← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§333.7-334.4

作为软弱推论的区分法与上述方法的意义

亚里士多德在《前分析篇》第1卷第31章中批评柏拉图派的区分法只是真正推论方法的一小部分,即一种“软弱的推论”;亚历山大就此阐明了该批评的意旨以及“上述方法”的双重含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.226#1

" Ὅτι δ’ ἡ τῶν γενῶν διαίρεσις μικρόν τι μόριόν ἐστι τῆς εἰρημένης μεθόδου ῥᾴδιον ἰδεῖν· ἔστι γὰρ ἡ διαίρεσις οἷον ἀσθενὴς συλλογισμός." Λέγει μὲν περὶ τῆς διαιρετικῆς, ᾗ Πλάτων ἐχρήσατο, δείκνυσι δὲ αὐτὴν μικρὸν μέρος οὖσαν τῆς ὑπ’ αὐτοῦ εἰρημένης τε καὶ παραδεδομένης συλλογιστικῆς μεθόδου. τὴν δὲ εἰρημένην μέθοδον λέγοι ἂν ἤτοι, ἣν πρὸς τὴν εὕρεσιν τῶν οἰκείων καθ’ ἕκαστον πρόβλημα προτάσεων ὑπέγραψε διὰ τῆς εἰρημένης ἐκλογῆς τε καὶ ἐπισκέψεως τῶν τε ἑπομένων καὶ τῶν, οἷς ἕπεται, καὶ τῶν μὴ ὑπαρχόντων τοῖς, περὶ ὧν ὁ συλλογισμός (ταύτης γὰρ τῆς μεθόδου1 μικρόν τι μόριόν φησιν εἶναι τὴν διαιρετικὴν μέθοδον, ᾗ ἐχρῶντο οἱ πρὸ αὐτοῦ πρὸς τὴν τῶν προτάσεων εὕρεσιν καὶ τὴν τῶν οἰκείων ὅρων τοῦ ζητουμένου λῆψιν διὰ τῆς τῶν γενῶν διαιρέσεως), ἢ2 τῆς εἰρημένης μεθόδου λέγοι ἂν μᾶλλον ‘τῆς συλλογιστικῆς πάσης’· ταύτης γὰρ μικρὸν μόριον ἡ διαιρετική, εἴ γε, ὡς ἐρεῖ, ἀσθενής ἐστι συλλογισμός. πρόκειται δὲ αὐτῷ δεῖξαι, ὅτι οὐδεὶς τῶν πρὸ αὐτοῦ περὶ συλλογισμῶν ἢ ἔγνω τι ἢ ἐπραγματεύσατο. τοῦτο δὲ δείκνυσιν ἐκ τοῦ τὴν διαιρετικήν, ᾗ ἐχρῶντο οἱ πρὸ αὐτοῦ μόνῃ (οὗτοι δ’ ἦσαν, ὡς εἶπον, οἱ περὶ Πλάτωνα), πρῶτον μὲν ἄχρηστον εἶναι πρὸς συλλογισμόν, δεύτερον δέ, ὅτι, καὶ εἰ συγχωρηθείη τινὰ δύνασθαι δείκνυσθαι δι’ αὐτῆς συλλογιστικῶς, ἀλλὰ ὀλίγα τε καὶ οὐδὲ τὰ προκείμενα3 κατ’ αὐτούς. μόνα μὲν γὰρ ἐπαγγέλλεται ἡ μέθοδος αὕτη δεικνύναι τὰ ἐν τῇ οὐσίᾳ ὑπάρχοντα τοῦ προκειμένου· εἰς γὰρ ταῦτα ἡ διαίρεσις ἡ τῶν γενῶν, ἃ οὐδὲ αὐτὰ δείκνυσιν, ὡς δειχθήσεται. οὔτε δὲ ἀνασκευάσαι τι τῇ μεθόδῳ χρωμένους τῇ διαιρετικῇ οἷόν τε οὔτε περὶ συμβεβηκότος ἢ ἰδίου συλλογίσασθαι, ὡς δείξει. μικρὸν μὲν οὖν μόριον τῆς εἰρημένης μεθόδου τὴν διαιρετικὴν εἶπεν ἤτοι, ὅτι καὶ αὐτὴ λαμβάνει τὰ τῷ ζητουμένῳ ἑπόμενα καὶ διὰ τούτων πειρᾶταί τι δεικνύναι· τὰ γὰρ γένη λαμβάνουσα τῶν προκειμένων, ἅπερ ἐστὶν ἑπόμενα αὐτοῖς, τούτων ποιεῖται τὴν διαίρεσιν ζητοῦσα τῶν ἐκ τῆς διαιρέσεως τίνα ἕπεται, πάλιν καὶ λαμβάνουσα τὰ τούτοις ἑπόμενα, ὡς δείξουσα, τί τῶν ἐκ τῆς τοῦ γένους διαιρέσεως ἕπεται τῷ ὑποκειμένῳ, οὗ τὸ γένος ἐλήφθη, οὐ μὴν δεικνύουσα, ὡς προϊὼν ὁ λόγος δείξει. καθ’ ὅσον μὲν οὖν τὰ ἑπόμενα τῷ γένει τίθησί τε καὶ ἐκλέγει καὶ ταῦτα δείκνυσι καὶ τούτῳ ἑπόμενα, ᾧ καὶ τὸ γένος ἕπεται, καὶ ὅλως καθ’ ὅσον συλλογίζεταί τι, μόριόν τι ἂν εἴη τῆς ἐκκειμένης μεθόδου.

