- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:324.24-325.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大围绕亚里士多德《前分析篇》45b15,列举了“根据性质的推论”(从更甚、较少、相似出发的推论)的具体例证,阐明直言证明与选取所针对的是代换命题而非原初命题,并对原文中的关键短语作出了补充阐释。
ὁ γὰρ δεικνύς, ὅτι μή ἐστιν ἐν τῷ πλουτεῖν τὸ εὐδαιμονεῖν, διὰ τοῦ ὅτι μηδ’ ἐν τῷ ὑγιαίνειν, ὑποτίθεται μὲν ‘εἰ ὃ μᾶλλον ἂν δόξαι αὔταρκες εἶναι πρὸς εὐδαιμονίαν, τοῦτο μή ἐστιν αὔταρκες, οὐδὲ τὸ ἧττον ἐκείνου εἴη ἂν αὔταρκες’· ὑγεία δὲ πλούτου μᾶλλον δοκοῦν εἶναι αὔταρκες πρὸς εὐδαιμονίαν οὐκ ἔστιν αὔταρκες· οὐδ’ ἄρα ὁ πλοῦτος. τὸ μὲν μὴ εἶναι τὸν πλοῦτον αὐτάρκη πρὸς εὐδαιμονίαν, εἴ γε μηδὲ ἡ ὑγεία, ὑπόκειται. δειχθείη δ’ ἂν διὰ συλλογισμοῦ, ὅτι μή ἔστιν ὑγεία πρὸς εὐδαιμονίαν αὐτάρκης, οὕτως· ὑγιαίνουσί τινες κακίαν ἔχοντες, οὐδεὶς κακίαν ἔχων εὐδαιμονεῖ, οὐκ ἄρα οἱ ὑγιαίνοντες εὐδαιμονοῦσιν, οὐκ αὐτάρκης ἄρα ἡ ὑγεία πρὸς εὐδαιμονίαν. ἔστι καὶ οὕτως δεῖξαι· ἡ ὑγεία οὐκ ἔστιν αὐτάρκης πρὸς τὸ ζῆν ἀναμαρτήτως, ἡ εὐδαιμονία αὐτάρκης ἐστὶ πρὸς τὸ ζῆν ἀναμαρτήτως, ἡ ὑγεία ἄρα οὐκ ἔστιν αὐτάρκης πρὸς εὐδαιμονίαν. ἢ οὕτως· ἐν τῷ ὑγιαίνειν οὐκ ἐσμὲν ἀναμάρτητοι· ἐν δὲ τῷ εὐδαιμονεῖν ἀναμάρτητοί ἐσμεν· οὐκ ἄρα ἐν τῷ ὑγιαίνειν τὸ εὐδαιμονεῖν. δεῖ οὖν τὰς προειρημένας ἐκλογὰς ποιεῖσθαι τῆς τε ὑγείας καὶ τοῦ αὐτάρκους πρὸς εὐδαιμονίαν· ταῦτα γὰρ τὰ δεικνύμενα διὰ συλλογισμοῦ. καὶ ἔστιν ἡ δεῖξις γεγονυῖα διὰ τοῦ τὸ ἑπόμενον τῇ εὐδαιμονίᾳ, ὅ ἐστι τὸ ἀναμάρτητον, μὴ ὑπάρχειν τῇ ὑγείᾳ. καὶ τοιοῦτοι μὲν οἱ ἀπὸ τοῦ μᾶλλον ὄντες ἀνασκευαστικοί. οἱ δὲ ἀπὸ τοῦ ἧττον εἰσὶ μὲν ἔμπαλιν ἔχοντες τούτοις (κατασκευαστικοὶ γάρ εἰσιν), ἔχουσι δὲ οὕτως· εἰ τὸ ἧττον ἀγαθὸν ἀγαθόν ἐστι, καὶ τὸ μᾶλλον ἀγαθὸν ἀγαθὸν ἂν εἴη· ἀλλὰ μὴν ἡ ὑγεία ἀρετῆς ἧττον οὖσα ἀγαθὸν