← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§331.31-333.6

各学科固有前提的选取与证明家的作用

针对亚里士多德关于各门学科固有的前提选拔及共有公理的论述(46a16),亚历山大阐明了各具体门类科学专家(负责收集和选拔本门固有材料)与证明家/推论家(负责据此构建三段论与证明,并判定何者不可证明,如最初者、定义和个体)的分工。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.225

" Καθ’ ἕκαστον δὲ τῶν ὄντων ἐκλέγειν." Δεῖν φησι καθ’ ἕκαστον τῶν ὄντων ἐκλέγειν προχειριζομένους,1 τίνα τε ἑπόμενα αὐτῷ ἢ τίσιν ἕπεται, τίνα δὲ μὴ ἐνδεχόμενα ὑπάρχειν αὐτῷ. εἰπὼν δὲ ἢ ἐπιστήμης ἀντὶ τοῦ ‘ἢ ἐπιστήμης πλείους’ προσέθηκεν, ὅτι καθ’ ἑκάστην ἐπιστήμην ἴδιαί εἰσιν αἱ ἐκλογαὶ καὶ ἴδιά ἐστι τά τε ἑπόμενα καὶ τά, οἷς ἕπεται, καὶ τὰ μὴ ὑπάρχοντα. διὸ ἑκάστης ἐπιστήμης ἐστὶ τὰς ἰδίας ἀρχάς, ἐξ ὧν αἱ προτάσεις τε καὶ οἱ συλλογισμοί, παρέχειν τε καὶ ἐκλέγειν. τῷ δὲ ἴδιαι γὰρ καθ’ ἑκάστην λείποι ἂν τὸ εἰσίν’, ἵνα ᾖ ‘ἴδιαι δὲ καθ’ ἑκάστην εἰσὶ τῶν ἐκλογῶν αἱ πλείους’, ἐπείπερ καὶ κοινά τινά ἐστιν αὐταῖς, ἀλλὰ τὰ πλεῖστα ἴδια. διὸ οὐκ ἐκ τῶν αὐτῶν περὶ πάντων τὰς προτάσεις ποιήσομεν, ἀλλὰ δεῖ καθ’ ἕκαστον τῶν ὄντων τὰ οἰκεῖα ἐκλέγειν τε καὶ ἔχειν παρεσκευασμένα· οἷον τίνα τῷ ἀγαθῷ ἕπεται, τίσι τὸ ἀγαθόν, τίνα οὐχ ὑπάρχει τῷ ἀγαθῷ, πάλιν τίνα ἐπιστήμῃ ἕπεται, τίσιν ἐπιστήμη, τίνα οὐχ ὑπάρχει τῇ ἐπιστήμῃ, καὶ καθ’ ἑκάστην ἐπιστήμην τὰ ἑκάστῃ αὐτῶν οἰκεῖα· καθ’ ἑκάστην γὰρ ἐπιστήμην ἴδιά ἐστι τά τε ἑπόμενα καὶ οἷς ἕπεται καὶ τὰ μὴ ὑπάρχοντα. τὸ δὲ αἱ πλεῖσται προσέθηκεν, ὅτι ἐστί τινὰ καὶ κοινὰ ἀξιώματα, οἷς προσχρώμεθα πρὸς πάντα τὰ δεικνύμενα, ὡς τὸ κατὰ παντὸς τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν καὶ τὸ ἂν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, καὶ τὰ καταλειπόμενα ἴσα εἶναι· τοῦτο γὰρ καὶ ἐπὶ μεγεθῶν καὶ ἐπ’ ἀριθμῶν καὶ ἐπὶ χρόνων καὶ ἐπὶ δυνάμεων ὁμοίως ἀληθές. ἀλλὰ κοινὰ μὲν ταῦτα. ἴδια δὲ τοῦ μὲν δικαίου τὸ καλὸν ἀρχή, τοῦ δ’ ἀθανάτου φέρ’ εἰπεῖν τὸ αὐτοκίνητον· ἄλλου δὲ ἄλλο τι οἰκεῖον. διό φησιν, ὅτι τὰς προτάσεις τὰς οἰκείας ἑκάστῃ ἐπιστήμῃ τοῦ καθ’ ἑκάστην ἐπιστήμονός ἐστιν ἐκλέξαι2 ἐκλογῶν οἰκείων· ἐκ γὰρ τῶν οἰκείων ἕκαστον γνωρίζεται ὑπὸ τῶν περὶ αὐτὰ καταγινομένων καὶ ἐμπείρων. ἐκ τούτων γὰρ αἱ περὶ ἑκάστου ἀποδείξεις· ἐκ γὰρ τῆς τῶν καθ’ ἕκαστα πείρας ἡ τοῦ καθόλου γνῶσις, ὅ ἐστιν ἀρχή. τὸ μὲν οὖν ἐκλέγειν, τίνα οἰκεῖα καὶ τίνα μὴ τῶν ὑποκειμένων ὅρων, τῶν περὶ ἕκαστον ἐμπείρων τε καὶ ἐπιστημόνων ἴδιον· τὸ δὲ ταῦτα λαβόντα ἐξ αὐτῶν τούς τε συλλογισμοὺς τοὺς οἰκείους καὶ τὰς ἀποδείξεις ποιεῖσθαι τοῦ συλλογιστικοῦ τε καὶ ἀποδεικτικοῦ. μηδενὸς γὰρ ἐνδέοντος κατὰ τὴν ἱστορίαν ἀλλὰ πάντων ἐκλελεγμένων ὁ συλλογιστικός τε καὶ ἀποδεικτικός, ὧν μὲν ἐνδέχεται ἀπόδειξιν γενέσθαι, ταῦτα ἀποδείξει, ὧν δὲ μὴ οἷόν τε ἀπόδειξιν γενέσθαι, τοῦτ’ αὐτὸ δῆλον ποιήσει, ὅτι μὴ οἷόν τε ἀποδεῖξαι. εἴη δ’ ἂν τοιαῦτα τά τε πρῶτα, οἷς οὐδὲν ἕπεται (τὸ γὰρ καθόλου καταφατικὸν ἐπὶ τούτων ἢ καθόλου ἀποφατικὸν οὐχ οἷόν τε συλλογίσασθαι μηδενὸς ἑπομένου· κατ’ ἄλλων δὲ αὐτὰ συλλογιζόμεθα, ἀλλ’ οὐ τῶν προσεχῶν), ἀλλὰ καὶ οἱ ὁρισμοί· οὐδὲ γὰρ τούτων οἷόν τε ἀπόδειξιν γενέσθαι, ὡς δείξει. ἀλλ’ οὐδὲ τῶν ἀτόμων ὡς ὑπαρχόντων τισὶν ἀπόδειξις ἔσται. ἀλλ’ οὐδὲ ὧν μὴ οἷόν τε λαβεῖν ταὐτά τινα ἑπόμενα3 ἢ ἐν τοῖς, οἷς ἕπεται, ἡγουμένων τῶν, οἷς ἕπεται, τούτων δὲ ἑπομένων αὐτοῖς ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. λέγει δὲ δι’ ἀκριβείας περὶ τῆς τῶν προτάσεων ἐκλογῆς εἰρηκέναι ἐν τοῖς Τοπικοῖς· αὕτη γάρ ἐστιν, ἣν λέγει διαλεκτικὴν πραγματείαν. εἴρηκε δὲ περὶ ἐκλογῆς προτάσεων καὶ ἐν τῷ πρώτῳ καὶ ἐν τῷ τελευταίῳ, ἐν μὲν τῷ πρώτῳ, ἐν οἷς λέγει “τὰ δὲ ὄργανα, δι’ ὧν εὐπορήσομεν τῶν συλλογισμῶν, ἐστὶ τέσσαρα, ἓν μὲν προτάσεις λαβεῖν”, ἐν δὲ τῷ τελευταίῳ, ἐν οἷς λέγει “περὶ τάξεως δὲ καὶ τοῦ ἐρωτηματίσαι λεκτέον διελόμενον τὰς προτάσεις, ὅσαι ληπτέαι παρὰ τὰς ἀναγκαίας· ἀναγκαῖαι δ’ εἰσίν, δι’ ὧν ὁ συλλογισμὸς γίνεται”.

