- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:327.2-328.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大通过与定言三段论的类比以及前提换位的生成方式,解释了完全假言推论的第二格和第三格,指出了自己在格的顺序上与泰奥弗拉斯托的分歧,随后回到对原文章句的解释。
εἰ δὲ ἀπὸ διαφόρων ἀρχόμεναι αἱ ὑποθετικαὶ προτάσεις λήγοιεν εἰς ταὐτό, ἔσται τὸ τοιοῦτον σχῆμα δεύτερον ἀνάλογον ὂν τῷ ἐν τοῖς κατηγορικοῖς δευτέρῳ, ἐν οἷς1 ὁ μέσος ὅρος ἀμφοτέρων τῶν ἄκρων κατηγορεῖτο· ἐπεὶ γὰρ ἐν τοῖς ὑποθετικοῖς τὸ ἑπόμενον κατηγορουμένου χώραν ἔχει, ὅταν ἐν ταῖς δύο προτάσεσι ταὐτὸν ἑπόμενον λαμβάνηται, τὸ δεύτερον ἔσται σχῆμα. συλλογιστικὴ δὲ ἡ συζυγία, ἂν ἀντικειμένως ἑπόμενον ἑκατέρῳ τῶν ἡγουμένων λαμβάνηται, οἷον εἰ τὸ Α, τὸ Γ, εἰ τὸ Β, οὐ τὸ Γ· τὸ γὰρ Γ μέσος ὢν ὅρος ἀντικειμένως εἴληπται ἑπόμενος τοῖς ἡγουμένοις, τῷ τε Α καὶ τῷ Β. διὸ καὶ συναχθήσεται οὕτως ληφθέντων2 τὸ ‘εἰ θάτερον τῶν ἀρχομένων, οὐ θάτερον’· εἰ γὰρ τὸ Α, τὸ Γ, εἰ τὸ Γ, οὐ τὸ Β, εἰ ἄρα τὸ Α, οὐ τὸ Β, οἷον εἰ ἄνθρωπος, ζῷον, εἰ λίθος, οὐ ζῷον, εἰ ἄρα ἄνθρωπος, οὐ λίθος. εἰ δέ γε ἀπὸ τοῦ αὐτοῦ ἀρχόμεναι αἱ προτάσεις λήγοιεν εἰς ἕτερα, ἔσται ἀνάλογον τοῦτο τὸ σχῆμα τῷ τρίτῳ· τὸ γὰρ ἡγούμενον ὑποκειμένου χώραν ἔχον ἐν ἀμφοτέραις ταῖς προτάσεσι ταὐτόν ἐστιν. ὅταν δὴ ἀντικειμένως τοῦτο ληφθῇ, συνακτικὸν ἔσται, οἷον εἰ τὸ Α, τὸ Β, εἰ οὐ τὸ Α, τὸ Γ· συναχθήσεται γάρ, εἰ μὴ θάτερον τῶν ληγόντων, θάτερον· εἰ γὰρ οὐ τὸ Β, τὸ Γ, ἢ εἰ οὐ τὸ Γ, τὸ Β, οἷον εἰ ἄνθρωπος, λογικόν, εἰ μὴ ἄνθρωπος, ἄλογον, εἰ μὴ λογικὸν ἄρα, ἄλογον. ταύτῃ τε οὖν ὅμοιαι αἱ ἐν τούτοις συμπλοκαὶ ταῖς ἐν τοῖς κατηγορικοῖς σχήμασιν οὖσαι εἰκότως ἂν εἰς ἐκείνας ἀνάγοιντο, καὶ ἔτι ἡ γένεσις ὥσπερ ἐν τοῖς κατηγορικοῖς τῷ δευτέρῳ καὶ τρίτῳ σχήματι ἀπὸ τῶν ἀντιστροφῶν τῶν ἐν τῷ πρώτῳ προτάσεων, οὕτως δὲ καὶ ἐν τούτοις· τῆς μὲν γὰρ μείζονος ἀντιστραφείσης ἐν πρώτῳ σχήματι προτάσεως τὸ δεύτερον ἐγένετο σχῆμα, τῆς δὲ ἐλάττονος τὸ τρίτον. ἔστι δὲ τοῖς ὑποθετικοῖς μείζων μὲν ἡ δευτέρα, ἐν ᾗ ἡγεῖται ὁ μέσος, ἐλάττων δὲ ἡ πρώτη, ἐν ᾗ ἕπεται ὁ μέσος· οἷον ἡ μὲν ‘εἰ τὸ Α, τὸ Β’ πρώτη τε καὶ ἐλάττων, ἡ δὲ ‘εἰ τὸ Β, τὸ Γ’ δευτέρα τε καὶ μείζων. τῆς μὲν οὖν ‘εἰ τὸ Β, τὸ Γ’ ἀντιστραφείσης ἔσται ἐν ἀμφοτέραις τὸ Β ἑπόμενον καὶ τὴν χώραν λαμβάνον τοῦ κατηγορουμένου, ὃ ἴδιον τοῦ δευτέρου σχήματος· τῆς δὲ πρώτης 〈τῆς〉 ‘εἰ τὸ Α, τὸ Β’ ἀντιστραφείσης ἔσται πάλιν ἡγούμενον ἐν ἀμφοτέραις ταῖς προτάσεσι τὸ Β, ὃ χώραν ὑποκειμένου ἔχον ποιεῖ τὸ τρίτον σχῆμα. παραπλησίως δὲ καὶ αἱ ἀναλύσεις τῶν ἐν τῷ δευτέρῳ καὶ τρίτῳ σχήματι ἐς τὸ πρῶτον ἔσονται σχῆμα, ἐξ οὗ καὶ αἱ γενέσεις αὐτοῖς, ὥσπερ καὶ ἐπὶ τῶν κατηγορικῶν. οὗτοι μὲν οὖν οἱ ἁπλοῖ τε καὶ πρῶτοι ὑποθετικοὶ δι’ ὅλων λεγόμενοι. ἐκ τούτων δὲ καὶ οἱ σύνθετοι πάντες τὴν σύστασιν ἔχοντες δειχθήσονται. Θεόφραστος μέντοι ἐν τῷ προτέρῳ τῶν Ἀναλυτικῶν δεύτερον σχῆμα λέγει ἐν τοῖς δι’ ὅλων ὑποθετικοῖς εἶναι, ἐν ᾧ ἀρχόμεναι ἀπὸ τοῦ αὐτοῦ αἱ προτάσεις λήγουσιν εἰς ἕτερα, τρίτον δέ, ἐν ᾧ ἀπὸ διαφόρων ἀρχόμεναι λήγουσιν εἰς ταὐτόν. ἀνάπαλιν δ’ ἡμεῖς ἐξεθέμεθα. ἀλλὰ περὶ μὲν τούτων ἰδίᾳ καιρὸς ἂν εἴη λέγειν. νῦν δ’ ἐπανιτέον ἐπὶ τὴν τῆς λέξεως ἐξήγησιν.
另一方面,如果假言前提从不同的项开始而结束于相同的项,这样的格将是第二格,对应于定言[三段论]中的第二格,在其中,中项曾被述说于两端项。因为在假言[推论]中后随项占据谓词的位置,所以当在两个前提中取相同的后随项时,便构成第二格。而如果在两个先行项的每一个之后取对立的后随项,这一组合就是能得出结论的,例如:“如果A则C;如果B则非C”;因为作为中项的C,是对立地被取作后随于先行项A和B两者的。因此,在如此选取它们时,也将得出“如果是开始项的一方,则非另一方”;因为如果A则C,如果C则非B,因此如果A则非B;例如,“如果是人,则是动物;如果是石头,则非动物;因此如果是人,则非石头”。 但如果前提从相同的项开始而结束于不同的项,这个格将对应于第三格;因为占据主词位置的先行项在两个前提中是相同的。因此,当把它对立地选取时,它将是能得出结论的,例如:“如果A则B;如果非A则C”;因为将得出“如果不是结束项的一方,则是另一方”;因为如果非B则C,或者如果非C则B;例如,“如果是人,则是理性的;如果不是人,则是非理性的;因此如果不是理性的,则是非理性的”。 因此,在这些推论中的结合既然在这方面与定言格中的结合相似,理所当然可被归约到那些结合中;此外,正如在定言[三段论]中第二格和第三格的产生源于第一格中前提的换位,在这些推论中也是如此。因为在第一格中大前提换位便产生了第二格,而小前提换位则产生了第三格。在假言[推论]中,中项作为先行的第二前提是大前提,而中项作为后随的第一前提是小前提;例如,“如果A则B”既是第一前提也是小前提,而“如果B则C”既是第二前提也是大前提。因此,当“如果B则C”换位时,在两个前提中B都将作为后随项并占据谓词的位置,这正是第二格的特有性质;而当第一前提“如果A则B”换位时,在两个前提中B将再次作为先行项,由于占据主词的位置而构成第三格。同样地,第二格和第三格中的推论向第一格的还原,也将还原到它们所由产生的那个第一格,正如在定言[三段论]的情形中一样。 因此,这些就是被称为完全[假言]的单纯且最初的假言[推论]。而所有复合的推论也将被证明是由这些获得其构成的。然而,泰奥弗拉斯托在《分析篇》第一卷中说,在完全假言[推论]中,第二格是前提从同一项开始而结束于不同项的格,第三格是从不同项开始而结束于同一项的格。但我们则是反过来陈述的。关于这些问题,将有专门讨论的机会。而现在必须回到对原文的解释上。
- 2.216ἀνάλογον ὂν τῷ ἐν τοῖς κατηγορικοῖς δευτέρῳ, ἐν οἷς
关系代词 ἐν οἷς 在语法上并未直接与单数先行词 τῷ δευτέρῳ 呼应,而是依照意义呼应(constructio ad sensum),以复数形式指代定言三段论(τοῖς κατηγορικοῖς συλλογισμοῖς)或该格之下的诸类推论。
- 2.216οὕτως ληφθέντων
无明确名词主语的属格独立结构(genitivus absolutus),在上下文中以先前讨论的前提(προτάσεων)或词项(ὅρων)为逻辑主语,表条件性假定(“在它们如此被选取时”)。
