← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§330.31-331.30

寻找前提的普遍方法与三段论的种类区分

注解46a3–46a10,阐明发现三段论前提的方法对一切科学和技艺都是普遍适用的,并说明前提性质的差异(真实的、本原固有的或公认的)如何决定了推论是证明性的还是辩证性的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.223

" Ἡ μὲν οὖν μέθοδος κατὰ πάντων ἡ αὐτή." Ὃ λέγει, τοιοῦτόν ἐστιν· ἡ μὲν πρὸς τὸ συλλογίσασθαι ὁδός τε καὶ μέθοδος ἡ αὐτὴ ἐν πάσαις ἐπιστήμαις τε καὶ τέχναις ταῖς διὰ συλλογισμῶν ἀποδεικνυούσαις τι τῶν οἰκείων, εἴ γε ἐκ τῶν εἰρημένων ἐπιβλέψεων πᾶς συλλογισμός.1 καὶ φιλοσόφῳ δὴ καὶ ἰατρῷ καὶ ῥήτορι καὶ μουσικῷ καὶ παντὶ συλλογιζομένῳ τι ἀναγκαία ἡ προειρημένη μέθοδός τε καὶ ὁδός· διὰ γὰρ ταύτης ἡ τῶν προτάσεων εὕρεσις, καθ’ ἃς ὁ συλλογισμός. πάντας γὰρ τοὺς συλλογιζομένους δεῖ ἐπιβλέπειν εἴς τε τὰ ἑπόμενα τούτοις, περὶ ὧν συλλογίζονται, καὶ εἰς τά, οἷς ἕπεται ταῦτα, καὶ εἰς τὰ μὴ ὑπάρχοντα αὐτοῖς καὶ ταῦτα ὡς ὅτι πλεῖστα ἐκλέγειν καὶ εὐπορεῖν αὐτῶν καὶ ἔχειν πρόχειρα. εἶπε δὲ δεῖ γὰρ τὰ ὑπάρχοντα καὶ ὅσοις ὑπάρχει περὶ ἕκαστον [ἑκάτερον] ἀθρεῖν, ἵνα ἐφ’ ἑκατέρου τῶν ὅρων ζητῶμεν ἀμφότερα, καὶ τὰ ἑπόμενα καὶ οἷς αὐτὸς ἕπεται, καὶ μὴ τοῦ μὲν τὰ ἑπόμενα μόνον ἐκλέγωμεν τοῦ δὲ τὰ, οἷς ἕπεται. τὸ δὲ καὶ ταῦτα διὰ τῶν τριῶν ὅρων σκοπεῖν ἴσον ἐστὶ τῷ ‘καὶ ταῦτα ἐν τοῖς τρισὶν ὅροις, ἐξ ὧν ὁ συλλογισμὸς γίνεται, συντιθέναι,2 ἄλλως μὲν ἀνασκευάζοντα ἄλλως δὲ κατασκευάζοντα’. ὑπέγραψε γάρ, πῶς χρὴ καθ’ ἕκαστον πρόβλημα τὰς προτάσεις λαμβάνειν· οὔτε γὰρ ὁμοίως οὔτε ἐκ τῶν αὐτῶν αἰεί, ἀλλὰ ἄλλοτε μὲν ἐκ τῶν, οἷς ἀμφότερα ἕπεται, ἄλλοτε δὲ τοῦ μέν, οἷς ἕπεται, τοῦ δὲ ἐκ τῶν ἑπομένων αὐτῷ, ἄλλοτε δὲ τοῦ μὲν τὸ μὴ ὑπάρχον ληπτέον τοῦ δὲ τῶν ἑπομένων τι, ποτὲ δὲ τοῦ μὲν τὸ μὴ ὑπάρχον ληπτέον, τοῦ δέ, ᾧ αὐτὸ ἕπεται. δῆλον δέ, ὡς κἂν ἡ διαφορὰ τῶν συλλογισμῶν ἐκ τῆς διαφορᾶς τῶν ἐκλελεγμένων γένοιτο.3 ἐκ μὲν γὰρ τῶν ἀληθῶν λημμάτων ἀληθεῖς οἱ συλλογισμοὶ μόνον· ἂν δὲ καὶ οἰκεῖα ᾖ καὶ πρῶτα τὰ ἐκλελεγμένα, ἀποδεικτικοί. ἀληθεῖς μὲν οὖν καὶ δεικτικοὶ οἱ ἐκ γένους, ἐκ διαφορᾶς, ἐξ ἰδίου, ἐξ ὁρισμοῦ, ἐξ αἰτίου. ἂν δὲ ᾖ διὰ τῶν πρὸς δόξαν, τοῦτ’ ἔστι διὰ τῶν ἐνδόξων, διαλεκτικοί. ἡ δὲ τῶν ἐνδόξων προτάσεων ἐκλογὴ ὁποία τίς ἐστιν, εἴρηται αὐτῷ ἐν τῷ πρώτῳ τῶν Τοπικῶν ἐπὶ πλέον, ὥσπεροῦν καὶ ἡ τῶν ἀποδεικτικῶν ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς.

