← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§325.31-327.2

完全假言推论的性质与格的归约

对45b19的注解。亚历山大就亚里士多德敦促划分基于假定的推论提出了两种解释,并结合泰奥弗拉斯托的观点探讨了“完全假言推论”的性质及其向三个格的归约(尤其是第一格的结构)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.216#1

" Ἐπισκέψασθαι δὲ δεῖ καὶ διελεῖν, ποσαχῶς οἱ ἐξ ὑποθέσεως." Τοῦτο εἴρηκεν ἤτοι ὡς πάντων τῶν ἐξ ὑποθέσεως ὑποπίπτειν δυναμένων τῇ ἐκκειμένῃ τῶν ὅρων ἐκλογῇ τε καὶ τῇ δι’ αὐτῶν δείξει (εἰ γὰρ ἐπισκέπτοιτό τις καὶ διέλοι, εὑρήσει τοῦτο οὕτως ἔχον· εἰπὼν γὰρ τούς τε “κατὰ μετάληψιν” καὶ τοὺς “κατὰ ποιότητα” δεῖν φησιν ἐπισκέψασθαι1 καὶ τοὺς ἄλλους τοὺς ἐξ ὑποθέσεως· ἐξ ὑποθέσεως γὰρ καὶ οἱ διαιρετικοί, οἳ καὶ αὐτοὶ ἐν τοῖς “κατὰ μετάληψιν”, ἐξ ὑποθέσεως καὶ οἱ ἐξ ὁμολογίας· δεῖν οὖν φησι τῶν ἐξ ὑποθέσεως προσεχεστέραν ποιήσασθαι διαίρεσιν), ἢ εἰπών, τίνες τῶν ὑποθετικῶν φανερῶς ὑπάγονται τῇ ἐκκειμένῃ μεθόδῳ (οἵ τε γὰρ δι’ ἀδυνάτου καὶ οἱ “κατὰ μετάληψιν”, ὑφ’ οὓς πάντες οἱ λεγόμενοι ἀναπόδεικτοι, καὶ ἔτι οἱ “κατὰ ποιότητα”), λέγει δεῖν ἐπισκέψασθαι καὶ διελεῖν, ποσαχῶς οἱ ἐξ ὑποθέσεως λέγονται· ἐκ γὰρ τῆς διαιρέσεως δῆλον ἔσται, εἴτε πάντας οἷόν τε ὑπάγειν τῇ ἐκκειμένῃ μεθόδῳ οὔσῃ δεικτικῇ εἴτε οὔ. δόξουσι γὰρ οἱ δι’ ὅλων ὑποθετικοί, οὓς Θεόφραστος “κατὰ ἀναλογίαν” λέγει, οἷοί εἰσιν οἱ διὰ τριῶν λεγόμενοι, μηκέτι ὑποπίπτειν τῇ διὰ τῆς ἐκλογῆς δείξει. λέγει δὲ αὐτοὺς ὁ Θεόφραστος “κατὰ ἀναλογίαν”, ἐπειδὴ αἵ τε προτάσεις ἀνάλογον καὶ τὸ συμπέρασμα ταῖς προτάσεσιν· ἐν πᾶσι γὰρ αὐτοῖς ὁμοιότης ἐστίν. ἢ οὐδὲ συλλογισμοὶ κυρίως καὶ ἁπλῶς ἐκεῖνοι, ἀλλὰ τὸ ὅλον τοῦτο ἐξ ὑποθέσεως συλλογισμοί· οὐδὲν γὰρ εἶναι ἢ μὴ εἶναι δεικνύουσιν. οἱ μὲν γὰρ προειρημένοι ἐξ ὑποθέσεως καὶ συλλογισμοί· δεικνύουσι γάρ τι ὑπάρχειν ἢ μὴ ὑπάρχειν· οἱ δὲ τοιοῦτοι μηδὲν τοιοῦτον δεικνύοντες οὐκέτι οὐδὲ ἁπλῶς συλλογισμοί. εἰ δὲ οὗτοι οὐδὲ τὴν ἀρχὴν ἁπλῶς συλλογισμοί, πάντες ἂν οἱ κυρίως καὶ ἁπλῶς ὄντες συλλογισμοὶ διὰ τῆς προκειμένης μεθόδου δεικνύοιντο. Ἀνάγονται μέντοι καὶ οἱ δι’ ὅλων ὑποθετικοὶ εἰς τὰ τρία τὰ προειρημένα σχήματα ἄλλῳ τρόπῳ, ὡς καὶ Θεόφραστος δέδειχεν ἐν τῷ πρώτῳ τῶν Προτέρων ἀναλυτικῶν. ἔστι δὲ δι’ ὅλων ὑποθετικὸς τοιοῦτος· εἰ τὸ Α, τὸ Β, εἰ τὸ Β, τὸ Γ, εἰ ἄρα τὸ Α, τὸ Γ· τούτων γὰρ καὶ τὸ συμπέρασμα ὑποθετικόν· οἷον εἰ ἄνθρωπός ἐστι, ζῷόν ἐστιν, εἰ ζῷόν ἐστιν, οὐσία ἐστίν, εἰ ἄρα ἄνθρωπός ἐστιν, οὐσία ἐστίν. ἐπεὶ τοίνυν δεῖ καὶ ἐν τούτοις μέσον τινὰ ὅρον εἶναι, καθ’ ὃν συνάπτουσιν αἱ προτάσεις ἀλλήλαις (ἄλλως γὰρ ἀδύνατον καὶ ἐπὶ τούτων συνακτικὴν συζυγίαν γίνεσθαι), οὗτος ὁ μέσος τριχῶς καὶ ἐν ταῖς τοιαύταις συζυγίαις τεθήσεται. ὅταν μὲν γὰρ ἐν ᾗ μὲν τῶν προτάσεων λήγῃ, ἐν ᾗ δὲ ἄρχηται, τὸ πρῶτον ἔσται σχῆμα· οὕτως γὰρ ἕξει, ὡς καὶ ὅτε τοῦ μὲν τῶν ἄκρων κατηγορεῖτο, τῷ δὲ ὑπέκειτο. ἀνάλογον γὰρ τὸ μὲν λήγειν καὶ ἕπεσθαι τῷ κατηγορεῖσθαι, τὸ δὲ ἄρχεσθαι τῷ ὑποκεῖσθαι· ὑπόκειται γάρ πως τῷ ἐπιφερομένῳ αὐτῷ. οὕτως γὰρ ληφθέντος τοῦ μέσου συμπέρασμα ἔσται, ὃ ἄρχεται μέν, ἀφ’ οὗ ἤρχετο καὶ ἡ πρώτη πρότασις, λήγει δέ, εἰς ὃ ἔληγεν ἡ δευτέρα, τὴν μὲν τοῦ κατηγορουμένου χώραν ἐν τῷ συμπεράσματι τοῦ ἑπομένου λαμβάνοντος τὴν δὲ τοῦ ὑποκειμένου τοῦ ἡγουμένου·2 οἷον εἰ τὸ Α, τὸ Β, εἰ τὸ Β, τὸ Γ, εἰ ἄρα τὸ Α, τὸ Γ. δύναται ἐπὶ τῇ τοιαύτῃ συζυγίᾳ καὶ ἀνάπαλιν ληφθῆναι τὸ συμπέρασμα ὥστε μὴ ἑπόμενον εἶναι ἀλλ’ ἡγούμενον, οὐ μὴν ἁπλῶς ἀλλὰ σὺν ἀντιθέσει· συναχθέντος γὰρ τοῦ ‘εἰ τὸ Α, τὸ Γ’ συνάγεται καὶ τὸ ‘εἰ μὴ τὸ Γ, οὐ τὸ Α’.