ἀγαθόν ἐστι· καὶ ἡ ἀρετὴ ἄρα. πάλιν γὰρ καὶ ἐνταῦθα ὁ συλλογισμὸς τοῦ ὅτι ἡ ὑγεία ἀγαθὸν δεικτικός, ἐξ ὑποθέσεως δὲ τούτου δειχθέντος λαμβάνεται ἡ ἀρετὴ ἀγαθὸν εἶναι. τούτων οὖν δεῖ ποιεῖσθαι τὴν ἐκλογήν, ἥτις ἔσται λαβόντων ἡμῶν τὸ μὲν ἀγαθὸν ἕπεσθαι τῷ κατὰ φύσιν, τὸ δὲ κατὰ φύσιν τῇ ὑγείᾳ πάλιν. ὁ δὲ ἀπὸ τοῦ ὁμοίου πρὸς ἄμφω χρήσιμος, καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευήν· τῶν γὰρ ὁμοίως ἐχόντων τι εἰ θάτερον ἔχοι αὐτό, καὶ θάτερον ἂν ἔχοι, καὶ εἰ μὴ ἔχοι πάλιν θάτερον, οὐδ’ ἂν τὸ ἕτερον ἔχοι. καὶ ἔστι τὸ μὲν δεικνύμενον διὰ συλλογισμοῦ καὶ ἐπὶ τούτων τὸ ἕτερον· τὸ δὲ ἕτερον ἐξ ὑποθέσεως τὴν δεῖξιν λαμβάνει καὶ διὰ τὴν ὑπόθεσιν. ἐκείνου οὖν δεῖ ποιεῖσθαι τὴν ἐκλογήν,1 οἷον εἰ ὁμοίως οὖσα ἡ εὐγένεια τῷ πλούτῳ αἱρετὸν ἀγαθόν ἐστι, καὶ ὁ πλοῦτος ἀγαθόν· ἡ δὲ εὐγένεια ὁμοίως οὖσα αἱρετὴ τῷ πλούτῳ ἀγαθόν ἐστι. τοῦ γὰρ τὴν εὐγένειαν ἀγαθὸν εἶναι ὁ συλλογισμός, τὰ δ’ ἄλλα ὑπόκειται. ὅτι δὲ ἡ εὐγένεια ἀγαθόν, δεικνύοιτ’ ἂν διὰ τῆς ἐκλογῆς, εἰ ληφθείη τὸ μὲν ἀγαθὸν ἕπεσθαι τῷ αἱρετῷ (πᾶν γὰρ αἱρετὸν ἀγαθόν) τῇ δὲ εὐγενείᾳ τὸ αἱρετόν· ἡ γὰρ εὐγένεια αἱρετόν. οὔκουν καὶ ἐπὶ τῶν τοιούτων συλλογισμῶν,2 οὓς κατὰ ποιότητα λέγειν αὐτοῖς ἔθος, 〈ὡς〉 ἐπὶ τῶν κατὰ μετάληψιν ὁ συλλογισμὸς οὐ τῶν ὑποκειμένων γίνεται ἀλλὰ τῶν μεταλαμβανομένων. τούτων οὖν χρὴ καὶ τὴν ἐκλογὴν ποιεῖσθαι. Τὸ δὲ ἐν τοῖς ὑποκειμένοις εἰρῆσθαι δύναται καὶ ἀντὶ τοῦ ‘περὶ τῶν ὑποκειμένων’·3 ἔστι γὰρ τὸ λεγόμενον ‘ὅσοι κατὰ μετάληψιν ἢ κατὰ ποιότητα περὶ τῶν ὑποκειμένων δεικνύουσιν’. ἐπὶ δὴ τούτων ἔσται ἡ ἐπίσκεψις οὐκ ἐν τοῖς ἐξ ἀρχῆς ἀλλ’ ἐν τοῖς μεταλαμβανομένοις, ἐπεὶ καὶ ὁ συλλογισμὸς τούτων. ἡ δὲ ἐπίβλεψις καὶ ἡ ἐκλογὴ καὶ ἐπὶ τούτων ἡ αὐτὴ ἔσται, ὁποίαν ὑπεγράψαμεν.
