἴρηκεν, ἐξηγεῖται αὐτός, δι’ ὧν ἐπιφέρει, λέγων ὃ μὲν γὰρ δεῖ δεῖξαι, αἰτεῖται, συλλογίζεται δὲ αἰεί τι [ἐκ] τῶν ἄνωθεν. ἔστι δέ, ὃ λέγει, τοιοῦτον· ὃ μὲν πρόκειται δεῖξαι τῷ ὑποκειμένῳ ὑπάρχον διὰ τῆς διαιρετικῆς μεθόδου, τοῦτο οὐ δείκνυσιν ἀλλ’ αἰτεῖται καὶ προχείρως καὶ χωρὶς δείξεως λαμβάνει, διό ἐστιν ἀσθενὴς οὐ δεικνῦσα, ὃ βούλεται. τὴν γὰρ δεῖξιν καὶ τὸν συλλογισμὸν ποιεῖται αἰεί τινος ἀνωτέρω ὄντος καὶ κοινοτέρου καὶ περιέχοντος τοῦτο, ὃ βούλεται λαβεῖν. προθέμενος γὰρ δεῖξαι τὸν ἄνθρωπον λογικόν, ἂν οὕτω τύχῃ, λαβὼν τὸ γένος αὐτοῦ τὸ ζῷον, τοῦτο διαιρεῖ εἴς τε τὸ λογικὸν καὶ τὸ ἄλογον, καὶ συλλογίζεται μέν, ὅτι ἐστὶν ἄνθρωπος ἢ λογικὸν ἢ ἄλογον, διὰ τῶν ‘ὁ ἄνθρωπος ζῷόν ἐστι, πᾶν ζῷον ἢ λογικὸν ἢ ἄλογόν ἐστιν, ὁ ἄνθρωπος ἄρα λογικὸν ἢ ἄλογον’, διὸ καὶ μόριόν ἐστι τῆς προειρημένης μεθόδου. ὃ 〈δὲ〉 προέκειτο αὐτῷ δεῖξαι (ἦν δὲ τοῦτο τὸ λογικόν), τοῦτο οὔτε δείκνυσιν οὔτε συλλογίζεται, ἀλλὰ συλλογισάμενος τὸ κοινὸν καὶ καθόλου, ὑφ’ οὗ περιέχεται τὸ λογικὸν (συνήγαγε γὰρ ἢ λογικὸν ἢ ἄλογον εἶναι τὸν ἄνθρωπον), τὸ λογικὸν αὐτὸν εἶναι καὶ μὴ ἄλογον χωρὶς δείξεως αἰτεῖταί τε καὶ τίθησιν. εἰ δέ ἐστιν ἀσθενὴς συλλογισμὸς ἡ διὰ τῆς διαιρέσεως δεῖξις, μικρόν τι ἂν μόριον εἴη τῆς ὑφ’ ἡμῶν μεθόδου παραδεδομένης, μόριον μὲν οὖσα αὐτῆς, καθ’ ὃ ὁπωσοῦν συνάγει τι καὶ συλλογίζεται, εἰ καὶ μὴ ὃ προτίθεταί τε καὶ βούλεται, μικρὸν δέ, ὅτι ἀσθενὴς καὶ οὐχ ὃ βούλεται δείκνυσιν, ἢ μικρὸν μέν, διότι περὶ τῶν ἐν τῇ οὐσίᾳ μόνων καὶ κατὰ τὸ πρῶτον σχῆμα μόνον καὶ ἐν τούτῳ μοναχῶς, ἀσθενὴς δέ, ὅτι μὴ τὸ προκείμενον οἷόν τε κατ’ αὐτὸν συλλογίζεσθαι.