“还必须考察并区分,基于假定的[推论]有几种方式。” 他说这话,要么是因为所有基于假定的[推论]都能够归入所陈述的词项挑选以及通过它们作出的证明(因为若有人考察并区分,就会发现情况确实如此;因为在提到那些“依据替换”的和那些“依据性质”的之后,他说还必须考察其他基于假定的[推论];因为区分性的推论也是基于假定的,它们自身也在“依据替换”之列,基于约定的推论也是基于假定的;因此他说必须对基于假定的[推论]作出更紧密的区分),要么是在说明了哪些假言[推论]明显归入所陈述的方法之后(因为归谬法和“依据替换”的――所谓不可论证的所有[推论]都归于其下――以及“依据性质”的),他说必须考察并区分,基于假定的[推论]有几种说法;因为通过区分就会明白,是否可能把所有推论都归入作为直证性的所陈述的方法。因为完全假言的[推论]――泰奥弗拉斯托称之为“依据比例”的,例如所谓通过三个[命题]的推论――看来将不再归入通过挑选[词项]的证明。泰奥弗拉斯托称它们为“依据比例”,是因为前提彼此相当,结论也与前提相当;因为在所有这些之中都有相似性。或者说,那些严格而单纯地看甚至根本不是三段论,而整体上是基于假定的三段论;因为它们并不证明任何事物存在或不存在。先前所说的基于假定的[推论]也是三段论;因为它们证明某物属于或不属于;而此类推论既不证明任何这类事物,就已不再是单纯的三段论了。如果这些从根本上说甚至不是单纯的三段论,那么所有严格而单纯作为三段论的,都将通过当前的方法得到证明。然而,完全假言的[推论]也以另一种方式被归约到先前所说的三个格中,正如泰奥弗拉斯托在《前分析篇》第一卷中所表明的那样。完全假言[推论]是这样的:“如果A则B;如果B则C;因此,如果A则C”;因为这些推论的结论也是假言的;例如,“如果是人,就是动物;如果是动物,就是实体;因此,如果是人,就是实体”。因此,既然在这些推论中也必须有某个中项,前提依据它彼此连接(因为否则在这些推论中也不可能产生得出结论的组合),这个中项在此类组合中也将以三种方式被放置。因为当它在前提的一方结束而在另一方开始时,将是第一格;因为它的情况将如同它曾被述说于一个极端,又作为另一个极端的主词一样。因为结束和后随相当于被述说,而开始相当于作主词;因为它在某种意义上是后继于它的事物的主词。因为在这样选取中项时,将得出一个从第一前提所开始之处开始、在第二前提所结束之处结束的结论,后随项在结论中占据谓词的位置,先行项占据主词的位置;例如,“如果A则B;如果B则C;因此,如果A则C”。在这样的组合中,结论也可以反过来选取,从而不是后随项而是先行项,但不是单纯地如此,而是伴随着对反[换质位];因为在得出“如果A则C”时,也得出了“如果不C则不A”。