“因此,方法对一切而言都是相同的。” 他所说的是这样的:如果所有的三段论都源自前述的考察,那么在一切通过三段论证明其本门学科固有对象的知识与技术中,通往进行三段论推论的途径与方法都是相同的。因此,对于哲学家、医生、修辞学家、音乐家,以及任何进行三段论推论的人来说,前述的方法和途径都是必然的;因为正是通过这种方法,才得以发现三段论据以成立的前提。因为凡是进行推论的人,都必须审视那些后随于他们所论证对象的事物、这些对象所后随的事物,以及不属于它们的事物,并且必须尽可能多地选拔这些事物,丰富地占有它们并备于手边。他说“因为必须对每一项观察属于它的事物以及它所属的事物”,是为了让我们对每一个词项都寻求这两者——即后随项以及该词项本身所后随的项——而不是对一方仅选拔其后随项,而对另一方仅选拔其先行项。而“并且通过三个词项考察这些”,就等同于“并且在推论据以构成的三个词项中组合这些项,以一种方式反驳而以另一种方式立论”。因为他勾画了针对每一个论题应当如何选取前提;因为并非总是以同样的方式或从相同的事物中选取,而是有时从两者都后随的事物中选取,有时从一方所后随的事物与后随于另一方的事物中选取,有时应当对一方选取不属于的事物而对另一方选取后随项之一,有时则应当对一方选取不属于的事物而对另一方选取其本身所后随的事物。显然,三段论的差异也会源于所选拔诸项的差异。因为从真实的前提出发只能得出真实的三段论;但若所选拔的项还是固有的和第一的,三段论则是证明性的。因此,从属、种差、固有属性、定义和原因得出的三段论是真实且证明性的;但若它是通过关乎意见的事物,即通过公认的事物构成的,则是辩证的。至于公认前提的选拔是怎样的,他在《论题篇》第一卷中作了更详细的讨论,正如在《后分析篇》中讨论了证明性前提的选拔一样。

§2.224

"Αἱ δ’ ἀρχαὶ τῶν συλλογισμῶν καθόλου μὲν εἴρηνται." Τὰς μὲν ἀρχὰς τῶν συλλογισμῶν τὰς προτάσεις λέγει. καθόλου μὲν οὖν καὶ κοινῶς εἴρηται, πῶς ληπτέον αὐτὰς καὶ τίνα τίσι συγκριτέον τῶν ἐκλελεγμένων βουλομένοις4 ἢ καθόλου καταφατικὸν ἢ καθόλου ἀποφατικὸν ἢ ἐπὶ μέρους πρότασιν λαβεῖν· οὔτε γὰρ εἰς ταὐτὰ αἰεὶ οὐδὲ ἐν τοῖς αὐτοῖς τὴν ζήτησιν καὶ τὴν σύγκρισιν ποιησόμεθα, ἀλλ’ ὃν εἰσηγήσατο τρόπον.

“推论的本原已普遍地论述过了。” 他把前提称为推论的本原。因此,对于那些希望获得全称肯定、全称否定或特称前提的人而言,应当如何选取它们,以及在所选拔的各项中应当把哪些与哪些进行比较,已经普遍且共同地得到了说明;因为我们不会总是针对相同的事物或在相同的事物中进行探求和比较,而是按照他所指引的方式进行。

语法注4 条
  1. 2.223εἴ γε ἐκ τῶν εἰρημένων ἐπιβλέψεων πᾶς συλλογισμός

    在由 εἴ γε 引导的条件从句中,谓语动词(ἐστί 或 γίνεται)被省略。此外,εἴ γε 不仅表示纯粹的假设,而且具有引出已被确立的前提事实(即一切三段论都源自前述考察)作为理由的功能。

  2. 2.223τὸ δὲ καὶ ταῦτα διὰ τῶν τριῶν ὅρων σκοπεῖν ἴσον ἐστὶ τῷ ‘καὶ ταῦτα ἐν τοῖς τρισὶν ὅροις, ἐξ ὧν ὁ συλλογισμὸς γίνεται, συντιθέναι

    该句以亚里士多德正文 46a7 的短语 τὸ δὲ καὶ ταῦτα διὰ τῶν τριῶν ὅρων σκοπεῖν 作为冠词引导的主语,并以 ἴσον ἐστὶ τῷ 之后引用的整句作为表语。亚历山大将亚里士多德的 σκοπεῖν(考察)解释并转述为 συντιθέναι(在三段论的框架中进行组合)。

  3. 2.223ὡς κἂν ἡ διαφορὰ τῶν συλλογισμῶν ἐκ τῆς διαφορᾶς τῶν ἐκλελεγμένων γένοιτο

    κἄν 是 καὶ ἄν 的混声缩合,与希求式 γένοιτο 连用,在从句中表达潜在可能(“也会产生”)。整个 ὡς 从句充当解释说明 δῆλον 的主语从句。

  4. 2.224εἴρηται, πῶς ληπτέον αὐτὰς καὶ τίνα τίσι συγκριτέον τῶν ἐκλελεγμένων βουλομένοις

    在非人称被动动词 εἴρηται 之后,间接疑问从句(πῶς ληπτέον...)充当其实质主语。在动词性形容词 ληπτέον 和 συγκριτέον 的结构中,与格分词 βουλομένοις 充当行为者与格或关涉与格(“对于那些希望……的人而言”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:330.31-331.30