因为[区分法]不再探求底层主体所后随的事物,也不探求不属于它的事物,甚至也不探求后随于谓词的事物,以及所有不属于谓词的事物,甚至也不探求底层主体或谓词所后随的事物——正是通过这些事物,特称命题与全称否定命题才得以证明。不仅如此,就其并非探求所有后随之物,而仅仅探求在实体中的事物而言,它也是[极小的一部分];因为区分法声称证明属与固有种差,却不证明任何固有属性或偶性。并且,就其即使获取了这些,也并不推论自身所设定的课题,而是如将要展示的那样推论了某种别的事物而言,它是一种软弱的推论。而且他能够称它为推论方法的一小部分,是因为它总归推论了某种事物,即便不是所设定的课题,正如他将要展示的那样。至于他如何以及为何说“因为区分可以说是一种软弱的推论”,他通过接下来的话自己解释道,说“因为对于应当证明之物,它予以乞求,而它总是推论了某种源自上位的事物”。而他所说的是这样的意思:凡是通过区分法设定要证明属于底层主体的事物,它并没有予以证明,而是加以乞求,并不加证明地轻易获取,因此它是软弱的,没有证明自己所意欲证明之物。因为它总是对处于更高位置、更加普遍、并包含着它所意欲获取之物的某种事物进行证明和推论。例如,如果有人设定要证明人是有理性的,在获取了人的属即动物之后,他将动物区分为有理性的与无理性的,并且确实推论出人要么是有理性的要么是无理性的,这是通过“人是动物,凡动物要么是有理性的要么是无理性的,因此人是有理性的或无理性的”这些[前提]推论出来的,所以它也是上述方法的一部分。然而对于设定要由他证明的事物(这也就是有理性的),他既未证明也未推论;相反,在推论出包含着有理性的这一共通且全称的事物之后(因为他得出了人要么是有理性的要么是无理性的结论),他未经证明就乞求并设定了人是有理性的而不是无理性的。如果通过区分的证明是一种软弱的推论,那么它将是我们所传授的方法的一个极小部分:它之所以是该方法的一部分,在于它无论如何总归得出并推论了某种事物,即便不是它所设定和意欲的事物;而它之所以极小,在于它是软弱的且未证明它所意欲证明之物;或者说,它之所以极小,是因为它仅仅关涉在实体中的事物,并且仅仅按照第一格,而且在第一格中也仅有一种方式,而它之所以软弱,是因为按照它不可能推论出所设定的课题。

§2.227

"Πρῶτον δὲ αὐτὸ τοῦτο ἐλελήθει τοὺς χρωμένους αὐτῇ πάντας." Καὶ τοῦτο αἰτιᾶται τῶν τῇ διαιρετικῇ μεθόδῳ χρωμένων, ὅτι ᾤοντο οὐσίας τε καὶ ὁρισμοῦ ἀπόδειξιν εἶναι καὶ διὰ τοῦτο ἐπειρῶντο ἀποδεικνύναι τε καὶ συνάγειν τὸν ἑκάστου ὁρισμὸν χρώμενοι τῇ διαιρετικῇ ταύτῃ. ὅτι μὲν οὖν μὴ ἔστιν ὁρισμοῦ ἀπόδειξιν καὶ συλλογισμὸν ποιῆσαι ὡς συμπέρασμα τὸν ὁρισμὸν τῆς ἀποδείξεως γενέσθαι, καθ’ ἃ ἡ διαιρετικὴ ποιεῖν βούλεται, δείξει αὐτὸς διὰ πλειόνων ἐν τῷ τῶν Ὑστέρων ἀναλυτικῶν δευτέρῳ. ὅτι δὲ μηδὲ ἡ διαίρεσις αὐτοῖς τοιοῦτόν τι ἐδείκνυεν, ὡς ᾤοντο, νῦν ἐρεῖ. δύο οὖν ἠγνόουν οἱ χρώμενοι τῇ διαιρετικῇ, ὅ τι τε οὕτως οἷόν τε ἦν συλλογίσασθαι διαιρουμένους (τὸ γὰρ ὅ τι ἀντὶ τοῦ ‘τί’· οὐ γὰρ τὸν ὁρισμόν, ὡς ᾤοντό τε καὶ ἐβούλοντο), ἔτι τε [οὔτε] ὅτι οὕτως ἐνεδέχετο2 τῇ διαιρετικῇ χρωμένους συλλογίζεσθαί τι, ὡς εἰρήκαμεν· εἴρηκε γάρ, ὅτι αἰεὶ τῶν ἄνωθέν τινος ὁ συλλογισμὸς διὰ τῆς διαιρέσεως γίνεται, ἀλλ’ οὐκ αὐτοῦ τοῦ προκειμένου. καὶ τοῦτο οὖν ἠγνόουν. ἢ τὸ ὅτι οὕτως ἐνεδέχετο, ὡς προειρήκαμεν δηλωτικόν ἐστι τοῦ ἀγνοεῖν αὐτοὺς τὸν τρόπον τοῦ πῶς οἷόν τέ ἐστι συλλογίζεσθαι τὸ προκείμενον μόνως, ὡς ἔδειξεν, ὃν τρόπον αὐτὸς πρὸ ὀλίγου παρέδωκεν, οὗ τρόπου κατ’ ἄγνοιαν οὐ τὸ προκείμενον αὐτοῖς συνελογίζετο.

