← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§328.8-329.14

借助可换位项假说推导全称结论

亚历山大解释了亚里士多德在《前分析篇》第一卷第28章(45b22–28)中的论述,即通过把可换位的项(如固有属性或定义)作为假说引入局部考察,如何能从本来只产生特称结论的组合中推导得出全称结论,并指出该方法同样适用于必然和或然推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.217

" Ἔστι δὲ καὶ ἄλλον τρόπον ἔνια τούτων συλλογίσασθαι, οἷον τὰ καθόλου διὰ τῆς κατὰ μέρος ἐπιβλέψεως ἐξ ὑποθέσεως.1" Δείξας καθ’ ἕκαστον πρόβλημα, τίνων τῶν αὐτῶν λαμβανομένων ἐγίνετο τὸ συμπέρασμα, λέγει, ὅτι ἔνια τῶν κειμένων ἔστι καὶ ἄλλῃ τινὶ μεθόδῳ τε καὶ ἐφόδῳ χρωμένους συνάγειν, προσχρωμένους μέντοι πρὸς τοῖς κειμένοις ἤδη καὶ εἰρημένοις ὑποθέσει τινί. τὰ γὰρ καθόλου καταφατικὰ καὶ ἀποφατικὰ ὅπως μὲν συνήγετο, εἴρηται· ληφθέντος γὰρ τοῦ Γ τῷ Ζ ταὐτοῦ καθόλου τὸ Α τῷ Ε ἐδείκνυτο ὑπάρχειν·2 πάλιν δ’ αὖ ληφθέντος ἢ τοῦ Δ τῷ Ζ ταὐτοῦ ἢ τοῦ Β τῷ Θ τὸ καθόλου ἀποφατικόν. φησὶ δὴ τὰ αὐτὰ δυνήσεσθαι συναγόμενα δείκνυσθαι καὶ ἄλλως, τὸ μὲν καθόλου καταφατικόν, ἂν τὸ Γ τῷ Η, ᾧ εἵπετο τὸ Ε, ταὐτὸν ληφθῇ, δι’ ὧν συνήγετο τὸ ἐπὶ μέρους καταφατικόν. εἰ γὰρ ἐπιβλέψαιμεν τὰ καθ’ ἕκαστα καὶ εὕροιμεν μόνῳ τῷ Η τὸ Ε ἑπόμενον καὶ μηδενὶ ἄλλῳ, οἷον εἰ εἴη τὸ μὲν Η ἄνθρωπος τὸ δὲ Ε γελαστικόν, ἐπεὶ μόνῳ τῷ Η τὸ Ε ἕπεται, ἂν λάβωμεν αὐτὸ ὡς μόνῳ ἑπόμενον, καὶ τὸ Α παντὶ τῷ Ε ὑπάρξει. ὑπάρχει μὲν γὰρ τὸ Α παντὶ τῷ Γ· ἕπεται γὰρ αὐτῷ· καὶ τῷ Η ἄρα· ταὐτὸν γάρ ἐστι τὸ Γ τῷ Η· ἀλλ’ εἰ τῷ Η μόνῳ τὸ Ε ἕπεται, καὶ ἀντιστρέψει καὶ τῷ Ε τὸ Η ἀκολουθήσει καὶ ἕξει τὴν τοῦ Ζ χώραν· εἰ δὲ ἀκολουθεῖ αὐτῷ, κατὰ παντὸς αὐτοῦ κατηγορηθήσεται· ὥστε καὶ τὸ Α τοῦ Ε παντός. ἐξ ὑποθέσεως οὖν ἐκ τῶν Γ, Η τῶν αὐτῶν ληφθέντων τὸ καθόλου συναχθήσεται· ἂν γὰρ τῷ Η μόνῳ ἕπηται τὸ Ε, ἄλλως δὲ οὔ. τὰ δὲ ἴδια καὶ οἱ ὁρισμοὶ ἑκάστου, ὥσπερ προείρηται, ἐπ’ ἴσης ὄντα τῷ πράγματι3 δύναται καὶ ἐν τοῖς ἑπομένοις αὐτοῖς τίθεσθαι καὶ ἐν τοῖς, οἷς ἕπεται αὐτά.

“也可以用另一种方式推论出其中的某些结论,例如基于假说通过局部的考察推论出全称结论。” 在指明了对每一个论题而言,选取哪些相同的项时会得出结论之后,他说,运用另一种方法和途径,并在已经确立和说明的条件之外额外借助某种假说,也可以得出所确立的某些结论。因为全称肯定和全称否定是如何被得出的,前面已经说明了:当取Γ与Ζ相同时,Α被证明属于全部Ε;反之,当取Δ与Ζ相同,或者取Β与Θ相同时,全称否定被证明。于是他说,同样的内容也将能够以另一种方式被推导证明:就全称肯定而言,如果取Γ与Η相同(Ε曾后随于Η),即通过它们曾得出特称肯定的那些项。因为如果我们考察各个具体事例,发现Ε仅后随于Η而不后随于任何其他事物(例如若Η是人而Ε是能笑的,既然Ε仅后随于Η,如果我们把它取作仅后随于它),则Α也将属于全部Ε。因为Α属于全部Γ,盖因它后随于Γ;因此也属于Η,因为Γ与Η相同;但若Ε仅后随于Η,二者也将换位,Η将后随于Ε并占据Ζ的位置;如果它后随于它,它将被述说于它的全部;从而Α也将被述说于全部Ε。因此,基于假说,当取Γ与Η为相同时,全称结论将被推导出来;因为若Ε仅后随于Η则会如此,否则便不会。而正如前文所述,与事物等同的各事物的固有属性和定义,既可以置于后随于〔各事物〕的项中,也可以置于〔各事物〕所后随的项中。

