- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:329.15-330.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释亚里士多德《前分析篇》第一卷第28章(45b31–36),阐明在或然三段论中不仅必须选取实际属于的项,还须选取当前不属于但可能属于的项;指出同样的方法适用于其他模态或述谓;并解释为何一切直言三段论都必然仅能通过这种选拔中项的途径构成。
" Ληπτέον δὲ ἐπὶ τῶν ἐνδεχομένων καὶ τὰ μὴ ὑπάρχοντα δυνατὰ δὲ ὑπάρχειν." Ἐν τῇ ἐκλογῇ τῇ ἐπὶ τῶν ἐνδεχομένων συλλογισμῶν δεῖν φησι τὰ ἑπόμενα λαμβάνοντα τοῖς κειμένοις ὅροις, ὧν κατὰ τὸ ἐνδεχόμενον τὴν συναγωγὴν βουλόμεθα ποιήσασθαι πρὸς ἀλλήλους, μὴ μόνον λαμβάνειν τὰ ὑπάρχοντα μὲν αὐτοῖς ἐνδεχομένως δὲ ὑπάρχοντα, ἀλλὰ καὶ τὰ μὴ ὑπάρχοντα μὲν αὐτοῖς ἐνδεχόμενα δὲ ὑπάρχειν καὶ ταῦτα θετέον ἐν τοῖς ἐνδεχομένως ὑπάρχουσι καὶ ἑπομένοις.1 ἐδείχθη γάρ, ὅτι καὶ διὰ τῶν μὴ ὑπαρχόντων ἐνδεχομένων δὲ ὑπάρχειν ὁ τοῦ ἐνδεχομένου συλλογισμός· ἐχρήσατο δὲ τούτῳ, ὅτε ἐν ταῖς μίξεσι τὸ ἐνδεχόμενον μετελάμβανεν εἰς τὸ ὑπάρχον ἐν ταῖς εἰς ἀδύνατον ἀπαγωγαῖς ὡς εἰς ψεῦδος μὲν οὐ μὴν ἀδύνατον. καὶ ὁ τοῦ ἐνδεχομένου δὲ ὁρισμός, ὃν ἐξέθετο, τοιοῦτος ἦν· “οὗ γὰρ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ ὑπάρχειν” οὐδὲν ἀδύνατον εἵπετο, τοῦτ’ ἦν ἐνδεχόμενον· καὶ γὰρ καὶ διαφέρειν δοκεῖ τὸ κυρίως ἐνδεχόμενον τοῦ κυρίως ὑπάρχοντος κατὰ τοῦτο.
“在或然命题的情形中,还必须选取那些不属于但可能属于的项。” 他说,在对或然三段论的选拔中,选取那些我们希望据以在彼此之间得出或然结论的所确立诸项的后随项时,不仅应当选取那些属于它们但属于得或然的项,而且还必须选取那些不属于它们但可能属于的项,并且也应当把这些项置于或然属于且后随的项中。因为已经证明,或然三段论也可以通过那些不属于但可能属于的项构成;并且当他在混合前提的归谬法中把或然命题替换为实然命题(作为虚假但并非不可能的前提)时,便使用了这一点。而且他所提出的或然的定义也是如此:“当它并非必然,而被假定为属于时”,没有任何不可能的结论随之而来——这就是或然;因为严格意义上的或然与严格意义上的实然似乎正是在这一方面有所区别。
"Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν." Τοὺς τρόπους κατηγορίας εἴρηκεν· αἰεὶ γὰρ κατηγοροῦνται. εἰπὼν δὲ δεῖν καὶ ἐπὶ τοῦ ἀναγκαίου καὶ ἐπὶ τοῦ ἐνδεχομένου τὴν αὐτὴν ἐπίβλεψιν ποιεῖσθαι προσέθηκεν, ὅτι καὶ ἐπὶ τῶν ἄλλων τρόπων ὁμοίως, δεικνύς, ὅτι πάντες οἱ συλλογισμοὶ γίνονται διὰ τῆς ἐκκειμένης μεθόδου. εἶεν δ’ ἂν καὶ αἱ ἄλλαι κατηγορίαι οἱ τρόποι, ὡς εἰρήκαμεν ἤδη, τὸ δυνατόν, τὸ ἀδύνατον, τὸ ἔνδοξον, τὸ ἄδοξον, τὸ δῆλον, τὸ ἄδηλον, τὸ κατὰ φύσιν, τὸ καλῶς, τὸ ὠφελίμως· τὰ τοιαῦτα γὰρ τρόποι. εἴη δ’ ἂν