“而属的区分只是上述方法的极小一部分,这是显而易见的;因为区分可以说是一种软弱的推论。” 他所谈论的是柏拉图所使用的区分术,并且他表明它只是他自己所陈述和传授的推论方法的一小部分。而对于“上述的方法”,他所指的大概要么是他在为了寻找针对每个问题的固有前提而通过上述对后随之物、其所后随之物以及不属于推论所关涉者之物的选拔和考察所概括的方法(因为他说区分的方法只是这种方法的一个极小部分,先于他的人通过属的区分用这种方法来寻找前提并获得所探求对象的固有词项);或者,对于“上述的方法”,他毋宁是指“整个推论术”;因为如果真如他将要说的那样区分是一种软弱的推论,那么它就是整个推论术的一小部分。他的旨趣在于表明,先于他的人没有一个对推论有所认识或加以探究。而他表明这一点是基于:先于他的人唯一使用的区分术(正如我所说,这些人就是柏拉图派),首先对于推论是无用的;其次,即使承认通过它可以推论地证明某些事物,那也只是少数事物,并且甚至不是他们自己所设定的课题。因为这种方法声称仅仅证明属于所设定课题的实体中的事物——属的区分正是指向这些事物的——但正如将要展示的那样,它连这些本身都没有证明。而且,使用区分法的人既不可能进行任何反驳,也不可能就偶性或固有属性作出推论,正如他将要展示的那样。因此,他称区分术为上述方法的极小一部分,要么是因为它自身也获取了后随于所探求对象的事物,并试图通过这些来证明某种事物(因为在获取了所设定课题的属——这些属即是后随于它们的事物——之后,它对这些属进行区分,探求区分所得的事物中哪些后随其后,进而又获取后随于这些的事物,企图表明从属的区分所得的事物中哪一个后随于取其属的底层主体,然而实际上并未予以证明,正如接下来的论述将要展示的那样);因此,只要它设定并选拔后随于属的事物,并表明这些事物也后随于属所后随的那个对象,且总的来说只要它在某种程度上进行了推论,它就可能是所阐明的方法的某个部分。

语法注3 条
  1. 2.226καθ’ ὅσον μὲν οὖν τὰ ἑπόμενα... μόριόν τι ἂν εἴη τῆς ἐκκειμένης μεθόδου

    以 καθ’ ὅσον 引出的限定性结构。开头的 καθ’ ὅσον μὲν... 与后文的 καὶ ὅλως καθ’ ὅσον... 形成双重限定,修饰主句谓语 μόριόν τι ἂν εἴη(“可能是一个部分”)。句中的 μὲν οὖν 对前文 ἤτοι, ὅτι... 引出的第一种解释理由作了总结(与之呼应的 ἢ... 见下文)。

  2. 2.226τὴν δὲ εἰρημένην μέθοδον λέγοι ἂν ἤτοι... ἢ...

    由 ἤτοι... ἤ... 构成的二选一结构。前一个分支是关系分句 ἣν πρὸς τὴν εὕρεσιν τῶν οἰκείων... προτάσεων ὑπέγραψε...(此前概述的前提发现法),后一个分支是 τῆς εἰρημένης μεθόδου λέγοι ἂν μᾶλλον ‘τῆς συλλογιστικῆς πάσης’(整个推论术),呈现了亚里士多德所说的“上述方法”的两种指称可能。

  3. 2.226τοῦτο δὲ δείκνυσιν ἐκ τοῦ τὴν διαιρετικήν... πρῶτον μὲν ἄχρηστον εἶναι... δεύτερον δέ, ὅτι... ὀλίγα τε καὶ οὐδὲ τὰ προκείμενα

    介词短语 ἐκ τοῦ 引出其实体化结构,并列了一个不定式短语和一个 ὅτι 从句。πρῶτον μέν 之后带宾格加不定式结构(τὴν διαιρετικὴν... ἄχρηστον εἶναι),而 δεύτερον δέ 之后句式转为 ὅτι 从句(ὅτι... ὀλίγα [补出 δείκνυται] τε καὶ οὐδὲ τὰ προκείμενα),列出了论证的两个支柱。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:333.7-334.4