语法注2 条
  1. 2.216Τοῦτο εἴρηκεν ἤτοι ὡς πάντων τῶν ἐξ ὑποθέσεως ὑποπίπτειν δυναμένων ... ἢ εἰπών, τίνες τῶν ὑποθετικῶν φανερῶς ὑπάγονται ... λέγει δεῖν ἐπισκέψασθαι

    整个句子的核心骨架是一个并列结构:Τοῦτο εἴρηκεν ἤτοι ὡς ... ἢ εἰπών ... λέγει δεῖν ...。前半部分用 ὡς 引导类似属格绝对的结构给出对亚里士多德意图的第一种解释,但在 ἢ 之后的后半部分发生了句式转变(破格),直接接上带主要动词 λέγει 的独立小句。两部分的主语均指亚里士多德。

  2. 2.216τὴν μὲν τοῦ κατηγορουμένου χώραν ἐν τῷ συμπεράσματι τοῦ ἑπομένου λαμβάνοντος τὴν δὲ τοῦ ὑποκειμένου τοῦ ἡγουμένου

    这是一个属格绝对结构,由两个并列部分构成:τοῦ ἑπομένου λαμβάνοντος τὴν μὲν τοῦ κατηγορουμένου χώραν ἐν τῷ συμπεράσματι 与省略了动词和名词的后半部分 τοῦ [δὲ] ἡγουμένου [λαμβάνοντος] τὴν δὲ τοῦ ὑποκειμένου [χώραν]。在双重属格中,τοῦ ἑπομένου 和 τοῦ ἡγουμένου 是分词的逻辑主语,而 τοῦ κατηγορουμένου 和 τοῦ ὑποκειμένου 则是修饰 χώραν 的限制性属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:325.31-327.2