§2.218

"Καὶ πάλιν εἰ τὸ Δ καὶ τὸ Η τὰ αὐτά." Διὰ τούτων δὲ τὸ ἐπὶ μέρους ἀποφατικὸν συνήγετο· τὸ γὰρ Α οὐ παντὶ τῷ Ε διὰ τοῦ τὸ μὲν Α οὐδενὶ τῷ Η, τὸ δὲ Ε παντὶ αὐτῷ. ἀλλ’ εἰ τὸ Η τοιοῦτον ληφθείη ὡς πάλιν μόνῳ τῷ Ε ἕπεσθαι, ὡς καὶ ἐπὶ τῆς πρὸ ταύτης δείξεως, ἀντιστραφήσεται πάλιν καὶ ἔσται τῷ Ε τὸ Η ἑπόμενον ὥσπερ καὶ τὸ Ζ. εἰ δὴ τὸ Η τῷ Δ ταὐτὸν ἦν, τὸ δὲ Α τῷ Δ οὐδενί, δῆλον ὅτι οὐδὲ τῷ Η· τὸ δὲ Η παντὶ τῷ Ε· τὸ Α ἄρα οὐδενὶ τῷ Ε. δεῖ οὖν, φησί, καὶ οὕτως ἐπιβλέπειν τε καὶ ἐκλέγειν τὰ προειρημένα, ἐπεὶ καὶ διὰ τῆς τοιαύτης ἐπιβλέψεως δύναται δείκνυσθαι τὸ καθόλου.

“同样,如果Δ与Η是相同的。” 通过这些项,特称否定曾被推导出来:即由于Α不属于任何Η而Ε属于全部Η,Α不属于全部Ε。但是,如果像在此前的证明中那样,取Η为仅后随于Ε的项,它将再次换位,Η将如Ζ一样后随于Ε。因此,如果Η与Δ相同,且Α不属于任何Δ,显然它也不属于任何Η;而Η属于全部Ε;所以Α不属于任何Ε。因此他说,也必须以这种方式考察并选拔前述各项,因为通过这种考察也能证明全称结论。

§2.219

"Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἀναγκαίων καὶ τῶν ἐνδεχομένων." Λέγει, ὅτι οὐ μόνον, εἰ ὑπάρχον τι συνάγομεν, δεῖ τὴν τοιαύτην ἐπίβλεψιν ποιεῖσθαι ζητοῦντας τά τε ἑπόμενα καὶ οἷς ἕπεται καὶ τὰ μὴ ὑπάρχοντα, ἀλλὰ καὶ ἐπὶ τῶν ἀναγκαίων ὁμοίως καὶ ἐπὶ τῶν ἐνδεχομένων· ἡ γὰρ αὐτὴ μέθοδος ἐπὶ πάντων. ὁ γὰρ τρόπος τοῦ συμπεράσματος διοίσει τῷ ὑπάρχοντα εἶναι τὰ ἐκλεγόμενα ἢ ἀναγκαῖα ἢ ἐνδεχόμενα, ἀλλ’ οὐ τῷ ἄλλως καὶ ἄλλως λαμβάνεσθαι.4

“在必然命题和或然命题的情形中也是同样的方式。” 他说,不仅在我们推导实然结论时必须进行这种考察,去探寻后随项、先行项和不属于的项,而且在必然命题和或然命题的情形中同样如此;因为在所有情形中方法是相同的。因为结论的模态之所以不同,是由于所选拔的项是实然的、必然的还是或然的,而不在于它们以不同的方式被选取。

语法注4 条
  1. 2.217ἐξ ὑποθέσεως

    介词短语 ἐξ ὑποθέσεως 作状语修饰动词 συλλογίσασθαι(或修饰短语 τὰ καθόλου διὰ τῆς κατὰ μέρος ἐπιβλέψεως),意为“基于假说”。正如后文解释的,这是指假定某个谓词仅后随于该主词(从而可以换位)来进行推论。

  2. 2.217ληφθέντος γὰρ τοῦ Γ τῷ Ζ ταὐτοῦ καθόλου τὸ Α τῷ Ε ἐδείκνυτο ὑπάρχειν

    在独立属格结构 ληφθέντος ... τοῦ Γ τῷ Ζ ταὐτοῦ 中,ταὐτοῦ 作表语性属格,后接与格补足语 τῷ Ζ(“当Γ被取作与Ζ相同时”)。主句中 τὸ Α 为 ἐδείκνυτο 的主语,支配不定式 ὑπάρχειν。

  3. 2.217ἐπ’ ἴσης ὄντα τῷ πράγματι

    成语 ἐπ’ ἴσης 与与格 τῷ πράγματι 搭配,意为“与事物外延相等”。中性复数分词 ὄντα 修饰复合主语 τὰ ἴδια καὶ οἱ ὁρισμοὶ ἑκάστου(虽包含阳性名词,但按并列中性名词采中性复数一致)。

  4. 2.219τῷ ὑπάρχοντα εἶναι τὰ ἐκλεγόμενα ἢ ἀναγκαῖα ἢ ἐνδεχόμενα, ἀλλ’ οὐ τῷ ἄλλως καὶ ἄλλως λαμβάνεσθαι

    冠词后接不定式的与格短语 τῷ ... εἶναι 和 τῷ ... λαμβάνεσθαι 表示原因或依据,修饰动词 διοίσει,构成“因被选取的项是实然的、必然的还是或然的而有所不同,并非因它们以不同的方式被选取”的对照关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:328.8-329.14