μεταξὺ ἐμβεβλημένον τὸ “ληπτέον δὲ ἐπὶ τῶν ἐνδεχομένων”·2 τὸ γὰρ ὁμοίως 〈δὲ καὶ〉 ἐπὶ τῶν ἄλλων κατηγοριῶν ἀκολουθεῖ τῷ “ἡ γὰρ αὐτὴ σκέψις, καὶ διὰ τῶν αὐτῶν ὅρων ἔσται τῇ τάξει τοῦ τε ἐνδέχεσθαι καὶ τοῦ ὑπάρχειν ὁ συλλογισμός”. δύναται τὸ ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν εἰρηκέναι, τοῦ τε ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος· ὡς γὰρ ἐπὶ τοῦ ἐνδεχομένου ταῦτα ἐκλέγομεν, δι’ ὧν ὁ τοῦ ἐνδέχεσθαι γίνεται συλλογισμός, οὕτως καὶ ἐπὶ τοῦ ὑπάρχοντος χρὴ ἐκλέγειν τά, δι’ ὧν ὁ τοῦ ὑπάρχοντος γίνεται συλλογισμός, καὶ ἐπὶ τοῦ ἀναγκαίου, δι’ ὧν ὁ τοῦ ἀναγκαίου.
“在其他述谓的情形中也是同样的方式。” 他把诸模态称为“述谓”;因为它们总是被述说。在说明了对于必然命题和或然命题都必须进行同样的考察之后,他补充说对于其他模态同样如此,以表明所有的三段论都是通过所阐述的方法构成的。正如我们已经指出的,其他述谓也可以是这些模态:可能、不可能、公认、非公认、明显、不明、顺乎自然、合乎美德、有益;因为此类属性皆为模态。而“在或然命题的情形中还必须选取……”这一句可能是中间插进来的;因为“在其他述谓的情形中也是同样的方式”紧承着“因为考察是相同的,或然的三段论和实然的三段论都将按照排列通过相同的项构成”。或者,他说“在其他述谓的情形中也是同样的方式”也可以是指必然的和实然的;因为正如在或然的情形中我们选拔那些能据以构成或然三段论的项,同样在实然的情形中也必须选拔那些能据以构成实然三段论的项,在必然的情形中选拔那些能据以构成必然三段论的项。
"Φανερὸν οὖν ἐκ τῶν εἰρημένων οὐ μόνον, ὅτι ἐγχωρεῖ διὰ ταύτης τῆς ὁδοῦ γίνεσθαι πάντας τοὺς συλλογισμούς." Οὐ μόνον φησὶν ἐνδέχεσθαι τοὺς συλλογισμοὺς πάντας γίνεσθαι κατὰ τὴν εἰρημένην μέθοδον, ἀλλὰ καὶ ἄλλως ἀδύνατον, καὶ δείκνυσι, διὰ τί ἀδύνατον ἄλλως. πᾶς μὲν γὰρ συλλογισμὸς διά τινος τῶν τριῶν σχημάτων γίνεται· αἱ γὰρ λαμβανόμεναι προτάσεις συλλογιστικῶς κατά τι τούτων τῶν σχημάτων λαμβάνονται· τὰ δὲ σχήματα ταῦτα καὶ τὰς κατ’ αὐτὰ συζυγίας οὐχ οἷόν τε ἐξ ἄλλων συνίστασθαι ἢ ἐκ τῶν ἑπομένων τε αὐτοῖς καὶ τῶν, οἷς ἕπεται αὐτά, καὶ τῶν μὴ ὑπαρχόντων αὐτοῖς. ἐκ τούτων γὰρ καὶ ὁ μέσος λαμβάνεται· τὸ μὲν γὰρ καθόλου καταφατικὸν ἐκ τῶν ἑπομένων καὶ οἷς ἕπεται, τὸ δὲ καθόλου ἀποφατικὸν ἐκ τῶν ὑπαρχόντων καὶ μὴ ὑπαρχόντων, τὰ δὲ ἐπὶ μέρους, τό τε καταφατικὸν καὶ τὸ ἀποφατικόν, ἐκ τῶν, οἷς ἕπεται αὐτά· τούτων δὲ ἀλλήλοις συντιθεμένων ὁ μέσος ὅρος ἐδείχθη γινόμενος. οὐκ ἂν λέγοι δὲ ταῦτα περὶ τῶν δι’ ὅλου ὑποθετικῶν,3 ὅτι μηδὲ κυρίως ἡγεῖται τοὺς τοιούτους εἶναι συλλογισμοὺς οὐδεμιᾶς ὑπάρξεως ὄντας δεικτικοὺς ἀλλὰ ἀκολουθίας μόνον.