因为通过幸福甚至不在于健康这一事实来证明幸福不在于富有的人,一方面假设:“如果对于幸福而言显得更为自足的事物并非自足,那么比它较少自足的事物也不会是自足的”;而健康比财富显得对于幸福更为自足,却并非自足;因此财富也不是自足的。财富对于幸福并非自足这一点,在连健康也不是自足的前提下,是被假设的。但健康对于幸福并非自足这一点,可以通过推论如下证明:“有些人拥有恶习而仍健康;拥有恶习者无人是幸福的;因此健康的人并不是幸福的;因此健康对于幸福并非自足。”也可以这样证明:“健康对于毫无过错地生活并非自足;幸福对于毫无过错地生活是自足的;因此健康对于幸福并非自足。”或者这样证明:“在健康中我们并非毫无过错;但在幸福中我们是毫无过错的;因此幸福不在于健康。”因此,必须对健康以及对于幸福自足之物进行上述的选取;因为这些正是通过推论得以证明的事物。而且证明是通过跟随幸福的事物(即毫无过错)并不属于健康而成立的。基于“更甚”而具反驳性的推论就是这一类。另一方面,基于“较少”的推论则与这些相反(因为它们是构成性的),其结构如下:“如果较少善的事物是善,那么更甚善的事物也会是善;然而健康虽不如美德是善,却仍然是善;因此美德也是[善]。”因为在此处,推论同样是对健康是善的直言证明,而在此被证明之后,美德是善则是根据假设被接受的。因此必须对这些进行选取,当我们将善跟随合乎自然之物、合乎自然之物反过来跟随健康作为前提时,这种选取就会成立。而基于“相似”的推论对两方面都有用,即既可用于反驳,也可用于构成;因为在就某物而言具有相似状态的两者中,若一方具有它,另一方也会具有它;反之若一方不具有,另一方也不会具有。在这些推论中,通过推论得以证明的也是其中一方,而另一方则是从假设出发并凭借假设获得证明。因此必须对前者进行选取,例如假若高贵出身与财富同样值得选择且是一项善,那么财富也是善;而高贵出身与财富同样值得选择且是一项善。因为推论是关于高贵出身是善的,其余事项则是被假设的。至于高贵出身是善,如果设定善跟随值得选择的事物(因为凡值得选择的都是善),而值得选择跟随高贵出身,那么通过选取就能证明这一点;因为高贵出身是值得选择的。难道在他们惯称为“根据性质”的这类推论中,不也像在根据代换的推论中一样,推论不是针对基础之物,而是针对代换而得的事物而成立的吗?因此对于这些也必须进行选取。而“在基础之物中”这一表述,也可以是用来代替“关于基础之物”说的;因为所说的话意思是“凡根据代换或根据性质关于基础之物进行证明的推论”。因此在这些推论中,考察将不是在最初设立的事物中,而是在代换而得的事物中,因为推论也是关于这些的。而考察与选取在这些推论中也将是相同的,正如我们所勾勒的那样。
- 2.215ἐκείνου οὖν δεῖ ποιεῖσθαι τὴν ἐκλογήν
指示代词 ἐκείνου 指代前文刚刚提到的“通过推论得以证明的一方”(τὸ μὲν δεικνύμενον διὰ συλλογισμοῦ),并在语法上作为名词 ἐκλογήν 的宾格性属格。下文紧接着给出的关于高贵出身(εὐγένεια)的例证印证了这一指代关系。
- 2.215οὔκουν καὶ ἐπὶ τῶν τοιούτων συλλογισμῶν
此处将 οὔκουν 视作引出反诘性否定推论(“难道不是……吗?”)的语气小词。在手抄本和校勘本中,其重音常在 οὔκουν 与 οὐκοῦν(肯定性推论“因此……”)之间摇摆,但无论采取何种读法,所表达的逻辑结论都是一致的,即在根据性质的推论中,推论同样是针对代换而得的事物进行的。
- 2.215Τὸ δὲ ἐν τοῖς ὑποκειμένοις εἰρῆσθαι δύναται καὶ ἀντὶ τοῦ ‘περὶ τῶν ὑποκειμένων’
这指出了注释家对亚里士多德原文本句中介词短语 ἐν τοῖς ὑποκειμένοις 的另一种句法分析。他提出介词 ἐν(“在……之中”)可以代指 περί 加属格(“关于……”),并与后文的 δεικνύουσιν(证明)相联系,从而构成“关于设立的基础之物通过代换进行证明的推论”这一句法结构。