“应当针对存在着的每一事物进行选拔。” 他说,应当针对存在着的每一事物,备于手边地选拔何者后随于它或它后随于何者,以及何者不可能属于它。他在说了“或属于一门科学”来代替“或属于多门科学”之后补充说,对于每一门科学而言,选拔都是固有的,而后随的项、它所后随的项以及不属于的项也都是固有的。因此,提供并选拔其固有的本原——前提与推论正源自于这些本原——属于每一门科学自身的工作。在“因为对于每一门而言固有”一句中,大概缺失了“是”,以便成为“而对于每一门而言固有的[是]选拔的大多数”,因为它们之间虽然也有某些共通之物,但绝大多数是固有的。因此,我们不会从相同的事物出发去制定关于一切事物的前提,而是必须针对存在着的每一事物,选拔并准备好固有的内容:例如,什么后随于善,善后随于什么,什么不属于善;又如,什么后随于知识,知识后随于什么,什么不属于知识;并且针对每一门科学,选拔属于它们各自的固有之物;因为对于每一门科学而言,后随的项、它所后随的项以及不属于的项都是固有的。他补充了“大多数”,是因为也存在着某些共通的公理,我们针对一切被证明的事物兼而运用它们,例如对一切事物肯定或否定必居其一,以及若从等量中减去等量,余量亦相等;因为这在量度、数目、时间以及能力上同样为真。但这些是共通的。至于固有的本原,例如对于正义而言高尚是本原,对于不朽而言譬如自运是本原;而别的事物有别的固有之物。因此他说,从固有的选拔中选拔出属于每一门科学的固有前提,是每一门科学的专家的工作;因为各个事物正是由专注于它们并具有经验的人从固有之物中被认识的。因为关于各门事物的证明正是源于这些;由于对个别事物的经验产生了对普遍者的认识,而这正是本原。因此,在底层词项中选拔何者固有、何者不固有,属于对各门事物具有经验者与专家的专责;而在接受了这些之后,根据它们作出固有的推论与证明,则属于推论家与证明家的专责。因为当在考察中没有任何遗漏而一切都已被选拔出来时,推论家与证明家对于那些能够成立证明的事物,将证明它们;而对于那些不可能成立证明的事物,他将阐明这一点本身:即它们是不可能被证明的。这类事物包括没有任何东西后随其后的最初者(因为在没有任何后随项的情况下,不可能针对它们推论出全称肯定或全称否定;我们在其他事物上推论它们,但不是在临近项上推论);而且也包括定义,因为正如他将展示的那样,关于定义也不可能成立证明。此外,关于不可分者作为属于某些事物也不可能有证明。再者,对于那些无法取得某些相同的后随项或在其所后随的项中取得〔相同之项〕的事物,当其所后随的项居先而这些后随于它们时,其他情况亦同样[不可能有证明]。他说,关于前提的选拔,他在《论题篇》中作了精确的论述;因为这就是他所谓的辩证考察。他在第一卷和最后一卷中都论述了前提的选拔:在第一卷中,是在他说“使我们能够丰富地获得推论的工具共有四种,其一便是获取前提”之处;而在最后一卷中,则是在他说“关于编排以及如何发问,必须在区分了除必然前提之外还应获取多少前提之后再作论述;而必然前提就是推论据以构成的那些前提”之处。