“因此从前述内容中显然可见,不仅所有的三段论都可能通过这条途径构成……” 他说,不仅所有的三段论都可能按照所阐述的方法构成,而且以其他方式是不可能的,并且他指明了为何以其他方式是不可能的。因为每一个三段论都是通过三个格之一构成的;推论性地选取的诸前提正是按照这些格之一被选取的;而这些格以及依它们构成的组合,不可能由除了后随于各项的、各项所后随的以及不属于各项的事物之外的任何其他事物组成。因为中项正是从这些项中选取的:全称肯定从后随项和先行项中选取,全称否定从属于的和不属于的项中选取,而特称命题(无论肯定还是否定)从各项所后随的项中选取;当这些项彼此组合时,中项被证明由此产生。然而他谈论这些大概并不涉及完全假言的三段论,因为他甚至不认为此类推论是严格意义上的三段论,它们并不证明任何实际的属于,而仅仅证明蕴涵关系。
- 2.220δεῖν φησι τὰ ἑπόμενα λαμβάνοντα τοῖς κειμένοις ὅροις, ὧν κατὰ τὸ ἐνδεχόμενον τὴν συναγωγὴν βουλόμεθα ποιήσασθαι πρὸς ἀλλήλους, μὴ μόνον λαμβάνειν τὰ ὑπάρχοντα μὲν αὐτοῖς ἐνδεχομένως δὲ ὑπάρχοντα, ἀλλὰ καὶ τὰ μὴ ὑπάρχοντα μὲν αὐτοῖς ἐνδεχόμενα δὲ ὑπάρχειν καὶ ταῦτα θετέον ἐν τοῖς ἐνδεχομένως ὑπάρχουσι καὶ ἑπομένοις.
间接引语不定式 δεῖν 的逻辑主语为宾格分词 λαμβάνοντα(选取……者),它同时作为后接不定式 λαμβάνειν 的主语。后半句的 καὶ ταῦτα θετέον 则构成了破格句(anacoluthon),从 δεῖν λαμβάνειν 的结构转换为动词性形容词句式(或省略了 δεῖν θετέον εἶναι)。
- 2.221εἴη δ’ ἂν μεταξὺ ἐμβεβλημένον τὸ “ληπτέον δὲ ἐπὶ τῶν ἐνδεχομένων”
εἴη ἄν 为带有 ἄν 的愿望语气,表潜在或推测(“可能是……”)。亚历山大在此根据上下文的逻辑衔接,推测亚里士多德该句可能是夹在两句连贯论述之间的插入句(括号句)。
- 2.222οὐκ ἂν λέγοι δὲ ταῦτα περὶ τῶν δι’ ὅλου ὑποθετικῶν
οὐκ ἂν λέγοι 为潜在愿望语气(“他大概不是关于……而言的”)。针对亚里士多德所说的“所有三段论”这一全称命题,注释者以审慎的语气指出完全假言三段论应当作为例外排除在外。