“而首先,这一事实本身瞒过了所有使用它的人。” 他在此责难使用区分法的人,是因为他们以为那是对实体和定义的论证,并因此企图使用这种区分法来论证并得出每一个事物的定义。因此,不可能按照区分法所意欲做到的那样,作出定义的论证和推论以使定义成为论证的结论,这一点他本人在《后分析篇》第二卷中将作更详尽的证明。但是,甚至区分法也根本未曾向他们证明任何诸如此类的事物,如他们所想象的那样,这一点他现在将要陈述。因此,使用区分法的人不知道两件事:其一是对于进行区分的人而言,这样能够推论出什么(因为“何物”[ὅ τι]是用来代替[疑问代词]“什么”[τί]的;因为并非如他们所想象和意欲的那样是定义);其二是正如我们所说,对于使用区分法的人而言,按照这种方式推论某种事物是可能的(因为他说过,通过区分所作的推论总是关于某个上位事物的,而不是关于所设定课题本身的)。因此他们也不知道这一点。或者,“如我们先前所说,按照这种方式是可能的”表明他们不知道唯有怎样才能推论出所设定课题的那种方式,正如他所展示的,以及他本人不久前所传授的那种方式,由于对那种方式的无知,所设定的课题未被他们推论出来。

语法注2 条
  1. 2.226ἀλλὰ καὶ καθ’ ὅσον οὐδὲ τὰ ἑπόμενα πάντα ἀλλὰ μόνον τὰ ἐν τῇ οὐσίᾳ·

    由 καθ’ ὅσον 引导的原因状语从句,承接前文的主句结构(即区分法是推论方法的一小部分)。句中省略了动词(如 ἐκλέγει 或 ζητεῖ),需理解为“就其[选拔/探究]的并非所有后随之物而仅仅是在实体中的事物而言[它也是一小部分]”。

  2. 2.227ὅ τι τε οὕτως οἷόν τε ἦν συλλογίσασθαι διαιρουμένους (τὸ γὰρ ὅ τι ἀντὶ τοῦ ‘τί’· οὐ γὰρ τὸν ὁρισμόν, ὡς ᾤοντό τε καὶ ἐβούλοντο), ἔτι τε [οὔτε] ὅτι οὕτως ἐνεδέχετο

    动词 ἠγνόουν(不知道)由 τε... ἔτι τε... 连接了两个宾语从句。正如亚历山大本人所注(τὸ γὰρ ὅ τι ἀντὶ τοῦ ‘τί’),第一个分句中的 ὅ τι 相当于直接疑问代词 τί,作间接疑问代词使用(即“能够推论出什么”),而非关系代词。其后的 ὅτι 则为连词“……这件事”,引出“以这种方式推论出某物是可能的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:334.4-335.19