语法注3 条
  1. 2.225Δεῖν φησι καθ’ ἕκαστον τῶν ὄντων ἐκλέγειν προχειριζομένους

    由主动词 φησι(他说)引导的间接引语宾格不定式结构。不定式 δεῖν(必须)统摄补足不定式 ἐκλέγειν(选拔),而宾格复数分词 προχειριζομένους(备于手边)充当其逻辑主语的修饰语,泛指从事推论活动的人们。

  2. 2.225τοῦ καθ’ ἑκάστην ἐπιστήμονός ἐστιν ἐκλέξαι

    由属格 τοῦ ... ἐπιστήμονός 与系动词 ἐστιν 构成的表所属/职责的属格谓语结构。不定式 ἐκλέξαι(选拔)为真实主语,意为“选拔……是各门科学专家的专责”。下文的 τοῦ συλλογιστικοῦ τε καὶ ἀποδεικτικοῦ[ἐστι]亦属同一构词模式。

  3. 2.225ἀλλ’ οὐδὲ ὧν μὴ οἷόν τε λαβεῖν ταὐτά τινα ἑπόμενα

    承前句(οὐδὲ γὰρ τούτων οἷόν τε ἀπόδειξιν γενέσθαι 及 ἀπόδειξις ἔσται)而省略了谓语“存在证明”,由否定连词 οὐδὲ 和表对象的属格关系代词 ὧν(关于那些……的事物[也没有证明])构成。关系节内部的 ἡγουμένων τῶν, οἷς ἕπεται 为属格独立结构,说明词项前后的关系条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:331.31-333.6